Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 24

27 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΩΝ ἐτῶν ἑπτὰ ᾿Ιωὰς ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Σαβιὰ ἐκ Βηρσαβεέ.

    Ο Ἰωὰς εἶχεν ἡλικίαν ἑπτὰ ἐτῶν, ὅταν ἔγινε βασιλιᾶς τὸν κράτους τοῦ Ἰούδα, ἐβασίλευσε δὲ σαράντα χρόνια μὲ ἔδραν τὴν Ἱερουσαλήμ. Ἡ μητέρα του ὠνομάζετο Σαβιὰ καὶ κατήγετο ἀπὸ τὴν Βηρσαβεέ.

  2. 2

    καὶ ἐποίησεν ᾿Ιωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας ᾿Ιωδαὲ τοῦ ἱερέως.

    Ὁ βασιλιᾶς Ἰωὰς ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου ὅλες τὶς ἡμέρες, κατὰ τὶς ὁποῖες ἐζοῦσε ὁ ἀρχιερεὺς Ἰωδαέ.

  3. 3

    καὶ ἔλαβεν ᾿Ιωδαέ δύο γυναῖκας ἑαυτῷ, καὶ ἐγέννησαν υἱοὺς καὶ θυγατέρας.

    Ὁ Ἰωδαὲ ἐξέλεξε δύο συζύγους διὰ τὸν Ἰωάς, οἱ ὁποῖες ἐγέννησαν εἰς αὐτὸν υἱοὺς καὶ θυγατέρες.

  4. 4

    καὶ ἐγένετο μετά ταῦτα καί ἐγένετο ἐπὶ καρδίαν ᾿Ιωὰς ἐπισκευάσαι τὸν οἶκον Κυρίου.

    Μετὰ ἀπὸ αὐτὰ συνέβη τοῦτο: Ὁ Ἰωὰς ἀπεφάσισε νὰ ἐπισκευάσῃ τὸν Ναὸν τοῦ Κυρίου.

  5. 5

    καὶ συνήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ εἶπεν αὐτοῖς· ἐξέλθατε εἰς τὰς πόλεις ᾿Ιούδα καὶ συναγάγετε ἀπὸ παντὸς ᾿Ισραὴλ ἀργύριον κατισχῦσαι τὸν οἶκον Κυρίου ἐνιαυτὸν κατ' ἐνιαυτὸν καὶ σπεύσατε λαλῆσαι· καὶ οὐκ ἔσπευσαν οἱ Λευῖται.

    Διὰ τοῦτο συνεκέντρωσε τοὺς ἱερεῖς καὶ τοὺς Λευῖτες καὶ τοὺς εἶπε: «Πηγαίνετε ἔξω εἰς τὶς πόλεις τοῦ βασιλείου τοῦ Ἰούδα καὶ μαζέψετε ἀπὸ ὅλον τὸν Ἰσραηλιτικὸν λαὸν χρήματα διὰ τὶς ἐτήσιες ἐπισκευὲς τοῦ Ναοῦ τοῦ Κυρίου. Κάμετε δὲ τὸ ἔργον αὐτὸ γρήγορα καὶ μὲ προθυμίαν». Ὅμως οἱ Λευῖται δὲν ἐνήργησαν γρήγορα καὶ δὲν ἐκινητοποιήθησαν πρόθυμα.

  6. 6

    καὶ ἐκάλεσεν ὁ βασιλεὺς ᾿Ιωὰς τὸν ᾿Ιωδαέ τὸν ἄρχοντα καὶ εἶπεν αὐτῷ· διατί οὐκ ἐπεσκέψω περὶ τῶν Λευιτῶν τοῦ εἰσενέγκαι ἀπὸ ᾿Ιούδα καὶ ῾Ιερουσαλὴμ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ, ὅτι ἐξεκκλησίασε τὸν ᾿Ισραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου;

    Διὰ τοῦτο ὁ βασιλιᾶς Ἰωὰς ἐκάλεσε τὸν Ἰωδαέ, τὸν ἀρχηγὸν των, καὶ τοῦ εἶπε: «Διατὶ δὲν ἐμερίμνησες καὶ δὲν ἐπέμεινες εἰς τοὺς Λευῖτες, ὥστε νὰ συλλέξουν καὶ νὰ φέρουν ἀπὸ τὴν περιοχὴν τοῦ βασιλείου τοῦ Ἰούδα καὶ τῆς Ἱερουσαλὴμ τὸν φόρον, ποὺ καθωρίσθη διὰ τοὺς Ἰσραηλῖτες ἀπὸ τὸν Μωϋσῆ, τὸν ἄνθρωπον τοῦ Θεοῦ, ὅταν εἶχε συγκεντρώσει τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν Σκηνὴν τοῦ Μαρτυρίου;»

  7. 7

    ὅτι Γοθολία ἦν ἡ ἄνομος, καὶ οἱ υἱοὶ αὐτῆς κατέσπασαν τὸν οἶκον τοῦ Θεοῦ· καὶ γὰρ τὰ ἅγια οἴκου Κυρίου ἐποίησαν ταῖς Βααλίμ.

    (Διότι ἡ ἄνομος γυναῖκα Γοθολία, καθὼς καὶ οἱ υἱοί της ἦσαν ἐκεῖνοι, οἱ ὁποῖοι ἐπροξένησαν σοβαρὲς καταστροφὲς εἰς τὸν Ναὸν τοῦ Θεοῦ· ἐκεῖνοι ἦσαν, οἱ ὁποῖοι καὶ αὐτὰ τὰ ἱερὰ σκεύη καὶ ἀφιερώματα τοῦ Ναοῦ τοῦ Κυρίου τὰ ἐχρησιμοποίησαν διὰ τὴν λατρείαν τοῦ Βάαλ).

  8. 8

    καὶ εἶπεν ὁ βασιλεύς· γενηθήτω γλωσσόκομον καὶ τεθήτω ἐν πύλῃ οἴκου Κυρίου ἔξω·

    Καὶ ὁ βασιλιᾶς διέταξεν: «Ἂς κατασκευασθῇ ἕνα κιβώτιον καὶ ἂς τοποθετηθῇ ἔξω ἀπὸ τὴν πύλην τοῦ Ναοῦ τοῦ Κυρίου.

  9. 9

    καὶ κηρυξάτωσαν ἐν ᾿Ιούδᾳ καὶ ἐν ῾Ιερουσαλὴμ εἰσενέγκαι Κυρίῳ, καθὼς εἶπε Μωυσῆς παῖς τοῦ Θεοῦ ἐπὶ τὸν ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ.

    Καὶ ἂς διαμηνυθῇ εἰς ὅλον τὸν λαὸν τοῦ βασιλείου τοῦ Ἰούδα καὶ τῆς Ἱερουσαλὴμ ὅτι πρέπει καθένας νὰ εἰσφέρῃ εἰς τὸν Κύριον τὸν φόρον, τὸν ὁποῖον καθώρισεν ὁ Μωυσῆς, ὁ δοῦλος τοῦ Θεοῦ, εἰς τοὺς Ἰσραηλίτες, ὅταν αὐτοὶ εὑρίσκοντο εἰς τὴν ἔρημον».

  10. 10

    καὶ ἔδωκαν πάντες ἄρχοντες καὶ πᾶς ὁ λαὸς καὶ εἰσέφερον καὶ ἐνέβαλλον εἰς τὸ γλωσσόκομον, ἕως οὗ ἐπληρώθη,

    Καὶ ὅλοι οἱ ἀξιωματοῦχοι καὶ οἱ ἡγέται, ὅπως ἐπίσης καὶ ὅλος ὁ λαὸς προσέφεραν εὐχαρίστως καὶ ἔρριπταν εἰς τὸ κιβώτιον, μέχρις ὅτου αὐτὸ ἐγέμισε.

  11. 11

    καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν Λευιτῶν καὶ ὡς εἶδον ὅτι ἐπλεόνασε τὸ ἀργύριον, καὶ ἦλθεν ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐξεκένωσαν τὸ γλωσσόκομον καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ· οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας καὶ συνήγαγον ἀργύριον πολύ.

    Συνέβαινε δὲ τοῦτο: Ὅταν οἱ Λευῖται μετέφεραν τὸ κιβώτιον τῶν φόρων εἰς τοὺς ἐπόπτες τοῦ βασιλιᾶ δι' ἔλεγχον, καὶ ὅταν αὐτοὶ ἔβλεπαν ὅτι τὸ κιβώτιον περιεῖχε μεγάλο ποσὸν χρημάτων, ἤρχοντο ὁ γραμματεὺς τοῦ βασιλιᾶ καὶ ὁ ἀντιπρόσωπος τοῦ ἀρχιερέως, ἄδειαζαν τὸ κιβώτιον καὶ τὸ ἐπέστρεφαν πάλιν καὶ τὸ ἐτοποθετοῦσαν εἰς τὴν θέσιν του. Αὐτὸ ἔκαμναν ἀπὸ τῆς μιᾶς ἡμέρας εἰς τὴν ἄλλην καὶ ἔτσι συνεκέντρωσαν μεγάλο ποσὸν χρημάτων.

  12. 12

    καὶ ἔδωκεν αὐτὸ ὁ βασιλεὺς καὶ ᾿Ιωδαὲ ὁ ἱερεὺς τοῖς ποιοῦσι τὰ ἔργα εἰς ἐργασίαν οἴκου Κυρίου, καὶ ἐμισθοῦντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἶκον Κυρίου καὶ χαλκεῖς σιδήρου καὶ χαλκοῦ ἐπισκευάσαι τὸν οἶκον Κυρίου.

    Ὁ βασιλιᾶς Ἰωὰς καὶ ὁ ἀρχιερεὺς Ἰωδαὲ ἔδωκαν τὸ ποσόν, ποὺ εἶχε συγκεντρωθῆ, εἰς ἐκείνους, οἱ ὁποῖοι εἶχαν τὴν εὐθύνην διὰ τὰ ἔργα τῆς ἐπισκευῆς τοῦ Ναοῦ τοῦ Κυρίου· αὐτοὶ δὲ ἐμίσθωναν λατόμους, οἰκοδόμους καὶ ξυλουργοὺς διὰ τὴν ἐπισκευὴν τοῦ Ναοῦ τοῦ Κυρίου· ἐπίσης σιδηρουργοὺς καὶ χαλκουργοὺς διὰ τὴν ἐπισκευὴν τοῦ Ναοῦ τοῦ Κυρίου.

  13. 13

    καὶ ἐποίουν οἱ ποιοῦντες τὰ ἔργα, καὶ ἀνέβη μῆκος τῶν ἔργων ἐν χερσὶν αὐτῶν καὶ ἀνέστησαν τὸν οἶκον Κυρίου ἐπὶ τὴν στάσιν αὐτοῦ καὶ ἐνίσχυσαν.

    Οἱ τεχνῖται καί οἰ ἐργάται εἰργάζοντο ἐντατικὰ τὰ ἔργα τῆς ἐπισκευῆς, καὶ τὰ ἔργα τῆς ἐπιδιορθώσεως ἐπροχωροῦσαν καλὰ εἰς τὰ χέρια των. Καὶ ἀποκατέστησαν τὸν Ναὸν τοῦ Κυρίου καὶ τὸν ἐπανέφεραν εἰς τὴν ἀρχικήν του κατάστασιν, τὸν ἀνεκαίνισαν καὶ τὸν ἐστερέωσαν.

  14. 14

    καὶ ὡς συνετέλεσαν, ἤνεγκαν πρὸς τὸν βασιλέα καὶ πρὸς ᾿Ιωδαὲ τὸ κατάλοιπον τοῦ ἀργυρίου, καὶ ἐποίησαν σκεύη εἰς οἶκον Κυρίου, σκεύη λειτουργικὰ ὁλοκαυτωμάτων καὶ θυΐσκας χρυσᾶς καὶ ἀργυρᾶς· καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις ἐν οἴκῳ Κυρίου διαπαντὸς πάσας τὰς ἡμέρας ᾿Ιωδαέ.

    Ὅταν δὲ ὠλοκλήρωσαν τὸ ἔργον των, ἔφεραν τὸ ὑπόλοιπον χρηματικὸν ποσὸν εἰς τὸν βασιλιᾶ Ἰωὰς καὶ εἰς τὸν Ἰωδαέ, οἱ ὁποῖοι κατεσκεύασαν μὲ αὐτὸ ἱερὰ σκεύη διὰ τὴν λατρείαν τοῦ Θεοῦ εἰς τὸν Ναὸν τοῦ Κυρίου. Κατεσκεύασαν σκεύη διὰ τὶς θυσίες τῶν ὁλοκαυτωμάτων καὶ μικρὰ θυμιατήρια χρυσᾶ καὶ ἀργυρά. Ἔτσι προσέφεραν θυσίες ὁλοκαυτωμάτων εἰς τὸν Ναὸν τοῦ Κυρίου συνεχῶς, καθ' ὅλην τὴν διαρκειαν τῆς ζωῆς τοῦ Ἰωδαέ.

  15. 15

    Καὶ ἐγήρασεν ᾿Ιωδαὲ πλήρης ἡμερῶν καὶ ἐτελεύτησεν ὢν ἑκατὸν καὶ τριάκοντα ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν·

    Ὁ Ἰωδαὲ ἐγήρασεν, ἀφοῦ ἔζησε ζωὴν μακρὰν καὶ γεμάτην ἀπὸ πολλὰ ἀγαθά, καὶ ἀπέθανεν ὅταν ἀπέθανεν, εἶχεν ἡλικίαν ἑκατὸν τριάντα (130) ἐτῶν.

  16. 16

    καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ μετὰ τῶν βασιλέων, ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ ᾿Ισραὴλ καὶ μετὰ τοῦ Θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ.

    Καὶ τὸν ἔθαψαν εἰς τὴν πόλιν τοῦ Δαβὶδ μαζὶ μὲ τοὺς βασιλεῖς, διότι εἶχε προσφερεῖ ἀγαθὲς καὶ πολύτιμες ὑπηρεσίες εἰς τὸν Ἰσραηλιτικὸν λαόν, εἰς τὸν Θεὸν καὶ εἰς τὸν Ναόν του.

  17. 17

    καὶ ἐγένετο μετὰ τὴν τελευτὴν ᾿Ιωδαὲ εἰσῆλθον οἱ ἄρχοντες ᾿Ιούδα καὶ προσεκύνησαν τὸν βασιλέα· τότε ἐπήκουσεν αὐτοῖς ὁ βασιλεύς.

    Ἀλλὰ μετὰ τὸν θάνατον τοῦ Ἰωδαὲ οἱ (εἰδωλολάτραι) ἀρχηγοὶ καὶ ἐπίσημοι τοῦ βασιλείου τοῦ Ἰούδα παρουσιάσθησαν εἰς τὸν βασιλιᾶ καὶ τὸν ἐπροσκύνησαν. Ὁ δὲ βασιλιᾶς ἐδέχθη μὲ εὐμένειαν τὶς εἰσηγήσεις, ποὺ τοῦ ἔκαμαν.

  18. 18

    καὶ ἐγκατέλιπον τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων αὐτῶν καὶ ἐδούλευον ταῖς ᾿Αστάρταις καὶ τοῖς εἰδώλοις· καὶ ἐγένετο ὀργὴ ἐπὶ ᾿Ιούδαν καὶ ἐπὶ ῾Ιερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ταύτῃ.

    Ἔτσι αὐτοὶ ἔπαυσαν νὰ λατρεύουν τὸν ἀληθινὸν Θεὸν εἰς τὸν Ναὸν τοῦ Κυρίου, τοῦ Θεοῦ τῶν πατέρων των, καὶ ἐλάτρευαν τὰ εἴδωλα τῆς βδελυκτῆς Ἀστάρτης (Ἀφροδίτης τῶν Χαναναίων) καὶ τὰ εἴδωλα ἄλλων θεῶν. Ἡ μεγάλη αὐτὴ ἁμαρτία καὶ ἀποστασία ἔγινε ἀφορμὴ νὰ ξεσπάσῃ ὀργὴ τοῦ Θεοῦ ἐναντίον τοῦ βασιλείου τοῦ Ἰούδα καὶ ἐναντίον τῆς Ἱερουσαλὴμ κατὰ τὴν ἡμέραν ἐκείνην.

  19. 19

    καὶ ἀπέστειλε πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς Κύριον, καὶ οὐκ ἤκουσαν· καὶ διεμαρτύρατο αὐτοῖς, καὶ οὐχ ὑπήκουσαν.

    Παρ’ ὅλα αὐτὰ ὁ Θεὸς ἔστειλεν εἰς αὐτοὺς προφῆτες, διὰ νὰ τοὺς παρακινήσουν νὰ μετανοήσουν καὶ νὰ ἐπιστρέφουν εἰς τὸν Κύριον· αὐτοὶ ὅμως δὲν ἐδέχθησαν τὸ προφητικὸν κήρυγμα τῆς μετανοίας. Ἀκόμη οἱ προφῆται προέβησαν εἰς ἔντονες διαμαρτυρίες καὶ προτροπὲς πρὸς αὐτούς· ὅμως αὐτοὶ καὶ πάλιν δὲν ὑπήκουσαν.

  20. 20

    καὶ πνεῦμα Θεοῦ ἐνέδυσε τὸν ᾿Αζαρίαν τὸν τοῦ ᾿Ιωδαὲ τὸν ἱερέα καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπε· τάδε λέγει Κύριος· τί παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε, ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς.

    Τότε τὸ Πνεῦμα τοῦ Κυρίου ἐκυρίευσεν ὅλην τὴν ὕπαρξιν τοῦ Ἀζαρία (κατὰ τὸ Ἑβραϊκὸν κείμενον: Τὸν Ζαχαρία), τοῦ υἱοῦ τοῦ ἀρχιερέως Ἰωδαέ, τὸν ἐφώτισε, τὸν ἐχαρίτωσε, τὸν εὐλόγησε καὶ τοῦ ἔδωκε τὴν δύναμιν, ὥστε ἐσηκώθη καὶ ἐστάθη ὄρθιος ἐνώπιον τὸν λαὸν καὶ εἶπεν: «Αὐτὰ λέγει ὁ Κύριος: Διατὶ ἁμαρτάνετε καὶ παραβαίνετε τὶς ἐντολὲς τοῦ Κυρίου; Δὲν πρόκειται λοιπὸν νὰ εὐτυχήσετε, διότι ἐγκατελείψατε τὸν Κύριον, καὶ ὁ Κύριος θὰ σᾶς ἐγκαταλείψῃ».

  21. 21

    καὶ ἐπέθεντο αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὸν δι' ἐντολῆς ᾿Ιωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου.

    Τότε συνωμότησαν ἐναντίον τοῦ Ἀζαρία, τοῦ ἐπετέθησαν καὶ τὸν ἐλιθοβόλησαν εἰς τὴν αὐλὴν τὸν Ναοῦ τοῦ Κυρίου, κατόπιν ἐντολῆς τὸν βασιλιᾶ Ἰωάς.

  22. 22

    καὶ οὐκ ἐμνήσθη ᾿Ιωὰς τοῦ ἐλέους, οὗ ἐποίησεν ᾿Ιωδαὲ ὁ πατὴρ αὐτοῦ μετ' αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνησκεν, εἶπεν· ἴδοι Κύριος καὶ κρινάτω.

    Καὶ ὁ Ἰωὰς ἐλησμόνησε τὴν ἀγάπην, τὴν ἀφοσίωσιν καὶ τὶς πρόθυμες ὑπηρεσίες, ποὺ προσέφερεν εἰς αὐτὸν ὁ Ἰωδαέ, ὁ πατέρας τοῦ Ἀζαρία, καὶ ἐθανάτωσε τὸν υἱόν του, τὸν Ἀζαρίαν. Τὴν ὥραν δὲ ποὺ ὁ λιθοβολούμενος Ἀζαρίας ἀπέθνησκεν, εἶπεν: «Εἴθε ὁ Κύριος νὰ ἰδῇ τὴν ἀδικίαν, ποὺ κάμνετε, καὶ ἂς τιμωρήσῃ Ἐκεῖνος τὴν ἀδικίαν αὐτήν».

  23. 23

    καὶ ἐγένετο μετὰ τὴν συντέλειαν τοῦ ἐνιαυτοῦ ἀνέβη ἐπ' αὐτὸν δύναμις Συρίας καὶ ἦλθεν ἐπὶ ᾿Ιούδαν καὶ ἐπὶ ῾Ιερουσαλὴμ καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας τοῦ λαοῦ ἐν τῷ λαῷ καὶ πάντα τά σκῦλα αὐτῶν ἀπέστειλαν τῷ βασιλεῖ Δαμασκοῦ·

    Συνέβη δὲ τοῦτο: Μετὰ τὸ τέλος τοῦ ἔτους ἐκεῖνου (τοῦ Ἰουδαϊκοῦ πολιτικοῦ ἔτους, δηλαδὴ τὴν ἐποχὴν τοῦ ἰδικοῦ μας φθινοπώρου) ἀνέβη καὶ ἐπετέθη ἐναντίον τοῦ Ἰωὰς Συριακὸς στρατός. Ὁ στρατὸς αὐτὸς ἐπετέθη ἐναντίον τοῦ βασιλείου τοῦ Ἰούδα καὶ ἐναντίον τῆς Ἱερουσαλὴμ καὶ ἔσφαξαν ὅλους τοὺς μεταξὺ τοῦ λαοῦ ἀξιωματικοὺς καὶ ἐπισήμους ἄρχοντες τοῦ λαοῦ καὶ ἔστειλαν τὶς μεγάλες ποσότητες λαφύρων, ποὺ σννεκέντρωσαν, εἰς τὸν βασιλιᾶ τῆς Δαμασκοῦ.

  24. 24

    ὅτι ἐν ὀλίγοις ἀνδράσι παρεγένετο δύναμις Συρίας, καὶ ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν δύναμιν πολλὴν σφόδρα, ὅτι ἐγκατέλιπον Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν· καὶ μετὰ ᾿Ιωὰς ἐποίησε κρίματα.

    Παρ’ ὅλον ὅτι ἡ στρατιωτικὴ δύναμις εἰσβολῆς τῶν Σύρων εἰς τὴν Ἰουδαίαν ἦταν ὀλιγάριθμος, ἐν τούτοις ὁ Θεὸς ἐπέτρεψε νὰ νικήσουν, καὶ παρέδωκεν εἰς τὰ χέρια των πολὺ μεγάλην Ἰουδαϊκὴν στρατιωτικὴν δύναμιν, διότι οἱ Ἰουδαῖοι ἐγκατέλειψαν τὸν Κύριον, τὸν Θεὸν τῶν πατέρων των. Μὲ αὐτὸν τὸν τρόπον ὁ στρατὸς τῆς Συρίας ἐτιμώρησε τὶς ἀδικίες καὶ τὴν ἀποστασίαν τοῦ Ἰωάς.

  25. 25

    καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπ' αὐτοῦ, ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ ᾿Ιωδαέ τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων.

    Ὅταν οἱ Σύροι, ποὺ εἰσέβαλαν, ὑπεχώρησαν καὶ ἐπέστρεψαν εἰς τὴν χώραν των, ἐγκατέλειψαν τὸν Ἰωὰς μὲ πολλὲς καὶ σοβαρὲς πληγές (κατ’ ἄλλους: Βαριὰ ἄρρωστον). Τότε οἱ δοῦλοι (κατ’ ἄλλην ἑρμηνείαν: Ἀξιωματοῦχοι) του συνωμότησαν ἐναντίον του, διὰ νὰ ἐκδικηθοῦν τὸ αἷμα τοῦ υἱοῦ τοῦ ἀρχιερέως Ἰωδαέ, καὶ ἐσκότωσαν τὸν Ἰωὰς ἐπάνω εἰς τὸ κρεββάτι του· καὶ ὁ Ἰωὰς ἀπέθανεν. Οἱ Ἰουδαῖοι ἔθαψαν τὸν Ἰωὰς εἰς τὴν πόλιν τοῦ Δαβίδ, ὄχι ὅμως καὶ εἰς τὸν τάφον τῶν βασιλέων.

  26. 26

    καὶ οἱ ἐπιθέμενοι ἐπ' αὐτὸν Ζαβὲδ ὁ τοῦ Σαμαὰθ ὁ ᾿Αμμανίτης καὶ ᾿Ιωζαβὲδ ὁ τοῦ Σομαρὼθ ὁ Μωαβίτης

    Αὐτοὶ ποὺ ἐπετέθησαν ἐναντίον του καὶ τὸν ἐδολοφήνησαν, ἦσαν ὁ Ζαβέδ, ὁ υἱὸς τοῦ Σαμαὰθ ὁ Ἀμμανίτης, καὶ ὁ Ἰωζαβέδ, ὁ υἱὸς τοῦ Σομαρὼθ ὁ Μωαβίτης.

  27. 27

    καὶ οἱ υἱοὶ αὐτοῦ πάντες, καὶ προσῆλθον αὐτῷ οἱ πέντε. καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τῶν βασιλέων· καὶ ἐβασίλευσεν ᾿Αμασίας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

    Αὐτοὶ ποὺ ἐτοίμασαν τὴν συνωμοσίαν καὶ τὴν δολοφονίαν, ἦσαν ὅλοι οἱ υἱοὶ τοῦ Ἰωάς, καὶ ἰδίως πέντε ἀπὸ αὐτοὺς ἔλαβαν μέρος εἰς τὴν συνωμοσίαν. Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Ἰωάς, ὅλα αὐτά, νά· εἶναι γραμμένα εἰς τὰ «Ἀπομνημονεύματα (ἢ τὸ Ὑπόμνημα) τοῦ βιβλίου τῶν βασιλέων». Ἐβασίλευσε δὲ ὡς διάδοχος τοῦ Ἰωὰς ὁ Ἀμασίας, ὁ υἱός του.