Β΄ Βασιλειών, κεφάλαιο 1
- 1
ΚΑΙ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ καὶ Δαυὶδ ἀνέστρεψε τύπτων τὸν ᾿Αμαλήκ, καὶ ἐκάθισε Δαυὶδ ἐν Σεκελὰκ ἡμέρας δύο.
Μετὰ δὲ τὸν θάνατον τοῦ Σαοὺλ ἐπέστρεψεν ὁ Δαβὶδ ἀπὸ τὸν πόλεμον ἐναντίον τῶν Ἀμαληκιτῶν, τοὺς ὁποίους καὶ κατενίκησε. Καὶ ἔμεινεν ὁ Δαβὶδ εἰς τὴν πόλιν Σεκελὰκ δυο ἡμέρας.
- 2
καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαούλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
Κατὰ δὲ τὴν τρίτην ἡμέραν ἦλθεν εἰς τὴν Σεκελὰκ ἕνας ἄνδρας ἀπὸ τὸ στρατόπεδον τῶν πολεμιστῶν τοῦ Σαούλ, ποὺ εἶχε σχισμένα τὰ ροῦχα του καὶ χῶμα ἐπάνω εἰς τὸ κεφάλι του διὰ νὰ δείχνῃ τὸ πένθος του. Καὶ μόλις εἰσῆλθεν αὐτὸς ἐκεῖ, ὅπου εὑρίσκετο ὁ Δαβίδ, ἔπεσε κατὰ γῆς καὶ τὸν ἐπροσκύνησε.
- 3
καὶ εἶπεν αὐτῷ Δαυίδ· πόθεν σὺ παραγίνῃ; καὶ εἶπε πρὸς αὐτόν· ἐκ τῆς παρεμβολῆς ᾿Ισραὴλ ἐγὼ διασέσωσμαι.
Καὶ ὁ Δαβὶδ τὸν ἐρώτησε: «Ἀπὸ ποὺ ἔρχεσαι σύ;» «Ἔρχομαι ἀπὸ τὸ στρατόπεδον τῶν Ἰσραηλιτῶν, διασώθηκα ἀπὸ τὴν καταστροφήν», τοῦ ἀπήντησεν ἐκεῖνος.
- 4
καὶ εἶπεν αὐτῷ Δαυίδ· τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον· καὶ Σαοὺλ καὶ ᾿Ιωνάθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανε.
Τὸν ἐρώτησε τότε ὁ Δαβίδ: «Τί ἔχεις νὰ μοῦ πῇς; Τί ἀκριβῶς συνέβη; Πές μου νὰ μάθω». Καὶ τοῦ εἶπε ὅτι ἐτράπη εἰς φυγὴν ὁ στρατὸς ἀπὸ τὸ πεδίον τῆς μάχης καὶ ὅτι ἐπληγώθηκαν πολλοὶ ἀπὸ τοὺς στρατιώτας καὶ πέθαναν καὶ ὅτι πέθανε καὶ ὁ Σαοὺλ μὲ τὸν υἱόν του Ἰωνάθαν.
- 5
καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ· πῶς οἶδας ὅτι τέθνηκε Σαοὺλ καὶ ᾿Ιωνάθαν ὁ υἱὸς αὐτοῦ;
«Καὶ πῶς γνωρίζεις ὅτι πέθανε ὁ Σαοὺλ καὶ ὁ υἱός του ὁ Ἰωνάθαν;» ἐρώτησε ὁ Δαβὶδ τὸν νεαρόν, ποὺ τὸν ἐνημέρωνε.
- 6
καὶ εἶπε τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ· περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουέ, καὶ ἰδοὺ Σαοὺλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ.
Καὶ ἀπήντησεν εἰς αὐτὸν ὁ νεαρός: «Εὐρέθηκα κατὰ σύμπτωσιν εἰς τὸ βουνὸ Γελβουὲ καὶ ἐκεῖ ποὺ ἐβάδιζα εἶδα τὸν Σαοὺλ νὰ στηρίζεται εἰς τὸ δόρυ του πληγωμένος καὶ τὰ ἅρματα καὶ τὸ ἱππικὸν τῶν ἀλλοφύλων Φιλισταίων νὰ εὑρίσκωνται πλησίον του.
- 7
καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέ με καὶ ἐκάλεσέ με, καὶ εἶπα· ἰδοὺ ἐγώ.
Καὶ ἐγύρισεν ὁ βασιλεὺς πρὸς τὰ πίσω καὶ μὲ εἶδε καὶ μὲ ἐφώναξε καὶ τοῦ εἶπα: «Ὁρίστε, ἐδῶ εἶμαι, εἰς τὰς διαταγάς σου!»
- 8
καὶ εἶπέ μοι· τίς εἶ σύ; καὶ εἶπα· ᾿Αμαληκίτης ἐγώ εἰμι.
Καὶ μοῦ εἶπε: «Ποιὸς εἶσαι;» «Εἶμαι Ἀμαληκίτης», τοῦ ἀπήντησα.
- 9
καὶ εἶπε πρός με· στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχε με σκότος δεινόν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί.
«Στάσου ἐδῶ», μοῦ εἶπεν ἐκεῖνος, «καὶ βάλε τὸ χέρι σου ἐπάνω μου καὶ σκότωσέ με, διότι μὲ ἐκυρίευσε σκοτοδίνη ἀπὸ τὰς πληγάς μου, ἀλλ’ ἡ ψυχή μου εὑρίσκεται ἀκόμη μέσα μου. Θέλω νὰ πεθάνω».
- 10
καὶ ἐπέστην ἐπ᾿ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε.
Τὸν ἐπλησίασα λοιπὸν καὶ τὸν ἐσκότωσα, διότι ἐκατάλαβα ὅτι δὲν ἐπρόκειτο να ζήσῃ μετὰ τὸ σοβαρώτατον τραῦμα του. Καὶ ἐπῆρα τὸ βασιλικόν του διάδημα, ποὺ ἦτο εἰς τὸ κεφάλι του, καὶ τὸ βραχιόλι ἀπὸ τὸν βραχίονά του καὶ τὰ ἔφερα ἐδῶ εἰς σέ, τὸν κύριόν μου».
- 11
καὶ ἐκράτησε Δαυὶδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν.
Ὅταν τὰ ἄκουσε αὐτὰ ὁ Δαβίδ, ἔπιασε καὶ ἔσχισε τὰ ροῦχα του. Μαζί του ἔσχισαν τὰ ροῦχα των καὶ ὅλοι οἱ ἄνδρες, ποὺ τὸν περιστοίχιζαν.
- 12
καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαοὺλ καὶ ἐπὶ ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν ᾿Ιούδα καὶ ἐπὶ τὸν οἶκον ᾿Ισραήλ, ὅτι ἐπλήγησαν ἐν ρομφαίᾳ.
Καὶ ἐθρήνησαν καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν μέχρι τὸ δειλινὸν διὰ τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν, τὸν υἱὸν του, καὶ διὰ τὸν στρατὸν τῆς φυλῆς τοῦ Ἰούδα καὶ δι' ὅλους τοὺς Ἰσραηλίτας, ποὺ ἐφονεύθησαν μὲ ρομφαίαν.
- 13
καὶ εἶπε Δαυὶδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ· πόθεν εἶ σύ; καὶ εἶπεν· υἱὸς ἀνδρὸς παροίκου ᾿Αμαληκίτου ἐγώ εἰμι.
Καὶ ἐρώτησε πάλιν ὁ Δαβὶδ τὸν νεαρὸν ἀγγελιαφόρον: «Ἀπὸ ποῦ εἶσαι;» «Εἶμαι υἱὸς ἐνὸς Ἀμαληκίτου, ποὺ μένει ἀνάμεσα εἰς τοὺς Ἰσραηλίτας», ἀπεκρίθη ἐκεῖνος.
- 14
καὶ εἶπεν αὐτῷ Δαυίδ· πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου;
Τοῦ εἶπε τότε ὁ Δαβίδ: «Πῶς δὲν ἐφοβήθης νὰ σηκώσῃς τὸ χέρι σου διὰ να σκοτώσῃς ἐκεῖνον, ποὺ εἶχε χρισθῇ ἀπὸ τὸν Κύριον εἰς τὸ βασιλικὸν ἀξίωμα;»
- 15
καὶ ἐκάλεσε Δαυὶδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπε· προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανε.
Καὶ ἐφώναξεν ὁ Δαβὶδ ἕνα ἀπὸ τοὺς νεαροὺς πολεμιστάς του καὶ τοῦ εἶπε: «Πλησίασε καὶ δῶσε του τὴν ἀπάντησιν, ποὺ τοῦ πρέπει». Καὶ τὸν ἐκτύπησεν ἐκεῖνος θανασίμως καὶ πέθανε ἐπὶ τόπου.
- 16
καὶ εἶπε πρὸς αὐτὸν Δαυίδ· τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι στὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι, ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου.
Καὶ ἐστράφη πρὸς τὸν νεκρὸν ὁ Δαβὶδ καὶ εἶπε: «Ἡ εὐθύνῃ διὰ τὸ αἷμα σου πέφτει εἰς τὸ κεφάλι σου, διότι τὸ ἴδιο τὸ στόμα σου ἔδωσε μαρτυρίαν ἐναντίον σου, ὅταν εἶπες: «Ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου, δηλαδὴ τὸν βασιλέα».
- 17
Καὶ ἐθρήνησε Δαυὶδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαοὺλ καὶ ἐπὶ ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ.
Καὶ ἐθρήνησεν ὁ Δαβὶδ μὲ αὐτὸ τὸ λυπητερὸν ᾆσμα τὸν θάνατον τοῦ Σαοὺλ καὶ τοῦ υἱοῦ του Ἰωνάθαν.
- 18
καὶ εἶπε τοῦ διδάξαι τοὺς υἱοὺς ᾿Ιούδα· ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς.
Εἶπε μάλιστα νὰ μάθουν τὸ ᾆσμα αὐτὸ καὶ οἱ Ἰουδαῖοι, διὰ νὰ θρηνοῦν ἔτσι καὶ ἐκεῖνοι. Καὶ πράγματι ἔχει γραφῆ εἰς τὸ ποιητικὸν βιβλίον, ποὺ ὀνομάζεται «Βιβλίον τοῦ Εὐθοῦς ἢ τοῦ Δικαίου».
- 19
Στήλωσον, ᾿Ισραήλ, ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί;
«Μὴ ξεχνᾶτε ποτέ, Ἰσραηλῖται, αὐτοὺς ποὺ πέθαναν. Κάμετε στήλας εἰς τὰ ὑψώματά σας δι' αὐτοὺς ποὺ ἐκτυπήθηκαν. Πῶς ἔπεσαν ἀλήθεια οἱ ἥρωες, ἡ δόξᾳ τοῦ Ἰσραήλ!
- 20
μὴ ἀναγγείλητε ἐν Γὲθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις ᾿Ασκάλωνος, μή ποτε εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μή ποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων.
Μὴ τὸ πῆτε εἰς τὴν Γὲθ καὶ μὴ ἀνακοινώσετε τὴν εὐχάριστον διὰ τοὺς ἐχθροὺς εἴδησιν εἰς τοὺς δρόμους καὶ τὰς πλατείας τῆς Ἀσκάλωνος, διὰ νὰ μὴ χαροῦν οἱ θυγατέρες τῶν ἀλλοφύλων Φιλισταίων καὶ νὰ μὴ πανηγυρίσουν οἱ θυγατέρες τῶν ἀπεριτμήτων.
- 21
ὄρη τὰ ἐν Γελβουὲ μὴ καταβάτω δρόσος καὶ μὴ ὑετὸς ἐφ᾿ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν, θυρεὸς Σαοὺλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ.
Ἐσεῖς, βουνὰ τοῦ Γελβουέ, να μὴ δῆτε ποτὲ δροσιὰ καὶ βροχὴ καὶ τὰ χωράφια σας νὰ μὴ καρποφορήσουν· διότι ἐκεῖ ἔπεσε καὶ ἔμεινε περιφρονημένη ἡ ἀσπίδα τῶν ἡρώων. Ἐκεῖ ἡ ἀσπίδα τοῦ Σαοὺλ δὲν ἀλείφθηκε μὲ λάδι, ἐγκατελείφθη, ἐσκούριασε καὶ ἔγινε ἄχρηστη.
- 22
ἀφ᾿ αἵματος τραυματιῶν καὶ ἀπὸ στέατος δυνατῶν τόξον ᾿Ιωνάθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ρομφαία Σαοὺλ οὐκ ἀνέκαμψε κενή.
Ποτὲ ἕως τότε δὲν ἐγύρισε πίσω χωρὶς αἵματα τραυματιῶν καὶ χωρὶς λίπη δυνατῶν ἐχθρῶν τὸ τόξον τοῦ Ἰωνάθαν. Ποτὲ δὲν ἐπέστρεψε ἀδειανὴ καὶ ἄπρακτη καὶ ἡ ρομφαία τοῦ Σαούλ.
- 23
Σαοὺλ καὶ ᾿Ιωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχωρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν· ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν.
Ὁ Σαοὺλ καὶ ὁ Ἰωνάθαν, οἱ ἀγαπημένοι καὶ ὡραῖοι καὶ πάντα ἐνωμένοι! Ἦσαν εὐπρεπεῖς εἰς τὴν ζωήν των καὶ δὲν ἐχωρίσθησαν οὔτε εἰς τὸν θάνατον. Ἦσαν πιὸ ἐλαφροὶ καὶ ἀπὸ ἀετοὺς καὶ πιὸ δυνατοὶ καὶ ἀπὸ λεοντάρια.
- 24
θυγατέρες ᾿Ισραήλ, ἐπὶ Σαοὺλ κλαύσατε, τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν.
Κλαύσατε, θυγατέρες τοῦ Ἰσραήλ, διὰ τὸν Σαούλ, ποὺ σᾶς ἔντυνε μὲ κόκκινα ἐνδύματα μὲ στολίδια, ποὺ τὰ ἔπαιρνε ἀπὸ τοὺς ἐχθρούς, καὶ σᾶς ἔφερνε χρυσᾶ στολίδια διὰ τὰ φορέματά σας.
- 25
πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· ᾿Ιωνάθαν ἐπὶ τὰ ὕψη σου τραυματίας.
Πῶς ἔπεσαν ἀλήθεια οἱ ἥρωες μέσα εἰς τὴν μάχην! Ὦ Ἰωνάθαν! Ἀπέθανε πληγωμένος εἰς τὰ ὑψώματά σου, Γελβουέ!
- 26
ἀλγῶ ἐπὶ σοί, ἀδελφέ μου ᾿Ιωνάθαν· ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν.
Πονῶ καὶ ὑποφέρω διὰ σέ, ἀδελφέ μου Ἰωνάθαν. Ἤσουν δι' ἐμὲ ἐξαιρετικὰ ὡραῖος! Ἡ ἀγάπη μου πρὸς σὲ ἦτο ἀνωτέρα καὶ αὐτῆς τῆς ἀγάπης τῶν γυναικῶν, ποὺ εἶναι ἐκ φύσεως πολὺ δυνατή.
- 27
πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά;
Πῶς ἔγινε καὶ κατέπεσαν οἱ ἥρωες καὶ ἐχάθηκαν τὰ δοξασμένα ὅπλα των!»
