Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 27

8 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΥΙΟΣ εἴκοσι καὶ πέντε ἐτῶν ᾿Ιωάθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ῾Ιερουσὰ θυγάτηρ Σαδώκ.

    Όταν ὁ Ἰωαθαμ ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον, ἦταν εἴκοσι πέντε ἐτῶν ἐβασίλευσε δὲ ἐπὶ δεκαέξι χρόνια μὲ ἔδραν τὴν Ἱερουσαλήμ. Τὸ ὄνομα τῆς μητέρας του ἦταν Ἱερουσά, αὐτὴ δὲ ἦταν κόρη τοῦ Σαδώκ.

  2. 2

    καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ἃ ἐποίησεν ᾿Οζίας ὁ πατὴρ αὐτοῦ, ἀλλ' οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, καὶ ἔτι ὁ λαὸς κατεφθείρετο.

    Ὁ Ἰωαθὰμ ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου εἰς ὅλα, κατὰ τὸ παράδειγμα τοῦ βασιλιᾶ Ὀζία, τοῦ πατέρα του. Ὅμως ὁ Ἰωάθαμ δὲν ἐμπῆκε παρανόμως εἰς τὸν Ναὸν τοῦ Κυρίου, ὅπως ἔκαμεν ὁ πατέρας του. Παρ’ ὅλον τοῦτο ὁ λαὸς συνέχιζεν ἀκόμη νὰ διαφθείρεται μὲ τὴν εἰδωλολατρίαν.

  3. 3

    αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ὑψηλὴν καὶ ἐν τείχει τοῦ ᾿Οφλὰ ᾠκοδόμησε πολλά· καὶ πόλεις ᾠκοδόμησεν

    Ὁ βασιλιᾶς Ἰωάθαμ ἦταν ἐκεῖνος, ποὺ ἔκτισε τὴν Ὑψηλὴν (Βορείαν) πύλην τὸν Ναοῦ τὸν Κυρίου καὶ ἔκαμεν ἐκτεταμένες οἰκοδομικὲς ἐργασίες εἰς τὰ τείχη τῆς περιοχῆς τῆς Ἱερουσαλήμ, ποὺ ὀνομάζεται Ὀφλά. Ἔκτισεν ἐπίσης πόλεις

  4. 4

    ἐν ὄρει ᾿Ιούδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους.

    εἰς τὴν ὀρεινὴν περιοχὴν τοῦ βασιλείου τοῦ Ἰούδα, ὅπως ἐπίσης ὀχυρὲς κατοικίες (φρούρια) καὶ πύργους εἰς τὶς δασώδεις περιοχές.

  5. 5

    αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν ᾿Αμμὼν καὶ κατίσχυσεν ἐπ' αὐτόν· καὶ ἐδίδουν αὐτῷ οἱ υἱοὶ ᾿Αμμὼν καὶ κατ' ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς υἱῶν ᾿Αμμὼν κατ' ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ.

    Ὁ Ἰωάθαμ ἐπολέμησε κατὰ τοῦ βασιλιᾶ τῶν Ἀμμωνιτῶν καὶ τὸν ἐνίκησεν. Οἱ ἡττημένοι Ἀμμωνῖται ὑπεχρεώθησαν νὰ πληρώνουν εἰς τὸν Ἰωάθαμ κάθε χρόνον ἑκατὸν ἀργυρὰ τάλαντα, δέκα χιλιάδες κόρους σιταριοῦ καὶ δέκα χιλιάδες κόρους κριθαριοῦ. Τὸν φόρον αὐτὸν ὑποτελείας του τὸν ἐπλήρωνεν ὁ βασιλιᾶς τῶν Ἀμμωνιτῶν κάθε χρόνον, ἀλλὰ μόνον κατὰ τὸ πρῶτον, τὸ δεύτερον καὶ τὸ τρίτον ἔτος. Δηλαδὴ ἐπὶ τρία μόνον χρόνια.

  6. 6

    καὶ κατίσχυσεν ᾿Ιωάθαμ, ὅτι ἡτοίμασε τὰς ὁδοὺς αὐτοῦ ἐναντίον Κυρίου Θεοῦ αὐτοῦ.

    Ὁ Ἰωάθαμ αὔξησε τὴν δύναμίν του, διότι ἐτήρησεν ἀκλόνητον στάσιν ἔναντι τῶν ἐντολῶν τοῦ Κυρίου, τοῦ Θεοῦ του, εἰς τὸν ὁποῖον ὑπήκουε μὲ πιστότητα καὶ ἀφοσίωσιν.

  7. 7

    καὶ οἱ λοιποὶ λόγοι ᾿Ιωάθαμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων ᾿Ιούδα καὶ ᾿Ισραήλ.

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Ἰωάθαμ, οἱ πόλεμοί του καὶ οἱ πολιτικὲς δραστηριότητές του, νά· ὅλα αὐτὰ εἶναι γραμμένα εἰς τὸ βιβλίον τῶν βασιλέων τοῦ Ἰούδα καὶ τοῦ Ἰσραήλ.

  8. 9

    καὶ ἐκοιμήθη ᾿Ιωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ῎Αχαζ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

    Ἀπέθανεν ὁ βασιλιᾶς Ἰωάθαμ καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ ἐτάφη εἰς τὴν πόλιν τοῦ Δαβίδ, τὴν Ἱερουσαλήμ. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἄχαζ, ὁ υἱός του.