Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 22

12 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ τὸν ᾿Οχοζίαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ' αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ ἐπελθὸν ἐπ' αὐτοὺς λῃστήριον, οἱ ῎Αραβες καὶ οἱ ᾿Αλιμοζονεῖς· καὶ ἐβασίλευσεν ᾿Οχοζίας υἱὸς ᾿Ιωρὰμ βασιλέως ᾿Ιούδα.

    Μετὰ τὸν θάνατον τοῦ Ἰωρὰμ οἱ κάτοικοι τῆς Ἱερουσαλὴμ ἀνεκήρυξαν βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα τὸν Ὀχοζίαν, τὸν μικρότερον υἱόν του· διότι ὅλους τοὺς μεγαλυτέρους υἱούς του τοὺς ἐσκότωσαν οἱ Ἄραβες καὶ οἱ Ἀλιμαζονεῖς λησταί, ποὺ εἰσέβαλαν εἰς τὴν χώραν τοῦ Ἰούδα. Ἔτσι ἀνέβη εἰς τὸν θρόνον τοῦ βασιλείου τοῦ Ἰούδα ὁ Ὀχοζίας, ὁ υἱὸς τοῦ Ἰωράμ, βασιλιᾶ τοῦ Ἰούδα.

  2. 2

    ὢν ἐτῶν εἴκοσιν ᾿Οχοζίας ἐβασίλευσε καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολία θυγάτηρ ᾿Αμβρί.

    Ὁ Ὀχοζίας ἦταν εἴκοσι ἐτῶν, ὅταν ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον· ἐβασίλευσε δὲ μὲ ἔδραν τὴν Ἱερουσαλὴμ ἐπὶ ἕνα χρόνον. Τὸ ὄνομα τῆς μητέρας τοῦ ἦταν Γοθολία· αὐτὴ ἦταν ἐγγονὴ τοῦ Ἀμβρί.

  3. 3

    καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου ᾿Αχαάβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν·

    Καὶ ὁ Ὀχοζίας ἐπίσης ἀκολούθησε τὸ παράδειγμα καὶ τὴν ἁμαρτωλὴν πολιτείαν τῆς βασιλικῆς οἰκογένειας τοῦ Ἀχαάβ, διότι ἡ ἀσεβὴς μητέρα του ἦταν ἡ σύμβουλός του εἰς τὴν ἁμαρτίαν.

  4. 4

    καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου ὡς οἶκος ᾿Αχαάβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ σύμβουλοι μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτόν,

    Ὁ Ὀχοζίας παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Κυρίου· κατήντησεν εἰς τὴν εἰδωλολατρίαν καὶ ἀντὶ τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ ἐλάτρευσε τὰ ἀγάλματα τοῦ θεοῦ Βάαλ, ὅπως ἡ βασιλικὴ οἰκογένεια τοῦ Ἀχαάβ. Καὶ τοῦτο, διότι σύμβουλοι τοῦ Ὀχοζία, μετὰ τὸν θάνατον τοῦ πατέρα του, ἦσαν μέλη τῆς οἰκογενείας τοῦ Ἀχαάβ. Σκοπὸς τῶν κακῶν ἐκείνων συμβούλων ἦταν ἡ καταστροφὴ τοῦ Ὀχοζία.

  5. 5

    καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη καὶ ἐπορεύθη μετὰ ᾿Ιωρὰμ υἱοῦ ᾿Αχαὰβ βασιλέως ᾿Ισραὴλ εἰς πόλεμον ἐπὶ ᾿Αζαὴλ βασιλέα Συρίας εἰς Ραμὼθ Γαλαάδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν ᾿Ιωράμ.

    Ἔτσι ὁ Ὀχοζίας ἀκολούθησε τὶς συμβουλές τους καὶ συνεμάχησε μὲ τὸν Ἰωράμ, τὸν υἱὸν τοῦ Ἀχαάβ, βασιλιᾶ τοῦ Ἰσραήλ, εἰς πόλεμον κατὰ τοῦ Ἀζαήλ, βασιλιᾶ τῆς Συρίας, εἰς τὴν πόλιν Ραμὼθ τῆς περιοχῆς Γαλαάδ· εἰς τὸν πόλεμον αὐτὸν οἱ Σύροι τοξόται ἐκτύπησαν καὶ ἐπλήγωσαν τὸν Ἰωράμ.

  6. 6

    καὶ ἐπέστρεψεν ᾿Ιωρὰμ τοῦ ἰατρευθῆναι εἰς ᾿Ιεζράελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ραμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς ᾿Αζαὴλ βασιλέα Συρίας· καὶ ᾿Οχοζίας υἱὸς ᾿Ιωρὰμ βασιλεὺς ᾿Ιούδα κατέβη θεάσασθαι τὸν ᾿Ιωρὰμ υἱὸν ᾿Αχαὰβ εἰς ᾿Ιεζράελ, ὅτι ἠρρώστει.

    Καὶ ὁ Ἰωρὰμ ἐπέστρεψεν εἰς τὴν πόλιν Ἰεζραὲλ διὰ νὰ θεραπευθῇ ἀπὸ τὶς πληγές, τὶς ὁποῖες τοῦ ἐπροξένησαν οἱ Σύροι εἰς τὴν Ραμώθ, ἐνῷ αὐτὸς ἐπολεμοῦσε ἐναντίον τοῦ Ἀζαήλ, βασιλιᾶ τῆς Συρίας. Ὁ δὲ Ὀχοζίας, ὁ υἱὸς τοῦ Ἰωράμ, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα, ἐπῆγε εἰς τὴν Ἰεζράελ, διὰ νὰ ἐπισκεφθῇ τὸν Ἰωράμ, τὸν υἱὸν τοῦ Ἀχαάβ, διότι αὐτὸς ἦταν ἐκεῖ πληγωμένος καὶ ἄρρωστος.

  7. 7

    καὶ παρὰ τοῦ Θεοῦ ἐγένετο καταστροφὴ ᾿Οχοζίᾳ ἐλθεῖν πρὸς ᾿Ιωράμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθε μετ' αὐτοῦ ᾿Ιωρὰμ πρὸς ᾿Ιοὺ υἱὸν Ναμεσσεΐ χριστὸν Κυρίου εἰς τὸν οἶκον ᾿Αχαάβ.

    Διὰ τῆς ἐπισκέψεως αὐτῆς πρὸς τὸν Ἰωρὰμ ὁ Θεὸς παρεχώρησε νὰ ἔλθῃ καταστροφὴ εἰς τὸν Ὀχοζίαν. Διότι μόλις αὐτὸς ἔφθασεν ἐκεῖ, ἐβγῆκε μαζὶ μὲ τὸν Ἰωρὰμ διὰ νὰ συναντήσουν τὸν Ἰού, τὸν υἱὸν τοῦ Ναμεσσεΐ. Τὸν Ἰοὺ εἶχε χρίσει ὁ Κύριος καὶ τοῦ εἶχεν ἀναθέσει νὰ καταστρέψῃ τὴν βασιλικὴν δυναστείαν τοῦ Ἀχαάβ.

  8. 8

    καὶ ἐγένετο ὡς ἐξεδίκησεν ᾿Ιοὺ τὸν οἶκον ᾿Αχαάβ, καὶ εὗρε τοὺς ἄρχοντας ᾿Ιούδα καὶ τοὺς ἀδελφοὺς ᾿Οχοζίου λειτουργοῦντας τῷ ᾿Οχοζίᾳ καὶ ἀπέκτεινεν αὐτούς.

    Συνέβη δὲ τοῦτο: Καθὼς ὁ Ἰοὺ ἐκτελοῦσε τὴν καταδικαστικὴν ἀπόφασιν τοῦ Θεοῦ διὰ τὴν βασιλικὴν δυναστείαν τοῦ Ἀχαάβ, συνήντησε τοὺς ἡγέτες τοῦ βασιλείου τοῦ Ἰούδα καὶ τοὺς ἀνεψιοὺς τοῦ Ὀχοζία, οἱ ὁποῖοι ἦσαν εἰς τὴν ἀκολουθίαν τοῦ Ὀχοζία καὶ τὸν ὑπηρετοῦσαν, καὶ τοὺς ἐσκότωσε.

  9. 9

    καὶ εἶπε τοῦ ζητῆσαι τὸν ᾿Οχοζίαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς ᾿Ιού, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν· υἱὸς ᾿Ιωσαφάτ ἐστιν, ὃς ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ. καὶ οὐκ ἦν ἐν οἴκῳ ᾿Οχοζίᾳ κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.

    Κατόπιν ὁ Ἰοὺ ἐπροσπάθησε νὰ εὕρῃ καὶ τὸν Ὀχοζίαν. Τὰ ὄργανα δὲ τοῦ Ἰοὺ τὸν εὑρῆκαν νὰ νοσηλεύεται εἰς τὴν Σαμάρειαν ἐκεῖ τὸν συνέλαβαν καὶ τὸν ἔφεραν εἰς τὸν Ἰού, ὁ ὁποῖος τὸν ἐσκότωσεν. Ἀλλ’ οἱ Ἰουδαῖοι τὸν ἔθαψαν, διότι εἶπαν: «Εἶναι υἱός (=ἔγγονος) τοῦ Ἰωσαφάτ, ὁ ὁποῖος (Ἰωσαφάτ) ἐζήτησε τὸν Κύριον μὲ πόθον πολὺν καὶ μὲ ὅλην τὴν καρδία του». Μετὰ τὸν φόνον τοῦ Ὀχοζία δὲν ἀπέμεινε πλέον εἰς τὴν βασιλικὴν οἰκογένειάν του κανένα μέλος, ποὺ νὰ εἶναι ἱκανὸν καὶ ἀρκετὰ ἰσχυρόν, ὥστε νὰ ἀναλάβῃ τὴν βασιλικὴν ἐξουσίαν.

  10. 10

    Καὶ Γοθολία ἡ μήτηρ ᾿Οχοζίου εἶδεν ὅτι τέθνηκεν ὁ υἱὸς αὐτῆς καὶ ἠγέρθη καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ ᾿Ιούδα.

    Ὅταν ἡ Γοθολία, ἡ μητέρα τοῦ Ὀχοζία, εἶδεν ὅτι ἀπέθανεν ὁ υἱός της, ἐσηκώθη καὶ ἐσκότωσεν ὅλους τοὺς ἀπογόνους τῆς βασιλικῆς οἰκογενείας τοῦ βασιλείου τοῦ Ἰούδα.

  11. 11

    καὶ ἔλαβεν ᾿Ιωσαβὲθ θυγάτηρ τοῦ βασιλέως τὸν ᾿Ιωὰς υἱὸν ᾿Οχοζίου καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμιεῖον τῶν κλινῶν· καὶ ἔκρυψεν αὐτὸν ᾿Ιωσαβὲθ θυγάτηρ τοῦ βασιλέως ᾿Ιωράμ, ἀδελφὴ ᾿Οχοζίου, γυνὴ ᾿Ιωδαὲ τοῦ ἱερέως, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου τῆς Γοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.

    Ἀλλ’ ἡ Ἰωσαβέθ, ἡ κόρη τοῦ βασιλιᾶ Ἰωρὰμ καὶ ἑτεροθαλὴς ἀδελφὴ τοῦ Ὀχοζία (ἀπὸ ἄλλην μητέρα), ἐπῆρε τὸν Ἰωάς, τὸν υἱὸν τοῦ Ὀχοζία, καὶ τὸν ἀπήγαγε κρυφὰ μέσα ἀπὸ τοὺς ἄλλους υἱοὺς τοῦ βασιλιᾶ, οἱ ὁποῖοι ἐφονεύοντο ἀπὸ τὰ ὄργανα τῆς Γοθολίας, καὶ τὸν ἔβαλε μαζὶ μὲ τὴν τροφόν του εἰς δωμάτιον, ποὺ ἐχρησιμοποιεῖτο ὡς ἀποθήκη κρεββατιῶν. Ἐκεῖ ἔκρυψε τὸν Ἰωὰς ἡ Ἰωσαβέθ, κόρη τοῦ βασιλιᾶ Ἰωράμ, ἀδελφὴ τοῦ Ὀχοζία καὶ σύζυγος τοῦ ἀρχιερέως Ἰωδαέ· τὸν ἔκρυψεν ἀπὸ τὴν μανίαν τῆς Γοθολίας καὶ ἔτσι ἡ Γοθολία δὲν τὸν ἐθανάτωσε.

  12. 12

    καὶ ἦν μετ' αὐτοῦ ἐν οἴκῳ τοῦ Θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν ἐπὶ τῆς γῆς.

    Καὶ ὁ Ἰωὰς ἐζοῦσε κρυμμένος μαζί τους (μὲ τὴν Ἰωσαβέθ καὶ τὴν τροφόν του) εἰς τὸν Ναὸν τοῦ Θεοῦ ἐπὶ ἕξι χρόνια· κατὰ τὴν περίοδον δὲ αὐτὴν ἐβασίλευσεν εἰς τὸ βασίλειον τοῦ Ἰούδα ἡ Γοθολία.