Β΄ Παραλειπομένων, κεφάλαιο 21
- 1
ΚΑΙ ἐκοιμήθη ᾿Ιωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ιωρὰμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Απέθανεν ὁ Ἰωσαφὰτ καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ ἐτάφη εἰς τὴν πόλιν τοῦ Δαβίδ. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἰωράμ, ὁ υἱός του.
- 2
καὶ αὐτῷ ἀδελφοὶ υἱοὶ ᾿Ιωσαφὰτ ἕξ, ᾿Αζαρίας καὶ ᾿Ιεϊὴλ καὶ Ζαχαρίας καὶ ᾿Αζαρίας καὶ Μιχαὴλ καὶ Σαφατίας· πάντες οὗτοι υἱοὶ ᾿Ιωσαφὰτ βασιλέως ᾿Ιούδα.
Ἀδελφοὶ τοῦ Ἰωράμ, υἱοὶ τοῦ Ἰωσαφάτ, ἦσαν ἕξι: Ὁ Ἀζαρίας, ὁ Ἰεϊήλ, ὁ Ζαχαρίας, ὁ Ἀζαρίας, ὁ Μιχαὴλ καὶ ὁ Σαφατίας. Ὅλοι αὐτοὶ ἦσαν υἱοὶ τοῦ Ἰωσαφάτ, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα.
- 3
καὶ ἔδωκεν αὐτοῖς ὁ πατὴρ αὐτῶν δόματα πολλά, ἀργύριον καὶ χρυσίον καὶ ὅπλα μετὰ τῶν πόλεων τετειχισμένων ἐν ᾿Ιούδᾳ· καὶ τὴν βασιλείαν ἔδωκε τῷ ᾿Ιωράμ, ὅτι οὗτος ὁ πρωτότοκος.
Ὁ πατέρας των τοὺς ἔδωκε πολλὰ καὶ πλούσια δῶρα ἀπὸ ἀσῆμι καὶ χρυσάφι, καὶ ὅπλα μαζὶ μὲ τὶς ὀχυρὲς πόλεις εἰς τὸ βασίλειον τοῦ Ἰούδα. Τὸν βασιλικὸν ὅμως θρόνον τὸν ἔδωκεν εἰς τὸν Ἰωράμ, διότι αὐτὸς ἦταν ὁ πρωτότοκος υἱός.
- 4
καὶ ἀνέστη ᾿Ιωρὰμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ἐκραταιώθη καὶ ἀπέκτεινε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐν ρομφαίᾳ καὶ ἀπὸ τῶν ἀρχόντων ᾿Ισραήλ.
Ὅταν ὁ Ἰωρὰμ ἀνέλαβε τὴν βασιλικήν του ἐξουσίαν καὶ ὅταν πλέον ἐστερεώθη καλὰ εἰς τὸν θρόνον, ἐσκότωσεν ὅλους τοὺς ἀδελφούς του μὲ ρομφαίαν (πλατὺ καὶ μεγάλο ἀμφίστομο σπαθί), καθὼς ἐπίσης καὶ ὡρισμένους ἀπὸ τοὺς ἀρχηγούς (ἀξιωματούχους) τοῦ Ἰσραηλιτικοῦ (Ἰουδαϊκοῦ) λαοῦ.
- 5
ὄντος αὐτοῦ τριάκοντα καὶ δύο ἐτῶν, κατέστη ᾿Ιωρὰμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ.
Ὁ Ἰωρὰμ ἔγινε βασιλιᾶς εἰς τὴν ἡλικίαν τῶν τριάντα δύο ἐτῶν, ἐβασίλευσε δὲ μὲ ἔδραν τὴν Ἱερουσαλὴμ ἐπὶ ὀκτὼ χρόνια.
- 6
καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων ᾿Ισραήλ, ὡς ἐποίησεν οἶκος ᾿Αχαάβ, ὅτι θυγάτηρ ᾿Αχαὰβ ἦν αὐτοῦ γυνή, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου.
Ὁ Ἰωρὰμ ἀκολούθησε τὸ παράδειγμα καὶ τὴν ἁμαρτωλὴν πολιτείαν τῶν βασιλέων τοῦ Ἰσραήλ, καὶ ἔτσι ἐμιμήθη ὅ,τι ἔκαμεν ἡ βασιλικὴ οἰκογένεια τοῦ Ἀχαάβ, διότι ἡ κόρη τοῦ Ἀχαάβ, ἡ Γοθολία, ἦταν σύζυγός του. Ὁ Ἰωρὰμ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Κατήντησεν εἰς τὴν εἰδωλολατρίαν.
- 7
καὶ οὐκ ἐβούλετο Κύριος ἐξολοθρεῦσαι τὸν οἶκον Δαυὶδ διὰ τὴν διαθήκην, ἣν διέθετο τῷ Δαυίδ, καὶ ὡς εἶπεν αὐτῷ δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.
Παρ’ ὅλα αὐτὰ ὁ Κύριος δὲν ἠθέλησε νὰ ἐξολοθρεύσῃ τὴν βασιλικὴν δυναστείαν τοῦ Δαβίδ, ἕνεκα τῆς διαθήκης, τὴν ὁποίαν εἶχε συνάψει μὲ τὸν Δαβίδ, εἰς τὸν ὁποῖον εἶχεν ὑποσχεθῆ ὅτι θὰ δώσῃ εἰς αὐτὸν καὶ εἰς τοὺς διαδόχους του μόνιμον λύχνον, δηλαδὴ ἀδιάκοπον συνέχειαν εἰς τὸν βασιλικὸν θρόνον του.
- 8
ἐν ταῖς ἡμέραις ἐκείναις ἀπέστη ᾿Εδὼμ ἀπὸ τοῦ ᾿Ιούδα καὶ ἐβασίλευσαν ἐφ' ἑαυτοὺς βασιλέα.
Κατὰ τὴν διάρκειαν τῆς βασιλείας τοῦ Ἰωρὰμ οἱ Ἰδουμαῖοι ἐπανεστάτησαν κατὰ τῶν Ἰουδαίων, ἀπέρριψαν τὸν Ἰουδαικὸν ζυγόν, ἔγιναν ἀνεξάρτητοι καὶ ἀνεκήρυξαν ἰδικόν των βασιλιᾶ.
- 9
καὶ ᾤχετο ᾿Ιωρὰμ μετὰ τῶν ἀρχόντων καὶ πᾶσα ἡ ἵππος μετ' αὐτοῦ· καὶ ἐγένετο καὶ ἠγέρθη νυκτὸς καὶ ἐπάταξεν ᾿Εδὼμ τὸν κυκλοῦντα αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.
Διὰ τοῦτο ὁ Ἰωρὰμ ἐπροχώρησε ἐναντίον των μαζὶ μὲ τοὺς ἀρχηγοὺς τὸν στρατοῦ καὶ ὅλον τὸ ἰππικόν του. Συνέβη δὲ τοῦτο: Ὁ Ἰωρὰμ ἐσηκώθη τὴν νύκτα καὶ ἐκμεταλλευόμενος τὸ σκοτάδι, ποὺ ἐκάλυπτε τὶς κινήσεις του, ἐκτύπησε τοὺς Ἰδουμαίους, οἱ ὁποῖοι ὅμως εἶχαν ἤδη περικνκλώσει τὸν Ἰωρὰμ καὶ τοὺς ἀρχηγοὺς τῶν πολεμικῶν του ἁρμάτων, μὲ ἀποτέλεσμα οἱ στρατιῶται τὸν Ἰωρὰμ νὰ ἠττηθοῦν καὶ νὰ καταφύγονν εἰς τὶς κατοικίες (πόλεις) των.
- 10
καὶ ἀπέστη ἀπὸ ᾿Ιούδα ᾿Εδὼμ ἕως τῆς ἡμέρας ταύτης· τότε ἀπέστη Λομνὰ ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ χειρὸς αὐτοῦ, ὅτι ἐγκατέλιπε Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτοῦ·
Ἔτσι οἱ Ἰδουμαῖοι ἀπέρριψαν τὸν Ἰουδαικόν ζυγὸν καὶ ἔγιναν ἀνεξάρτητοι μέχρι τῆς ἡμέρας, ποὺ γράφονται οἱ γραμμὲς αὐτές. Τὸν καιρὸν ἐκεῖνον, δηλαδὴ κατὰ τὴν ἰδίαν περίοδον, ἀπέρριψε τὸν Ἰουδαϊκὸν ζυγὸν καὶ ἔγινε ἀνεξάρτητη καὶ ἡ πόλις Λομνά. Ὅλα αὐτὰ σννέβησαν, διότι ὁ Ἰωρὰμ ἐγκατέλειψε τὸν Κύριον, τὸν Θεὸν τῶν πατέρων του.
- 11
καὶ γὰρ αὐτὸς ἐποίησεν ὑψηλὰ ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἐξεπόρνευσε τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλὴμ καὶ ἀπεπλάνησε τὸν ᾿Ιούδαν.
Ἔκαμε δὲ ὁ Ἰωρὰμ καὶ κάτι περισσότερον· κατεσκεύασεν εἰδωλολατρικοὺς τόπους εἰς ὐψηλὲς τοποθεσίες εἰς τὶς πόλεις τοῦ βασιλείου τοῦ Ἰούδα καὶ ὠδήγησεν ὅσους ἑκατοικοῦσαν εἰς τὴν Ἱερουσαλὴμ εἰς ἀποστασίαν καὶ χωρισμὸν ἀπὸ τὸν ἀληθινὸν Θεὸν καὶ τοὺς ἔστρεψεν εἰς τὴν εἰδωλολατρίαν, δηλαδὴ εἰς θρησκευτικὴν πορνείαν· ἀπεπλάνησε δὲ ὅλον τὸν Ἰουδαϊκὸν λαὸν καὶ τὸν ἔστρεψεν εἰς τὴν εἰδωλολατρίαν.
- 12
καὶ ἦλθεν αὐτῷ ἐν γραφῇ παρὰ ᾿Ηλιοὺ τοῦ προφήτου λέγων· τάδε λέγει Κύριος Θεὸς Δαυὶδ τοῦ πατρός σου· ἀνθ' ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ ᾿Ιωσαφὰτ τοῦ πατρός σου καὶ ἐν ὁδοῖς ᾿Ασὰ βασιλέως ᾿Ιούδα
Ἔφθασε δὲ εἰς τὰ χέρια τοῦ Ἰωρὰμ γραπτὸν κείμενον ἐκ μέρους τοῦ προφῆτου Ἠλία, τὸ ὁποῖον ἔγραφεν: «Αὐτὰ λέγει ὁ Κύριος, ὁ Θεὸς τοῦ Δαβὶδ τοῦ προπάτορός σου: (Ἐπειδὴ δὲν ἀκολούθησες τὸ παράδειγμα τὸν Ἰωσαφάτ, τοῦ πατέρα σου, καὶ τὸ παράδειγμα τοῦ Ἀσαά (τοῦ πάππου σου), βασιλιᾶ τοῦ βασίλειου τοῦ Ἰούδα,
- 13
καὶ ἐπορεύθης ἐν ὁδοῖς βασιλέων ᾿Ισραὴλ καὶ ἐξεπόρνευσας τὸν ᾿Ιούδαν καὶ τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλήμ, ὡς ἐξεπόρνευσεν οἶκος ᾿Αχαάβ, καὶ τοὺς ἀδελφούς σου υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπέκτεινας,
καὶ ἀκολούθησες τὸ παράδειγμα τῶν βασιλέων τοῦ Ἰσραὴλ καὶ ὠδήγησες τὸν Ἰουδαϊκὸν λαὸν καὶ ὅσους κατοικοῦν εἰς τὴν Ἱερουσαλὴμ εἰς ἀποστασίαν καὶ χωρισμὸν ἀπὸ τὸν ἀληθινὸν Θεὸν καὶ τοὺς ἔστρεψες εἰς τὴν εἰδωλολατρίαν, δηλαδὴ εἰς θρησκευτικὴν πορνείαν, ὅπως ἐστράφη εἰς τὴν εἰδωλολατρίαν, τὴν θρησκευτικὴν πορνείαν, ἡ βασιλικὴ οἰκογένεια τὸν Ἀχαάβ· καὶ ἀκόμη ἐπειδὴ ἐσκότωσες τοὺς ἀδελφούς σου, τοὺς υἱοὺς τοῦ πατέρα σου, οἱ ὁποῖοι ἦσαν καλύτεροι ἀπὸ σέ,
- 14
ἰδοὺ Κύριος πατάξει σε πληγὴν μεγάλην ἐν τῷ λαῷ σου καὶ ἐν τοῖς υἱοῖς σου καὶ ἐν γυναιξί σου καὶ ἐν πάσῃ τῇ ἀποσκευῇ σου.
νά! ὁ Κύριος θὰ κτυπήσῃ μὲ μεγάλην συμφοράν, τὴν ὁποίαν θὰ στείλῃ εἰς σὲ καὶ τὸν λαόν σου καὶ μεταξὺ τῶν υἱῶν σου καὶ μεταξὺ τῶν γυναικῶν σου καὶ εἰς ὅλα, ὅσα ἀνήκουν εἰς σέ.
- 15
καὶ σὺ ἐν μαλακίᾳ πονηρᾷ, ἐν νόσῳ κοιλίας, ἕως οὗ ἐξέλθῃ ἡ κοιλία σου μετὰ τῆς μαλακίας ἐξ ἡμερῶν εἰς ἡμέρας.
Καὶ σὺ θὰ προσβληθῇς ἀπὸ σοβαρὰν καὶ ὀδυνηρὰν ἀσθένειαν, ἀσθένειαν ποὺ θὰ προσβάλῃ τὰ ἐντόσθια (ἔντερά) σου, μὲ ἀποτέλεσμα ἀπὸ ἡμέρας εἰς ἡμέραν νὰ χειροτερεύῃς συνεχῶς, τὰ δὲ ἔντερά σου νὰ βγαίνουν ἀπὸ τὴν κοιλία σου ἐπὶ πολλὲς ἡμέρες!».
- 16
καὶ ἐπήγειρε Κύριος ἐπὶ ᾿Ιωρὰμ τοὺς ἀλλοφύλους καὶ τοὺς ῎Αραβας καὶ τοὺς ὁμόρους τῶν Αἰθιόπων,
Κατόπιν ὁ Κύριος ἐξηρέθισε καὶ ὑπεκίνησεν εἰς πόλεμον κατὰ τοῦ Ἰωρὰμ τοὺς Φιλισταίους καὶ τοὺς Ἄραβες καὶ τοὺς γείτονας τῶν Αἰθιόπων.
- 17
καὶ ἀνέβησαν ἐπὶ ᾿Ιούδαν καὶ κατεδυνάστευον καὶ ἀπέστρεψαν πᾶσαν τὴν ἀποσκευήν, ἣν εὗρον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ οὐ κατελείφθη αὐτῷ υἱός, ἀλλ' ἢ ᾿Οχοζίας ὁ μικρότατος τῶν υἱῶν αὐτοῦ.
Αὐτοὶ εἰσέβαλαν εἰς τὸ βασίλειον τοῦ Ἰούδα καὶ τὸ ἐλεηλατοῦσαν. Ἐλαφυραγώγησαν δὲ καὶ ἐπῆραν μαζί των ὅλα τὰ πλοῦτη, ποὺ εὐρῆκαν εἰς τὸ βασιλικὸν παλάτι, ὅπως ἐπίσης καὶ τοὺς υἱοὺς τοῦ βασιλιᾶ καὶ τὶς θυγατέρες του, καὶ δὲν τοῦ ἔμεινε κανένας υἱός, παρὰ μόνον ὁ Ὀχοζίας, ὁ μικρότερος ἀπὸ ὅλους τοὺς υἱούς του.
- 18
καὶ μετὰ ταῦτα πάντα ἐπάταξεν αὐτὸν Κύριος εἰς τὴν κοιλίαν μαλακίαν, ᾗ οὐκ ἔστιν ἰατρεία.
Καὶ μετὰ ἀπὸ ὅλα αὐτά, ὁ Κύριος ἐκτύπησε τὸν Ἰωρὰμ μὲ ἀρρώστια εἰς τὴν κοιλία, ἡ ὁποία ἦταν ἀθεράπευτος.
- 19
καὶ ἐγένετο ἐξ ἡμερῶν εἰς ἡμέρας, καὶ ὡς ἦλθε καιρὸς τῶν ἡμερῶν ἡμέρας δύο, ἐξῆλθεν ἡ κοιλία αὐτοῦ μετὰ τῆς νόσου, καὶ ἀπέθανεν ἐν μαλακίᾳ πονηρᾷ. καὶ οὐκ ἐποίησεν ὁ λαὸς αὐτοῦ ἐκφορὰν καθὼς ἐκφορὰν πατέρων αὐτοῦ.
Συνέβη δὲ τοῦτο: Καθὼς ἐπροχωροῦσαν οἱ ἡμέρες εἰς τὸν ὡρισμένον καιρόν, μετὰ ἀπὸ δύο περίπου ἔτη, τὰ ἐντόσθια (ἔντερά) του ἐβγῆκαν ἔξω ἕνεκα τῆς ἀρρώστιας (κατὰ τὸ Ἑβραϊκόν: Τὰ ἔντερά του ἐφθάρησαν ἕνεκα τῆς ἀρρώστιας). Ἔτσι ὁ Ἰωρὰμ ἀπέθανεν ἀπὸ τὴν ὀδυνηρὰν αὐτὴν ἀσθένειαν. Ὁ λαὸς του δὲν τὸν ἐκήδευσεν ἐπισήμως, ὅπως ἐκήδευσε τοὺς προπάτορές του.
- 20
ἦν τριάκοντα καὶ δύο ἐτῶν, ὅτε ἐβασίλευσε, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ· καὶ ἐπορεύθη οὐκ ἐν ἐπαίνῳ καὶ ἐτάφη ἐν πόλει Δαυὶδ καὶ οὐκ ἐν τάφοις τῶν βασιλέων.
Ὁ Ἰωρὰμ ἦταν τριάντα δύο ἔτων, ὅταν ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον. Ἐβασίλευσε δὲ ἐπὶ ὀκτὼ χρόνια μὲ ἔδραν τὴν Ἱερουσαλήμ. Ἔφυγεν ἀπὸ τὴν ζωὴν αὐτὴν εἰς τὴν ἄλλην χωρὶς νὰ τὸν κλαύσῃ καὶ νὰ τὸν ἐγκωμιάσῃ κανείς, ἐτάφη δὲ εἰς τὴν πόλιν τοῦ Δαβίδ, ὄχι ὅμως εἰς τοὺς βασιλικοὺς τάφους.
