Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 23

21 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ ἐν τῷ ἔτει τῷ ὀγδόῳ ἐκραταίωσεν ᾿Ιωδαὲ καὶ ἔλαβε τοὺς ἑκατοντάρχους, τὸν ᾿Αζαρίαν υἱὸν ᾿Ιωρὰμ καὶ τὸν ᾿Ισμαὴλ υἱὸν ᾿Ιωανὰν καὶ τὸν ᾿Αζαρίαν υἱὸν ᾿Ωβὴδ καὶ τὸν Μαασαίαν υἱὸν ᾿Αδαΐα καὶ τὸν ᾿Ελισαφὰν υἱὸν Ζαχαρίου, μεθ' ἑαυτοῦ εἰς οἶκον Κυρίου.

    Κατὰ τὸ ὄγδοον ἔτος τῆς βασιλείας τῆς Γοθολίας ὁ ἀρχιερεὺς Ἰωδαὲ ἐνεδυναμώθη καὶ ἀπεφάσισεν ὅτι ἦταν καιρὸς να ἐπέμβῃ. Ἔστειλεν ἀπεσταλμένους καὶ ἐκάλεσε κοντά του εἰς τὸν Ναὸν τοῦ Κυρίου τοὺς ἑκατοντάρχους: Τὸν Ἀζαρίαν, υἱὸν τοῦ Ἰωράμ, καὶ τὸν Ἰσμαήλ, υἱὸν τοῦ Ἰωανάν, καὶ τὸν Ἀζαρίαν, υἱὸν τοῦ Ὠβήδ, καὶ τὸν Μαασαίαν, υἱὸν τοῦ Ἀδαΐα, καὶ τὸν Ἐλισαφάν, υἱὸν τοῦ Ζαχαρία.

  2. 2

    καὶ ἐκύκλωσαν τὸν ᾿Ιούδαν καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασῶν τῶν πόλεων ᾿Ιούδα καὶ ἄρχοντας πατριῶν τοῦ ᾿Ισραήλ, καὶ ἦλθον εἰς ῾Ιερουσαλήμ.

    Αὐτοὶ περιῆλθαν ὅλον τὸ βασίλειον τοῦ Ἰούδα καὶ ἐμάζευσαν ὅλους τοὺς Λευῖτες ἀπὸ ὅλες τὶς πόλεις τοῦ βασιλείου τοῦ Ἰούδα καὶ τοὺς ἀρχηγοὺς τῶν πατριαρχικῶν φυλῶν τοῦ Ἰσραήλ (=τοῦ Ἰούδα) καὶ ὅλοι μαζὶ ἦλθαν εἰς τὴν Ἱερουσαλήμ.

  3. 3

    καὶ διέθεντο πᾶσα ἡ ἐκκλησία ᾿Ιούδα διαθήκην ἐν οἴκῳ τοῦ Θεοῦ μετὰ τοῦ βασιλέως, καὶ ἔδειξεν αὐτοῖς τὸν υἱὸν τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς· ἰδοὺ ὁ υἱὸς τοῦ βασιλέως βασιλευσάτω, καθὼς ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Δαυίδ.

    Ὅλη δὲ ἐκείνη ἡ συνάθροισις τῶν Ἰουδαίων συνῆψε συμφωνίαν εἰς τὸν Ναὸν τοῦ Θεοῦ μαζὶ μὲ τὸν βασιλιᾶ, ποὺ ἦταν κρυμμένος ἐκεῖ. Ὁ ἀρχιερεὺς Ἰωδαὲ ἔδειξεν εἰς αὐτοὺς τὸν μικρὸν Ἰωάς, υἱὸν τοῦ βασιλιᾶ Ὀχοζία, καὶ τοὺς εἶπε: «Νά, ὁ νόμιμος υἱὸς τοῦ τελευταίου βασιλιᾶ· αὐτὸς ἂς βασιλεύσῃ τώρα, ὅπως ὑπεσχέθη ὁ Κύριος εἰς τὴν βασιλικὴν δυναστείαν τοῦ Δαβίδ.

  4. 4

    νῦν ὁ λόγος οὗτος, ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσπορευέσθωσαν τὸ σάββατον, τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ εἰς τὰς πύλας τῶν εἰσόδων,

    Τώρα αὐτὸ θὰ κάμετε διὰ τὴν ἀνακήρυξιν τοῦ Ἰωὰς ὡς βασιλιᾶ: Τὸ ἕνα τρίτον ἀπὸ σᾶς, τοὺς ἱερεῖς καὶ τοὺς Λευῖτες, ποὺ ἔρχεσθε νὰ ἀναλάβετε ὑπηρεσίαν κατὰ τὸ Σάββατον, πρέπει νὰ καταλάβῃ καὶ νὰ φρουρῇ τὶς πύλες τῶν εἰσόδων εἰς τὸν Ναόν·

  5. 5

    καὶ τὸ τρίτον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῇ μέσῃ, καὶ πᾶς ὁ λαὸς ἐν αὐλαῖς οἴκου Κυρίου.

    τὸ ἄλλο ἕνα τρίτον θὰ φρουρῇ τὸ βασιλικὸν ἀνάκτορον, καὶ τὸ ἄλλο τρίτον θὰ σταθμεύῃ εἰς τήν «Μέσην Πύλην». Ὅλος δὲ ὁ λαὸς θά εἶναι συγκεντρωμένος εἰς τὰ προαύλια τοῦ Ναοῦ τοῦ Κυρίου.

  6. 6

    καὶ μὴ εἰσελθέτω εἰς οἶκον Κυρίου ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευιτῶν· αὐτοὶ εἰσελεύσονται, ὅτι ἅγιοί εἰσι, καὶ πᾶς ὁ λαὸς φυλασσέτω φυλακὰς Κυρίου.

    Κανεὶς δὲν πρέπει νὰ εἰσέλθῃ εἰς τὸν Ναόν, παρὰ μόνον οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὅσοι ἀπὸ τοὺς Λευῖτες προσφέρουν ὑπηρεσίαν. Αὐτοὶ μόνον ἠμποροῦν νὰ εἰσέλθουν, διότι εἶναι ἀφιερωμένοι καὶ ξεχωρισμένοι διὰ τὴν ὑπηρεσίαν. Ὅλος δὲ ὁ ἄλλος λαὸς πρέπει νὰ πειθαρχήσῃ εἰς τὶς ἐντολὲς καὶ ὁδηγίες τοῦ Κυρίου καὶ νὰ μείνῃ ἔξω ἀπὸ τὸν Ναόν.

  7. 7

    καὶ κυκλώσουσιν οἱ Λευῖται τὸν βασιλέα κύκλῳ, ἀνδρὸς σκεῦος σκεῦος ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται· καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐκπορευομένου καὶ εἰσπορευομένου αὐτοῦ.

    Οἱ καθωρισμένοι Λευϊται θὰ περικυκλώσουν τὸν βασιλιᾶ, καθένας δὲ ἀπὸ αὐτοὺς θὰ κρατῇ εἰς τὰ χέρια του γυμνὸν τὸ σπαθί του· ὅποιος ἄλλος τολμήσῃ νὰ εἰσέλθῃ εἰς τὸν Ναόν, θὰ θανατωθῇ. Οἱ Λευῖται αὐτοὶ θὰ εἶναι μαζὶ μὲ τὸν βασιλιᾶ, φρουρὰ προσωπική του, κάθε φορὰν ποὺ αὐτὸς θὰ βγαίνῃ ἔξω καὶ κάθε φορὰν ποὺ θὰ μπαίνῃ μέσα».

  8. 8

    καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς ᾿Ιούδα κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτοῖς ᾿Ιωδαὲ ὁ ἱερεύς, καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ' ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου, ὅτι οὐ κατέλυσεν ᾿Ιωδαὲ ὁ ἱερεὺς τὰς ἐφημερίας.

    Οἱ Λευῖται καὶ ὅλος ὁ Ἰουδαϊκὸς λαὸς ἔκαμαν σύμφωνα μὲ ὅλα, ὅσα τοὺς διέταξεν ὁ ἀρχιερεὺς Ἰωδαέ. Καθένας ἀπὸ αὐτοὺς ἐπῆρε τοὺς ἄνδρες του, ἐκείνους οἱ ὁποῖοι ἤρχοντο ν' ἀναλάβουν ὑπηρεσίαν τὸ Σάββατον καὶ ἐκείνους οἰ ὁποῖοι θὰ ἔφευγαν ἀπὸ τὴν ὑπηρεσίαν τὸ Σάββατον, διότι ὁ ἀρχιερεὺς Ἰωδαὲ δὲν ἀπέλυσε καμμίαν ἀπὸ τὶς ἱερατικὲς τάξεις, ποὺ ἐφημέρευαν, ὥστε νὰ φύγῃ καὶ να διαλυθῇ.

  9. 9

    καὶ ἔδωκεν ᾿Ιωδαὲ τὰς μαχαίρας καὶ τοὺς θυρεοὺς καὶ τὰ ὅπλα, ἃ ἦν τοῦ βασιλέως Δαυίδ, ἐν οἴκῳ τοῦ Θεοῦ.

    Καὶ ὁ Ἰωδαὲ παρέδωκεν εἰς αὐτοὺς τὰ μαχαίρια καὶ τοὺς θυρεούς (μακρὲς ἀσπίδες, ποὺ ἐσκέπαζαν ὅλον τὸ σῶμα) καὶ τὰ ὅπλα, τὰ ὁποῖα ἀνῆκαν εἰς τὸν βασιλιᾶ Δαβὶδ καὶ ἐφυλάσσοντο εἰς τὸν Ναὸν τοῦ Θεοῦ.

  10. 10

    καὶ ἔστησε τὸν λαὸν πάντα, ἕκαστον ἐν τοῖς ὅπλοις αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τῆς ἀριστερᾶς τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.

    Κατόπιν ἐτοποθέτησεν ὅλον τὸν λαόν, τὸν καθένα ὡπλισμένον μὲ τὰ ὅπλα του, ἀπὸ τὴν δεξιὰν πλευράν (τὸν βόρειον τοῖχον) τοῦ Ναοῦ μέχρι τῆς ἀριστερᾶς πλευρᾶς (τοῦ νοτίου τοίχου) τοῦ Ναοῦ, κοντὰ εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, ἐμπρὸς εἰς τὸν Ναόν, γύρω - γύρω ἀπὸ τὸν νεαρὸν βασιλιᾶ, ὁ ὁποῖος εὑρίσκετο μέσα εἰς τὸν Ναόν.

  11. 11

    καὶ ἐξήγαγε τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ' αὐτὸν τὸ βασίλειον καὶ τὰ μαρτύρια, καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν ᾿Ιωδαὲ ὁ ἱερεὺς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.

    Κατόπιν ὁ Ἰωδαὲ ἔβγαλε ἀπὸ τὸν Ναὸν τὸν υἱὸν τοῦ βασιλιᾶ, τοῦ ἐφόρεσε τὸ βασιλικὸν στέμμα καὶ τοῦ ἔδωκεν εἰς τὰ χέρια ἀντίγραφον τοῦ Νόμου καὶ ὁ ἀρχιερεὺς Ἰωδαὲ καὶ τὰ παιδιὰ του τὸν ἔχρισαν καὶ τὸν ἀνεκήρυξαν βασιλιᾶ καὶ ἐφώναξαν: «Ζήτω ὁ βασιλιᾶς!»

  12. 12

    καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τοῦ λαοῦ τρεχόντων καὶ ἐξομολογουμένων καὶ αἰνούντων τὸν βασιλέα καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα εἰς οἶκον Κυρίου.

    Ἡ βασίλισσα Γοθολία ἄκουσε τὶς ζητωκραυγὲς τοῦ λαοῦ, ὁ ὁποῖος ἔτρεχε καὶ ἐζητωκραύγαζε καὶ ὑμνοῦσε τὸν βασιλιᾶ, καὶ ἔτρεξεν εἰς τὸν Ναὸν τοῦ Κυρίου, ὅπου εὑρίσκετο ὁ βασιλιᾶς.

  13. 13

    καὶ εἶδε καὶ ἰδοὺ ὁ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ, καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες καὶ οἱ ἄρχοντες περὶ τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς ηὐφράνθη καὶ ἐσάλπισαν ταῖς σάλπιγξι καὶ οἱ ᾄδοντες ἐν τοῖς ὀργάνοις ᾠδοὶ καί ὑμνοῦντες αἶνον· καὶ διέρρηξε Γοθολία τὴν στολὴν αὐτῆς καὶ ἐβόησεν· ἐπιτιθέμενοι ἐπιτίθεσθε.

    Καὶ ἔξαφνα, νά· εἶδεν ὅτι ὁ νέος βασιλιᾶς ἐστέκετο ἐπάνω εἰς τὴν ἐξέδραν του, κοντὰ εἰς τὴν εἴσοδον τοῦ Ναοῦ. Δίπλα του ἐστέκοντο οἱ ἀξιωματικοὶ καὶ οἱ σαλπιγκταὶ καὶ γύρω ἀπὸ τὸν βασιλιᾶ οἱ ἄρχοντες καὶ ὅλος ὁ λαὸς τῆς χώρας πανηγυρίζοντες· καὶ οἱ σαλπιγκταὶ ἐσάλπισαν μὲ τὶς σάλπιγγες καὶ οἱ ψάλται τοῦ Ναοῦ ἔψαλλαν μὲ τὰ ὄργανά των καὶ προεξῆρχαν εἰς τὴν ὑμνωδίαν. Ἡ Γοθολία ἐμπρὸς εἰς τὸ ἀναπάντεχον αὐτὸ θέαμα ἔσχισε τὴν βασιλικήν της στολὴν καὶ ἐφώναξε: «Κάνετε συνωμοσίαν καὶ ἐπιτίθεσθε ἐναντίον μου!»

  14. 14

    καὶ ἐξῆλθεν ᾿Ιωδαὲ ὁ ἱερεύς, καὶ ἐνετείλατο ᾿Ιωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις καὶ τοῖς ἀρχηγοῖς τῆς δυνάμεως καὶ εἶπεν αὐτοῖς· ἐκβάλετε αὐτὴν ἐκτὸς τοῦ οἴκου καὶ εἰσέλθατε ὀπίσω αὐτῆς, καὶ ἀποθανέτω μαχαίρᾳ· ὅτι εἶπεν ὁ ἱερεύς· μὴ ἀποθανέτω ἐν οἴκῳ Κυρίου.

    Τότε ὁ ἀρχιερεὺς Ἰωδαὲ ἐβγῆκε ἀπὸ ἐκεῖ, ὅπου εὑρίσκετο· καὶ ὁ ἀρχιερεὺς Ἰωδαὲ διέταξε τοὺς ἀξιωματικοὺς ἑκατοντάρχους καὶ τοὺς ἄλλους ἀρχηγοὺς τῆς στρατιωτικῆς δυνάμεως καὶ τοὺς εἶπε: «Συλλάβετε τὴν Γοθολίαν καὶ ὁδηγῆστε τὴν ἔξω ἀπὸ τὸν Ναὸν καὶ ἀκολουθῆστε πίσω ἀπὸ αὐτὴν καὶ ἂς φονευθῇ μὲ μαχαίρι». Αὐτὸ διέταξεν ὁ ἀρχιερεὺς Ἰωδαέ, διότι εἶπεν: «Ἡ Γοθολία δὲν πρέπει νὰ φονευθῇ μέσα εἰς τὴν περιοχὴν τοῦ Ναοῦ τοῦ Κυρίου».

  15. 15

    καὶ ἔδωκαν αὐτῇ ἄνεσιν καὶ διῆλθε διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐθανάτωσαν αὐτὴν ἐκεῖ.

    Ἔτσι παρεμέρισαν καὶ τῆς ἄνοιξαν πέρασμα καί, ὅταν ἔφθασεν εἰς τὴν «Πύλην τῶν Ἱππέων» τοῦ βασιλικοῦ ἀνακτόρου, τὴν ἐθανάτωσαν ἐκεῖ.

  16. 16

    καὶ διέθετο ᾿Ιωδαὲ διαθήκην ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοῦ βασιλέως εἶναι λαὸν τῷ Κυρίῳ.

    Ὁ ἀρχιερεὺς Ἰωδαὲ συνῆψε συμφωνίαν καὶ συνθήκην φιλίας μεταξὺ αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοῦ βασιλιᾶ, ὅτι ὁ λαὸς θὰ εἶναι λαός, ὁ ὁποῖος θὰ ἀνήκῃ ἐξ ὁλοκλήρου εἰς τὸν Κύριον.

  17. 17

    καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν καὶ τὸν Ματθὰν ἱερέα Βάαλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ.

    Κατόπιν ὅλος ὁ Ἰουδαϊκὸς λαός (τῆς πόλεως τῶν Ἱεροσολύμων) ὥρμησε πρὸς τὸν εἰδωλολατρικόν ναὸν τοῦ Βάαλ καὶ τὸν κατεδάφισεν. Ὁ λαὸς σννέτριψεν ἐπίσης ἐντελῶς καὶ μὲ δύναμιν τὰ θυσιαστήρια τοῦ Βάαλ καὶ τὰ εἴδωλά του τὰ ἔκαμαν θρύψαλα· ἐπίσης ἐθανάτωσαν καὶ τὸν Ματθάν, τὸν ἱερέα τοῦ Βάαλ, ἐμπρὸς εἰς τὰ θυσιαστήριά του.

  18. 18

    καὶ ἐνεχείρισεν ᾿Ιωδαὲ ὁ ἱερεὺς τὰ ἔργα οἴκου Κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευιτῶν καὶ ἀνέστησε τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ἃς διέστειλε Δαυὶδ ἐπὶ τὸν οἶκον Κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ, ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυίδ.

    Ὁ ἀρχιερεὺς Ἰωδαὲ ἀνέθεσε τὰ ἔργα τοῦ Ναοῦ τοῦ Κυρίου ὑπὸ τὴν εὐθύνην τῶν ἱερέων καὶ τῶν Λευϊτῶν. Ἀποκατέστησεν ἐπίσης τὶς ἐφημερίες τῶν ἱερέων καὶ τῶν Λευιτῶν, τὶς ὁποῖες εἶχε καθορίσει ὁ Δαβὶδ εἰς τὸν Ναὸν τοῦ Κυρίου· καὶ ὥρισε να προσφέρουν θυσίες ὁλοκαυτωμάτων εἰς τὸν Κύριον, σύμφωνα μὲ ὅσα ἔχουν γραφῆ εἰς τὸν Μωσαϊκὸν νόμον, μὲ εὐφροσύνην καὶ ἄσματα, κατὰ τὶς διατάξεις τοῦ Δαβίδ.

  19. 19

    καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου Κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πρᾶγμα.

    Κατὰ διαταγὴν τοῦ Ἰωδαὲ ὡρίσθησαν ἐπίσης οἱ θυρωροὶ εἰς τὶς πύλες τοῦ Ναοῦ τοῦ Κυρίου, ὥστε νὰ μὴ ἠμπορῇ νὰ εἰσέρχεται κανένα πρόσωπον νομικῶς ἀκάθαρτον, διὰ κανένα λόγον.

  20. 20

    καὶ ἔλαβε τοὺς πατριάρχας καὶ τοὺς δυνατοὺς καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ ἐπεβίβασαν τὸν βασιλέα εἰς οἶκον Κυρίου, καὶ εἰσῆλθε διὰ τῆς πύλης τῆς ἐσωτέρας εἰς τὸν οἶκον τοῦ βασιλέως, καὶ ἐκάθισαν τὸν βασιλέα ἐπὶ τοῦ θρόνου τῆς βασιλείας.

    Κατόπιν ὁ Ἰωδαὲ παρέλαβε τοὺς ἀρχηγοὺς τῶν πατριαρχικῶν φυλῶν καὶ τοὺς εὐγενεῖς καὶ τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ ὅλον τὸν λαὸν τῆς χώρας καὶ μὲ τὴν συνοδείαν ὅλων αὐτῶν ὠδήγησαν τὸν βασιλιᾶ εἰς τὸν Ναὸν τοῦ Κυρίου. Ὁ δὲ βασιλιᾶς ἐμπῆκε διὰ τῆς ἐσωτερικῆς πύλης εἰς τὸ βασιλικὸν ἀνάκτορον. Ἐκεῖ ἀνέβασαν τὸν νέον βασιλιᾶ εἰς τὸν βασιλικὸν Θρόνον.

  21. 21

    καὶ ηὐφράνθη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε, καὶ τὴν Γοθολίαν ἐθανάτωσαν μαχαίρᾳ.

    Καὶ ὅλος ὁ λαὸς τοῦ βασιλείου τοῦ Ἰούδα ἐπανηγύρισε καὶ ἐχάρη· ἡσύχασεν ὅμως καὶ ἡ πόλις τῶν Ἱεροσολύμων. Τὴν Γοθολίαν δὲ τὴν ἐφόνευσαν μὲ μαχαίρι!