Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 26

23 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ ἔλαβε πᾶς ὁ λαὸς τῆς γῆς τὸν ᾿Οζίαν, καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ ᾿Αμασίου.

    Όλος ὁ λαὸς τῆς χώρας τοῦ Ἰούδα ἐπῆρε τὸν Ὀζίαν, ὁ ὁποῖος ἦταν τότε δεκαέξι ἐτῶν, καὶ τὸν ἀνεκήρυξαν βασιλιᾶ εἰς τὸν βασιλικὸν θρόνον τοῦ πατέρα του Ἀμασία.

  2. 2

    αὐτὸς ᾠκοδόμησε τὴν Αἰλάθ, αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ ᾿Ιούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.

    Ὁ Ὀζίας ἐκυρίευσε καὶ ἑξανάκτισε τὴν πόλιν Αἰλὰθ καὶ τὴν ἐπανέφερεν εἰς τὴν κυριαρχίαν τοῦ βασιλιᾶ τοῦ Ἰούδα μετὰ τὸν θάνατον τοῦ βασιλιᾶ, τοῦ πατέρα του Ἀμασία, ὁ ὁποῖος εἶχε προστεθῇ εἰς τοὺς ἀποθαμένους προγόνους του.

  3. 3

    υἱὸς ἑκκαίδεκα ἐτῶν ἐβασίλευσεν ᾿Οζίας καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Ιεχελία ἀπὸ ῾Ιερουσαλήμ.

    Ὁ Ὀζίας ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον εἰς ἡλικίαν δεκαέξι ἐτῶν· ἐβασίλευσε δὲ ἐπὶ πενῆντα δύο χρόνια μὲ ἔδραν τὴν Ἱερουσαλήμ. Τὸ ὄνομα τῆς μητέρας του ἦταν Τεχελία, κατήγετο δὲ αὐτὴ ἀπὸ τὴν Ἱερουσαλήμ.

  4. 4

    καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Αμασίας ὁ πατὴρ αὐτοῦ.

    Ὁ Ὀζίας ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου εἰς ὅλα, κατὰ τὸ παράδειγμα τοῦ βασιλιᾶ Ἀμασία, τοῦ πατέρα του.

  5. 5

    καὶ ἦν ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιόντος ἐν φόβῳ Κυρίου· καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν Κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος.

    Καὶ ἐζητοῦσε μὲ πόθον πολὺν τὴν βοήθειαν καὶ προστασίαν τοῦ Κυρίου καθ’ ὅλην τὴν διάρκειαν τῆς ζωῆς τοῦ Ζαχαρία, ὁ ὁποῖος τὸν ἐδίδασκε μὲ σύνεσιν καὶ τὸν καθωδηγοῦσε εἰς τὸν φόβον τοῦ Θεοῦ. Καὶ κατὰ τὴν διαρκειαν τῆς ζωῆς του, ποὺ ἐζητοῦσε τὴν βοήθειαν καὶ προστασίαν τοῦ Κυρίου, ὁ Κύριος τοῦ ἔδιδεν εὐτυχίαν καὶ ἐπιτυχίες.

  6. 6

    καὶ ἐξῆλθε καὶ ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους καὶ κατέσπασε τὰ τείχη Γὲθ καὶ τὰ τείχη ᾿Ιαβνὴ καὶ τὰ τείχη ᾿Αζώτου καὶ ᾠκοδόμησε πόλεις ᾿Αζώτου καὶ ἐν τοῖς ἀλλοφύλοις.

    Ὁ Ὀζίας ἐξεστράτευσε καὶ ἐπολέμησεν ἐναντίον τῶν Φιλισταίων, τοὺς ἐνίκησε καὶ κατεδάφισε τὰ τείχη τῆς Γὲθ καὶ τὰ τείχη τῆς Ἰαβνὴ καὶ τὰ τείχη τῆς Ἀζώτου καὶ ἔκτισε πόλεις εἰς τὴν περιοχὴν τῆς Ἀζώτου καὶ ἀλλοῦ εἰς τὴν περιοχὴν τῶν Φιλισταίων.

  7. 7

    καὶ κατίσχυσεν αὐτὸν Κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς ῎Αραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας καὶ ἐπὶ τοὺς Μιναίους.

    Ὁ Κύριος τὸν ἐβοήθησε καὶ τὸν ἐνίσχυσεν εἰς τὸν πόλεμον κατὰ τῶν Φιλισταίων καὶ κατὰ τῶν Ἀράβων, ποὺ ἑκατοικοῦσαν εἰς τὴν Πέτραν, καὶ κατὰ τῶν Μιναίων.

  8. 8

    καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ ᾿Οζίᾳ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω.

    Καί οἰ Μιναίοι (κατὰ τὸ Ἑβραϊκόν: Οἱ Ἀμμωνῖται) ἔδωκαν φόρον ὑποτελείας εἰς τὸν Ὀζίαν, ἡ δὲ φήμη τοῦ ὀνόματός του ἐξηπλώθη μέχρι τὰ σύνορα τῆς Αἰγύπτου, διότι ἐγίνετο ὁλονὲν καὶ περισσότερον δυνατός.

  9. 9

    καὶ ᾠκοδόμησεν ᾿Οζίας πύργους ἐν ῾Ιερουσαλὴμ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν πύλην τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσε.

    Καὶ ὁ Ὀζίας ἔκτισε πύργους εἰς τὴν Ἱερουσαλήμ, εἰς τὴν Πύλην τῆς Γωνίας τοῦ τείχους (εἰς τὰ βορειοδυτικὰ τῆς Ἱερουσαλήμ) καὶ εἰς τὴν Πύλην τῆς Φάραγγος (τὴν πύλην ποὺ ὠδηγοῦσε εἰς τὴν φάραγγα Ἐννώμ) καὶ εἰς ἄλλα γωνιακὰ σημεῖα τοῦ τείχους· ὅλους αὐτοὺς τοὺς πύργους τοὺς ὠχύρωσε καὶ τοὺς ἐνίσχυσε μὲ στρατιωτικὴν δύναμιν.

  10. 10

    καὶ ᾠκοδόμησε πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησε λάκκους πολλούς, ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφηλᾷ καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ, ὅτι γεωργὸς ἦν.

    Ἐπίσης ἔκτισε πύργους εἰς τὴν ἔρημον (εἰς τὰ νότια καὶ νοτιοανατολικὰ τῆς Ἰουδαίας) καὶ ἄνοιξε πολλὲς στέρνες διὰ τὴν συγκέντρωσιν νεροῦ, διότι εἶχε πολλὰ ζῶα εἰς τὴν πεδιάδα τῆς Σεφηλᾶ καὶ εἰς τὰ ὀροπέδια (ἀνατολικῶς τοῦ Ἰορδάνη) καὶ ἀμπελουργοὺς εἰς τὴν ὀρεινὴν περιοχὴν καὶ γεωργοὺς εἰς τὸ Κάρμηλον (τοποθεσία εἰς τὰ νότια τῆς Χεβρών), διότι ἀγαποῦσε τὴν γεωργίαν, οἱ δὲ Ἰουδαῖοι ἦσσν γεωργοί.

  11. 11

    καὶ ἐγένετο τῷ ᾿Οζίᾳ δύναμις ποιοῦσα πόλεμον καὶ ἐκπορευομένη εἰς παράταξιν εἰς πόλεμον καὶ εἰσπορευομένη εἰς παράταξιν εἰς ἀριθμόν, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν διὰ χειρὸς ᾿Ιεϊὴλ τοῦ γραμματέως καὶ Μαασίου τοῦ κριτοῦ, διὰ χειρὸς ᾿Ανανίου τοῦ διαδόχου τοῦ βασιλέως.

    Ὁ Ὀζίας εἶχεν ὠργανωμένην στρατιωτικὴν δύναμιν, ἐκπαιδευμένην καὶ ἐτοιμοπόλεμον. Ὁ στρατὸς αὐτὸς ἐξεστράτευε καὶ εἰσήρχετο εἰς τὴν παράταξιν τῆς μάχης, ἡ δὲ ἀρίθμησις τοῦ (ὀργανωμένου ἐκείνου στρατοῦ ἐγίνετο διὰ τοῦ γραμματέως Ἰεϊὴλ καὶ τοῦ δικαστοῦ (κατ' ἄλλην γραφήν: Τοῦ ἐπιτελικοῦ ἀξιωματικοῦ) Μαασία. Ὁ στρατὸς τοῦ Ὀζία εὑρίσκετο ὑπὸ τὴν διοίκησιν τοῦ Ἀνανία, ὁ ὁποῖος ἦταν ἕνας ἀπὸ τοὺς στρατηγοὺς τοῦ βασιλιᾶ.

  12. 12

    πᾶς ὁ ἀριθμὸς τῶν πατριαρχῶν τῶν δυνατῶν εἰς πόλεμον δισχίλιοι ἑξακόσιοι,

    Ὅλος ὁ ἀριθμὸς τῶν ἀρχηγῶν, τῶν ἐπὶ κεφαλῆς τοῦ στρατοῦ, ἦταν δύο χιλιάδες ἑξακόσιοι (2.600).

  13. 13

    καὶ μετ' αὐτῶν δύναμις πολεμικὴ τριακόσιαι χιλιάδες καὶ ἑπτακισχίλιοι καί πεντακόσιοι· οὗτοι οἱ ποιοῦντες πόλεμον ἐν δυνάμει ἰσχύος βοηθῆσαι τῷ βασιλεῖ ἐπὶ τοὺς ὑπεναντίους.

    Ὑπὸ τὶς διαταγές των ὑπῆρχε στρατιωτικὴ δύναμις τριακοσίων ἑπτὰ χιλιάδων πεντακοσίων (307.500) ἀνδρῶν. Οἱ ἀξιωματικοὶ καὶ οἱ στρατιῶται αὐτοὶ ἦσαν ἰσχυρὰ στρατιωτικὴ δύναμις, ἕτοιμη νὰ πολεμήσῃ ἀποτελεσματικῶς καὶ νὰ βοηθήσῃ τὸν βασιλιᾶ εἰς τὶς ἐξορμήσεις του κατὰ τῶν ἐχθρῶν.

  14. 14

    καὶ ἡτοίμασεν αὐτοῖς ᾿Οζίας πάσῃ τῇ δυνάμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ σφενδόνας εἰς λίθους.

    Ὁ βασιλιᾶς Ὀζίας ἐτοίμασε δι’ ὅλην αὐτὴν τὴν στρατιωτικὴν δύναμιν μακρὲς ἀσπίδες, ποὺ ἐσκέπαζαν ὅλον τὸ σῶμα, καὶ δόρατα καὶ περικεφαλαῖες καὶ θώρακες καὶ τόξα καὶ σφενδόνες, διὰ νὰ ρίχνουν πέτρες κατὰ τῶν ἐχθρῶν.

  15. 15

    καὶ ἐποίησεν ἐν ῾Ιερουσαλὴμ μηχανὰς μεμηχανευμένας λογιστοῦ τοῦ εἶναι ἐπὶ τῶν πύργων καὶ ἐπὶ τῶν γωνιῶν βάλλειν βέλεσι καὶ λίθοις μεγάλοις· καὶ ἠκούσθη ἡ κατασκευὴ αὐτῶν ἕως πόρρω, ὅτι ἐθαυμαστώθη τοῦ βοηθῆναι, ἕως οὗ κατίσχυσε.

    Ἐπίσης ὁ Ὀζίας κατεσκεύασεν εἰς τὴν Ἱερουσαλὴμ πολεμικὲς μηχανές, τὶς ὅποιες εἶχεν ἐφεύρει κάποιος μηχανικός, διὰ νὰ τοποθετηθοῦν ἐπάνω εἰς τοὺς πύργους καὶ εἰς τὶς γωνίες τοῦ τείχους καὶ ἀπὸ ἐκεῖ νὰ ἐκτοξεύουν βέλη καὶ λίθους μεγάλους κατὰ τῶν ἐχθρῶν. Ἡ φήμη τῆς κατασκευῆς τῶν πολεμικῶν αὐτῶν μηχανῶν διεδόθη παντοῦ, ἕως πολὺ μακριά, διότι ὁ Ὀζίας ἐβοηθήθη κατὰ θαυμαστὸν τρόπον ἀπὸ τὸν Θεόν, ὥστε να ἀποκτήσῃ τόσην καὶ τέτοιαν δύναμιν καὶ νὰ γίνῃ πολὺ ἰσχυρός.

  16. 16

    Καὶ ὡς κατίσχυσεν, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων.

    Ἀλλ’ ὅταν ὁ βασιλιᾶς Ὀζίας ἔγινε πολὺ ἰσχυρός, ὑψώθη ἀπὸ ἔπαρσιν καὶ ὑπερηφάνειαν ἡ καρδία του, ὥστε να ὁδηγηθῇ εἰς καταστροφήν. Ἐπροκάλεσε τὸν Κύριον, τὸν Θεόν, παρέβη τὸν ἅγιον Νόμον του καὶ ἐμπῆκε εἰς τὸν Ναὸν τοῦ Κυρίου, χωρὶς νὰ εἶναι ἱερεὺς καὶ ὅπου μόνον οἱ ἱερεῖς εἶχαν δικαίωμα νὰ εἰσέρχωνται, διὰ νὰ προσφέρῃ θυμίαμα εἰς τὸ θυσιαστήριον τῶν θυμιαμάτων.

  17. 17

    καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ ᾿Αζαρίας ὁ ἱερεὺς καὶ μετ' αὐτοῦ ἱερεῖς τοῦ Κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοὶ

    Τότε ὁ ἀρχιερεὺς Ἀζαρίας μαζὶ μὲ ὀγδόντα δυνατοὺς καὶ θαρραλέους ἱερεῖς τοῦ Κυρίου ἀκολούθησε πίσω ἀπὸ τὸν Ὀζίαν.

  18. 18

    καὶ ἔστησαν ἐπὶ ᾿Οζίαν τὸν βασιλέα καὶ εἶπαν αὐτῷ· οὐ σοί, ᾿Οζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλ' ἢ τοῖς ἱερεῦσιν υἱοῖς ᾿Ααρὼν τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἐκ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ.

    Αὐτοὶ ἀντεστάθησαν εἰς τὸν βασιλέα Ὀζίαν καὶ τοῦ εἶπαν: «Δὲν σοῦ ἐπιτρέπεται, Ὀζία, νὰ προσφέρῃς θυμίαμα εἰς τὸν Κύριον μέσα εἰς τὸν Ναόν· μόνον εἰς τοὺς ἱερεῖς, τοὺς ἀπογόνους τοῦ Ἀαρών, τοὺς ξεχωρισμένους καὶ καθιερωμένους, ἐπιτρέπεται νὰ προσφέρουν τὸ θυμίαμα αὐτό. Ἔβγα ἔξω ἀπὸ τὸν Ναόν, διότι ἐπροκάλεσες τὸν Θεὸν καὶ ἀπεμακρύνθης ἀπὸ τὸν Κύριον, καὶ τὸ τόλμημά σου αὐτὸ δὲν θὰ ἀποβῇ εἰς δόξαν ἰδικήν σου ἐκ μέρους τοῦ Κυρίου».

  19. 19

    καὶ ἐθυμώθη ᾿Οζίας, καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ, καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων.

    Ὁ Ὀζίας εἰς τὸ ἄκουσμα τοῦ ἐλέγχου αὐτοῦ ἐθύμωσεν, ἐνῷ ἐκρατοῦσε εἰς τὰ χέρια του τὸ θυμιατήριον, ἕτοιμος νὰ θυμιάσῃ εἰς τὸν Ναόν. Εὐθὺς ὅμως, μόλις ἐθύμωσεν ἐναντίον τῶν ἱερέων, ἡ λέπρα προσέβαλε καὶ ἀπλώθηκε εἰς τὸ μέτωπόν του, ἐμπρὸς εἰς τοὺς ἱερεῖς, μέσα εἰς τὸν Ναὸν τοῦ Κυρίου, ἐκεῖ κοντὰ εἰς τὸ θυσιαστήριον τῶν θυμιαμάτων.

  20. 20

    καὶ ἐπέστρεψε πρὸς αὐτὸν ᾿Αζαρίας ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ· καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν Κύριος.

    Ὁ ἀρχιερεὺς Ἀζαρίας καὶ οἱ ἄλλοι ἱερεῖς ἐστράφησαν πρὸς τὸν Ὀζίαν καὶ τὸν ἐκυτταξαν, καὶ νά! Ὃ Ὄζιας ἦταν λεπρὸς εἲς τὸ μέτωπον! Καὶ ἀμέσως τὸν ἔβγαλαν γρήγορα - γρήγορα ἀπὸ ἐκεῖ, ἀλλὰ καὶ αὐτὸς ὁ ἴδιος ἐβιάσθη νὰ βγῇ γρήγορα - γρήγορα ἀπὸ τὸν Ναόν, διότι τὸν ἐτιμώρησεν ὁ Κύριος.

  21. 21

    καὶ ᾿Οζίας ὁ βασιλεὺς ἦν λεπρὸς ἕως ἡμέρας τῆς τελευτῆς αὐτοῦ, καὶ ἐν οἴκῳ ἀφφουσὼθ ἐκάθητο λεπρός, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου Κυρίου· καὶ ᾿Ιωάθαμ ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς βασιλείας αὐτοῦ κρίνων τὸν λαὸν τῆς γῆς.

    Ἔτσι ὁ βασιλιᾶς Ὀζίας ἦταν λεπρὸς μέχρι τῆς ἡμέρας τοῦ θανάτου του, καὶ ὡς λεπρὸς ἑκατοικοῦσε εἰς ἰδιαίτερον ἀπομονωμένον σπίτι, διότι εἶχεν ἀποκοπὴ καὶ ἀποκλεισθῇ πλέον ἀπὸ τὸν Ναὸν τοῦ Κυρίου. Καὶ ὁ Ἰωαθάμ, ὁ υἱὸς τοῦ Ὀζία, ὁ ὁποῖος ἔμενε καὶ διοικοῦσε τὸ ἀνάκτορόν του, ἐκυβερνοῦσε καὶ ἔκρινε τὸν λαὸν τῆς χώρας ὡς ἀντιβασιλιάς.

  22. 22

    καὶ οἱ λοιποὶ λόγοι ᾿Οζίου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ὑπὸ ᾿Ιεσσίου τοῦ προφήτου.

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Ὀζία, τὰ πρῶτα μέχρι τὰ τελευταῖα (ἡ ἱστορία του ἀπ ’ ἀρχῆς μέχρι τέλους), εἶναι γραμμένα ἀπὸ τὸν προφήτην Ἰεσσίαν.

  23. 23

    καὶ ἐκοιμήθη ᾿Οζίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ πεδίῳ τῆς ταφῆς τῶν βασιλέων, ὅτι εἶπαν ὅτι λεπρός ἐστι. καὶ ἐβασίλευσεν ᾿Ιωάθαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

    Καὶ ἀπέθανεν ὁ Ὀζίας καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του, καὶ τὸν ἔθαψαν μαζὶ μὲ τοὺς προπάτορές του ὄχι εἰς τοὺς ἰδίους τάφους, ἀλλ’ εἰς τὸν χῶρον, τὸ οἰκόπεδον, ὅπου ἐθάπτοντο οἱ βασιλεῖς· ἐδικαιολόγησαν δὲ τὴν μὲ αὐτὸν τὸν τρόπον ταφήν, διότι εἶπαν «εἶναι λεπρός». Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἰωάθαμ, ὁ υἱός του.