Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 20

37 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωάβ, καὶ υἱοὶ ᾿Αμμὼν καὶ μετ' αὐτῶν ἐκ τῶν Μιναίων πρὸς ᾿Ιωσαφὰτ εἰς πόλεμον.

    Λίγα χρόνια μετὰ τὰ γεγονότα αὐτὰ οἱ Μωαβῖται καὶ οἱ Ἀμμωνῖται, μαζὶ δὲ μὲ αὐτοὺς καὶ οἱ Μιναῖοι, εἰσέβαλαν εἰς τὴν Ἰουδαίαν, διὰ νὰ πολεμήσουν κατὰ τοῦ Ἰωσαφάτ.

  2. 2

    καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ ᾿Ιωσαφὰτ λέγοντες· ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν ᾿Ασασὰν Θαμὰρ (αὕτη ἐστὶν ᾿Εγγαδί).

    Ἦλθαν δὲ ἀγγελιαφόροι καὶ ἐπληροφόρησαν τὸν Ἰωσαφὰτ περὶ τῆς εἰσβολῆς καὶ τοῦ εἶπαν: «Μεγάλη στρατιωτικὴ δύναμις εἰσέβαλεν ἀπὸ τὴν Συρίαν, ποὺ εὑρίσκεται ἀπὸ τὴν ἄλλην πλευρὰν τῆς Νεκρᾶς Θαλάσσης, καὶ προχωρεῖ ἐναντίον σου. Καὶ νά· ὁ στρατὸς αὐτὸς ἔφθασεν ἤδη καὶ κατέλαβε τὴν πόλιν Ἀσασὰν Θαμάρ» (αὐτὴ εἶναι ἡ πόλις Ἐγγαδί).

  3. 3

    καὶ ἐφοβήθη καὶ ἔδωκεν ᾿Ιωσαφὰτ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον καὶ ἐκήρυξε νηστείαν ἐν παντὶ ᾿Ιούδᾳ.

    Εἰς τὸ ἄκουσμα τῆς εἰδήσεως αὐτῆς ὁ Ἰωσαφὰτ ἐφοβήθη καὶ ἐστράφη διὰ νὰ ζητήσῃ μὲ πόθον πολὺν τὴν βοήθειαν καὶ τὴν προστασίαν τοῦ Κυρίου καὶ ἐκήρυξε νηστείαν εἰς ὅλον τὸ βασίλειον τοῦ Ἰούδα.

  4. 4

    καὶ συνήχθη ᾿Ιούδας ἐκζητῆσαι τὸν Κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων ᾿Ιούδα ἦλθον ζητῆσαι τὸν Κύριον.

    Ὅλοι οἱ Ἰουδαῖοι συνεκεντρώθησαν γρήγορα εἰς τὴν Ἱερουσαλήμ, διὰ νὰ ζητήσουν μὲ πόθον πολὺν τὴν βοήθειαν καὶ τὴν προστασίαν τοῦ Κυρίου. Ἦλθαν ἀπὸ ὅλες τὶς πόλεις τοῦ βασιλείου τοῦ Ἰούδα, διὰ νὰ ζητήσουν τὴν βοήθειαν καὶ τὴν προστασίαν τοῦ Κυρίου.

  5. 5

    καὶ ἀνέστη ᾿Ιωσαφὰτ ἐν ἐκκλησίᾳ ᾿Ιούδα ἐν ῾Ιερουσαλὴμ ἐν οἴκῳ Κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς

    Τότε ὁ Ἰωσαφὰτ ἐσηκώθη ὄρθιος εἰς τὴν συνάθροισιν ἐκείνην τῶν Ἰουδαίων εἰς τὴν Ἱερουσαλήμ, εἰς τὸν Ναὸν τοῦ Κυρίου, ἐμπρὸς ἀπὸ τὴν καινούργιαν ἐξωτερικὴν αὐλὴν τοῦ Ναοῦ,

  6. 6

    καὶ εἶπε· Κύριε ὁ Θεὸς τῶν πατέρων μου, οὐχὶ σὺ εἶ Θεὸς ἐν οὐρανῷ ἄνω καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστι πρός σε ἀντιστῆναι;

    καὶ εἶπεν: «Ὤ! Κύριε, Θεὲ τῶν πατέρων μας, Σὺ δὲν εἶσαι Θεός, ποὺ κατοικεῖς ἄνω, εἰς τὸν οὐρανόν, καὶ Σὺ δὲν εἶσαι Κύριος ὅλων τῶν βασιλειῶν τῶν ἐθνῶν καὶ εἰς τὸ παντοδύναμον χέρι σου δὲν εἶναι ἡ δύναμις τῆς κραταιᾶς, ἀκατανικήτου διακυβερνήσεώς σου, εἰς τὴν ὁποίαν κανεὶς δὲν εἶναι δυνατὸν νὰ ἀντισταθῇ;

  7. 7

    οὐχὶ σὺ ὁ Κύριος ὁ ἐξολοθρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου τοῦ λαοῦ σου ᾿Ισραὴλ καὶ ἔδωκας αὐτὴν σπέρματι ῾Αβραὰμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα;

    Σὺ δὲν εἶσαι ὁ Κύριος, ὁ ὁποῖος ἐξωλόθρευσες τοὺς κατοίκους τῆς χώρας αὐτῆς, καθὼς ὁ Ἰσραηλιτικὸς λαός σου εἰσέβαλεν εἰς τὴν Παλαιστίνην, καὶ τὴν ἔδωκες εἰς τοὺς ἀπογόνους τοῦ Ἀβραάμ, τοῦ ἀγαπημένου φίλου σου, διὰ νὰ εἶναι αἰωνίως ἰδική των;

  8. 8

    καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες·

    Καὶ οἱ Ἰσραηλῖται ἐγκατεστάθησαν εἰς αὐτὴν καὶ ἔκτισαν εἰς αὐτὴν Ναὸν ἅγιον πρὸς τιμὴν τοῦ ὀνόματός σου, λέγοντες:

  9. 9

    ἐὰν ἐπέλθῃ ἐφ' ἡμᾶς κακά, ρομφαία, κρίσις, θάνατος, λιμός, στησόμεθα ἐναντίον τοῦ οἴκου τούτου καὶ ἐναντίον σου, ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ, καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τῆς θλίψεως, καὶ ἀκούσῃ καὶ σώσεις.

    « Ἐὰν μᾶς κτυπήσουν συμφορές, δηλαδὴ πλατύ, μεγάλο δίστομο σπαθί (=πόλεμος), περίοδος δυσκολιῶν καὶ κινδύνων, ἐπιδημικὴ θανατηφόρος ἀρρώστια, πεῖνα, καὶ σταθῶμεν ἐνώπιον τοῦ Ναοῦ αὐτοῦ καὶ ἐνώπιόν Σου, διότι τὸ ὄνομά σου εἰς τὸν Ναὸν αὐτὸν λατρεύεται καὶ δοξάζεται, καὶ μέσα εἰς τὴν θλῖψιν μας προσευχηθῶμεν μὲ φωνὴν ἰσχυρὰν πρὸς Σέ, θά εἰσακούσῃς τὴν προσευχήν μας καὶ θὰ μᾶς σώσῃς».

  10. 10

    καὶ νῦν ἰδοὺ οἱ υἱοὶ ᾿Αμμὼν καὶ Μωὰβ καὶ ὄρος Σηείρ, εἰς οὓς οὐκ ἔδωκας τῷ ᾿Ισραὴλ διελθεῖν δι' αὐτῶν, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ὅτι ἐξέκλιναν ἀπ' αὐτῶν καὶ οὐκ ἐξωλόθρευσαν αὐτούς.

    Καὶ τώρα, νά, κύτταξε, Κύριε· οἱ Ἀμμωνῖται καὶ οἱ Μωαβῖται καὶ οἱ κάτοικοι τοῦ ὄρους Σηείρ (οἱ Ἰδουμαῖοι), ἀπὸ τὴν χώραν τῶν ὁποίων δὲν ἐπέτρεψες εἰς τοὺς Ἰσραηλίτες, ὅταν ἔβγαιναν ἀπὸ τὴν Αἴγυπτον, νὰ περάσουν, καὶ ἔτσι οἱ πρόγονοί μας παρέκαμψαν τὴν χώραν των καὶ δὲν τοὺς ἐξωλόθρευσαν

  11. 11

    καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφ' ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν, ἧς ἔδωκας ἡμῖν.

    νά, λοιπὸν τώρα, Κύριε, κύτταξε· αὐτοὶ ἐπιχειροῦν νὰ ἔλθουν ἐναντίον μας καὶ νὰ μᾶς βγάλουν ἀπὸ τὴν χώραν, τὴν ὁποίαν Σὺ μᾶς ἐδωκες ὡς κληρονομίαν καὶ μόνιμον ἰδιοκτησίαν.

  12. 12

    Κύριε ὁ Θεὸς ἡμῶν, οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ' ἡμᾶς, καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς, ἀλλ' ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.

    Κύριε καὶ Θεέ μας, δὲν θὰ τοὺς τιμωρήσῃς; Ζητοῦμεν τὴν ἐκ μέρους σου ἐπέμβασιν καὶ τιμωρίαν, διότι ἐμεῖς δὲν ἔχομεν τὴν δύναμιν νὰ ἀντισταθῶμεν ἐναντίον αὐτοῦ τοῦ πολυαρίθμου στρατοῦ, ὁ ὁποῖος ἦλθε καὶ εἶναι ἕτοιμος νὰ μᾶς ἐπιτεθῇ καὶ δὲν γνωρίζομεν τὶ νὰ κάμωμεν εἰς αὐτούς· ὅμως τὰ μάτια μας εἶναι στραμμένα μὲ ἀπόλυτον πίστιν καὶ ἐλπίδα πρὸς Σέ!»

  13. 13

    καὶ πᾶς ᾿Ιούδας ἑστηκὼς ἔναντι Κυρίου, καὶ τὰ παιδία αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν.

    Ὅλος δὲ ὁ Ἰουδαϊκὸς λαὸς ἐστέκετο εἰς τὴν αὐλὴν τοῦ Ναοῦ ἐνώπιον τοῦ Κυρίου! Μαζί των ἦσαν καὶ τὰ παιδιά των καὶ οἱ γυναῖκες των!

  14. 14

    καὶ τῷ ᾿Οζιὴλ τῷ τοῦ Ζαχαρίου τῶν υἱῶν Βαναίου τῶν υἱῶν ᾿Ελεϊὴλ τοῦ Ματθανίου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν ᾿Ασάφ, ἐγένετο ἐπ' αὐτὸν πνεῦμα Κυρίου ἐν τῇ ἐκκλησίᾳ

    Εἰς τὴν συνάθροισιν ἐκείνην τὸ Πνεῦμα τοῦ Κυρίου ἐκυρίευσεν ὅλην τὴν ὕπαρξιν τοῦ Ὀζιήλ, υἱοῦ τοῦ Ζαχαρία, ἀπὸ τοὺς υἱοὺς τοῦ Βαναία, ἑνὸς ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἐλεϊήλ, υἱοῦ τοῦ Λευΐτῃ Ματθανία, ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀσάφ· τὸ Πνεῦμα τοῦ Κυρίου τὸν ἐφώτισε, τὸν ἐχαρίτωσε, τὸν εὐλόγησε, τὸν ἔκαμεν ἱκανὸν νὰ ὁμιλήσῃ

  15. 15

    καὶ εἶπεν· ἀκούσατε πᾶς ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ καὶ ὁ βασιλεὺς ᾿Ιωσαφάτ· τάδε λέγει Κύριος ὑμῖν αὐτοῖς· μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις, ἀλλ' ἢ τῷ Θεῷ.

    καὶ ἔτσι ὁ Ὀζιὴλ εἶπεν: «Ἀκοῦστε, ὅλοι οἰ Ἰουδαῖοι καὶ ὅσοι κατοικεῖτε εἰς τὴν Ἱερουσαλὴμ καὶ σύ, ὁ βασιλιᾶς Ἰωσαφάτ! Αὐτὰ λέγει ὁ Κύριος πρὸς σᾶς τοὺς ἰδίους: « Μὴ φοβάσθε καὶ μὴ κατατρομάξετε ἀπὸ τὴν παρουσίαν τοῦ πολυαρίθμου αὐτοῦ ὄχλου, διότι ἡ μάχη καὶ ὁ πόλεμος αὐτὸς δὲν ἀφορᾷ σᾶς καὶ ἄρα δὲν ἐξαρτᾶται ἀπὸ σᾶς· ὁ πόλεμος αὐτὸς ἀφορᾷ τὸν Θεὸν καὶ δι' αὐτὸ εἶναι ὑπόθεσις ἰδική του.

  16. 16

    αὔριον κατάβητε ἐπ' αὐτούς· ἰδοὺ ἀναβαίνουσι κατὰ τὴν ἀνάβασιν ᾿Ασάς, καὶ εὑρήσετε αὐτοὺς ἐπ' ἄκρου ποταμοῦ τῆς ἐρήμου ᾿Ιεριήλ.

    Αὔριον κατεβῆτε ἐναντίον τους. Νά· αὐτοὶ ἀνεβαίνουν ἀπὸ τὸν ἀνήφορον Ἀσὰς καὶ θὰ τοὺς συναντήσετε εἰς τὸ ἄκρον τοῦ ποταμοῦ, ποὺ εὑρίσκεται εἰς τὴν ἔρημον Ἰεριήλ.

  17. 17

    οὐχ ὑμῖν ἐστι πολεμῆσαι· ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου μεθ' ὑμῶν, ᾿Ιούδα καὶ ῾Ιερουσαλήμ· μὴ φοβηθῆτε μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς, καὶ Κύριος μεθ' ὑμῶν.

    Δὲν ὑπάρχει λόγος νὰ πολεμήσετε ἐναντίον των σεῖς (διότι ἐναντίον των θὰ πολεμήσῃ ὁ Θεός). Αὐτὰ σκεφθῆτε τα καλά, κατανοῆστε τα, Ἰουδαῖοι καὶ ὅσοι κατοικεῖτε εἰς τὴν Ἱερουσαλήμ, καὶ θὰ ἰδῆτε ὅτι ἡ σωτηρία σας θὰ προέλθῃ ἀπὸ τὸν Κύριον. Μὴ φοβηθῆτε καὶ μὴ κατατρομάξετε νὰ προχωρήσετε αὔριον διὰ νὰ τοὺς συναντήσετε· καὶ ὁ Κύριος θὰ εἶναι μαζί σας».

  18. 18

    καὶ κύψας ᾿Ιωσαφὰτ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ῾Ιερουσαλὴμ ἔπεσαν ἔναντι Κυρίου προσκυνῆσαι Κυρίῳ.

    Τότε ὁ Ἰωσαφάτ, ἀφοῦ ἔσκυψε τὸ πρόσωπόν του, ἔπεσε μπρούμυτα εἰς τὴν γῆν καὶ ἐπροσκύνησε εὐλαβικὰ καὶ ταπεινά· ἀλλὰ καὶ ὅλοι οἱ Ἰουδαῖοι καὶ ὅσοι ἐκατοικοῦσαν εἰς τὴν Ἱερουσαλήμ, ἔπεσαν μπρούμυτα εἰς τὴν γῆν ἐνώπιον τοῦ Κυρίου, διὰ νὰ προσκυνήσουν εὐλαβικὰ καὶ ταπεινὰ τὸν Κύριον.

  19. 19

    καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἀπὸ τῶν υἱῶν Κορὲ αἰνεῖν Κυρίῳ Θεῷ ᾿Ισραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος.

    Οἱ δὲ Λευῖται, ἀπὸ τοὺς ἀπογόνους τοῦ Καὰθ καὶ ἀπὸ τοὺς ἀπογόνους τοῦ Κορέ, ἐσηκώθησαν ὄρθιοι διὰ νὰ ὑμνήσουν τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἰσραήλ, μὲ φωνὴν ἰσχυρὰν καὶ ὑψηλήν.

  20. 20

    Καὶ ὤρθρισαν πρωΐ καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωέ, καὶ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἔστη ᾿Ιωσαφὰτ καὶ ἐβόησε καὶ εἶπεν· ἀκούσατέ μου ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλήμ· ἐμπιστεύσατε ἐν Κυρίῳ Θεῷ ἡμῶν, καὶ ἐμπιστευθήσεσθε· ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ, καὶ εὐοδωθήσεσθε.

    Τὴν ἑπομένην ἐσηκώθησαν πολὺ ἐνωρὶς τὸ πρωῒ καὶ ἐβγῆκαν διὰ νὰ προχωρήσουν εἰς τὴν ἔρημον Θεκωέ. Καθὼς δὲ ἐξεκινοῦσαν, ὁ Ἰωσαφὰτ ἐστάθη ὄρθιος καὶ ἐφώναξε καὶ εἶπεν: «Ἀκοῦστε με, Ἰουδαῖοι καὶ ὅσοι κατοικεῖτε εἰς τὴν Ἱερουσαλήμ! Δώστε ἀπόλυτον πίστιν καὶ ἐμπιστοσύνην εἰς τὸν Κύριον, τὸν Θεόν μας, καὶ θὰ εἶσθε ἀκλόνητοι καὶ ἀσφαλεῖς. Δῶστε ἀπόλυτον πίστιν καὶ ἐμπιστοσύνην εἰς τὸν προφήτην του καὶ τὰ ἔργα σας θὰ στεφθοῦν μὲ ἐπιτυχίαν».

  21. 21

    καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ καὶ ἔστησε ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως, καὶ ἔλεγον· ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

    Κατόπιν ὁ Ἰωσαφὰτ συνεσκέφθη μὲ τὸν λαὸν καὶ καθώρισεν ὡρισμένους ψάλτες καὶ ὑμνωδούς, διὰ νὰ ὑμνοῦν καὶ νὰ δοξολογοῦν τὸν Θεὸν καὶ τὴν ἁγιότητά του, προπορευόμενοι τῆς στρατιωτικῆς δυνάμεως. Αὐτοὶ δὲ ἔψαλλαν ἐπαναλαμβάνοντες τὴν ἐπωδόν: «Δοξολογεῖτε μὲ βαθεῖα εὐγνωμοσύνην τὸν Κύριον, διότι πάντοτε καὶ διαρκῶς ἐλεεῖ καὶ τὸ ἔλεός του μένει εἰς τὸν αἰῶνα».

  22. 22

    καὶ ἐν τῷ ἄρξασθαι αὐτοὺς τῆς αἰνέσεως καὶ τῆς ἐξομολογήσεως ἔδωκε Κύριος πολεμεῖν τοὺς υἱοὺς ᾿Αμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ ᾿Ιούδαν, καὶ ἐτροπώθησαν.

    Μόλις οἱ ψάλται καὶ οἱ ὑμνωδοὶ ἄρχισαν νὰ ὑμνοῦν καὶ νὰ δοξολογοῦν τὸν Θεόν, ὁ Κύριος ἐπροκάλεσε σύγχυσιν καὶ πανικὸν εἰς τὸν στρατὸν τῶν εἰσβολέων. Ἀποτέλεσμα τούτου ἦταν τὸ ὅτι οἱ Ἀμμωνῖται ἐπολεμοῦσαν ἐναντίον τῶν Μωαβιτῶν καὶ ἐναντίον ἐκείνων ποὺ κατήγοντο ἀπὸ τὸ ὄρος Σηείρ (τῶν Ἰδουμαίων)· αὐτοὶ ἦσαν, ποὺ εἰσέβαλαν εἰς τὴν Ἰουδαίαν καὶ ἐπετέθησαν κατὰ τῶν Ἰουδαίων. Ἔτσι οἱ ἐχθροὶ ἀλληλοεξωντώθησαν!

  23. 23

    καὶ ἀνέστησαν οἱ υἱοὶ ᾿Αμμὼν καὶ Μωὰβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηεὶρ ἐξολοθρεῦσαι καὶ ἐκτρῖψαι αὐτούς· καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηείρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολοθρευθῆναι.

    Διότι συνέβη τοῦτο: Ἐπετέθησαν οἱ Ἀμμωνῖται καὶ οἱ Μωαβῖται ἐναντίον τῶν κατοίκων τοῦ ὄρους Σηείρ (τῶν Ἰδουμαίων), διὰ νὰ τοὺς ἐξολοθρεύσουν καὶ νὰ τοὺς συντρίψουν. Ὅταν δὶ οἱ Ἀμμωνῖται καὶ Μωαβῖται συνέτριψαν καὶ κατέστρεψαν ἐντελῶς τοὺς κατοίκους τοῦ ὄρους Σηείρ (τοὺς Ἰδουμαίους), ἐστράφησαν οἱ μὲν ἐναντίον τῶν δὲ εἰς ἄγριον ἐξοντωτικὸν πόλεμον, μὲ ἀποτέλεσμα νὰ ἐξολοθρευθοῦν ἀμοιβαίως ὅλοι!

  24. 24

    καὶ ᾿Ιούδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου καὶ ἐπέβλεψε καὶ εἶδε τὸ πλῆθος, καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς, οὐκ ἦν σωζόμενος.

    Ὅταν ὁ Ἰουδαϊκὸς στρατὸς ἔφθασεν εἰς κάποιον ὕψωμα τῆς ἐρήμου τῆς Θεκωέ, ἐκύτταξαν πρὸς τὸ μέρος τοῦ πολυαρίθμου ἐχθροῦ καὶ νά· ὅλοι οἰ ἐχθροὶ ἦσαν πεσμένοι κατὰ γῆς νεκρὸν κανεὶς δὲν ὑπῆρχε, ποὺ νὰ εἶχε σωθῇ καὶ νὰ ζῇ!

  25. 25

    καὶ ἐξῆλθεν ᾿Ιωσαφὰτ καὶ ὁ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιθυμητὰ καὶ ἐσκύλευσαν ἐν αὐτοῖς. καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα, ὅτι πολλὰ ἦν.

    Καὶ ὁ Ἰωσαφὰτ καὶ ὁ στρατος του ἐπροχώρησαν πρὸς τὸ μέρος τῶν νεκρῶν ἐχθρῶν διὰ νὰ πάρουν τὰ λάφυρά των. Εὑρῆκαν πολλὰ κατοικίδια ζῶα καὶ προμήθειες καὶ λάφυρα καὶ πολύτιμα ἀντικείμενα, τὰ ὁποῖα καὶ ἐλαφυραγώγησαν. Συνεπληρώθησαν δὲ τρεῖς ἡμέρες, κατὰ τὶς ὁποῖες οἱ Ἰουδαῖοι ἐλαφυραγωγοῦσαν τοὺς νεκροὺς ἐχθρούς των, διότι τὰ λάφυρα ἦσαν πολλά!

  26. 26

    καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας, ἐκεῖ γὰρ ηὐλόγησαν τὸν Κύριον· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης.

    Κατὰ δὲ τὴν τετάρτην ἡμέραν συνέβη τοῦτο: Οἱ Ἰουδαῖοι συνεκεντρώθησαν εἰς τὴν Κοιλάδα τῆς Εὐλογίας, διότι ἐκεῖ εὐλόγησαν καὶ ἐδόξασαν τὸν Κύριον. Διὰ τοῦτο ὠνόμασαν τὴν τοποθεσίαν ἐκείνην Κοιλάδα Εὐλογίας· ἡ ὀνομασία αὐτὴ διατηρεῖται μέχρι τῆς ἡμέρας, ποὺ γράφονταὶ οἱ γραμμὲς αὐτές.

  27. 27

    καὶ ἐπέστρεψε πᾶς ἀνὴρ ᾿Ιούδα εἰς ῾Ιερουσαλὴμ καὶ ᾿Ιωσαφὰτ ἡγούμενος αὐτῶν ἐν εὐφροσύνῃ μεγάλῃ, ὅτι εὔφρανεν αὐτοὺς Κύριος ἀπὸ τῶν ἐχθρῶν αὐτῶν,

    Κατόπιν ἐπέστρεψαν ὅλοι οἱ Ἰουδαῖοι μὲ τὸν ἀρχηγόν των Ἰωσαφὰτ εἰς τὴν Ἱερουσαλήμ, μὲ μεγάλην χαράν, διότι ὁ Κύριος τοὺς ἐχάρισεν εὐφροσύνην, ἐπειδὴ τοὺς ἀπήλλαξεν ἀπὸ τοὺς ἐχθρούς των.

  28. 28

    καὶ εἰσῆλθον εἰς ῾Ιερουσαλὴμ ἐν νάβλαις καὶ κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον Κυρίου.

    Καὶ ὅλοι οἰ Ἰουδαῖοι μὲ ἐπὶ κεφαλῆς τὸν Ἰωσαφὰτ ἐμπῆκαν εἰς τὴν Ἱερουσαλὴμ μὲ νάβλες (λύρες) καὶ κινύρες (ἄρπες) καὶ σάλπιγγες καὶ ἐπροχώρησαν εἰς τὸν Ναὸν τοῦ Κυρίου.

  29. 29

    καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι Κύριος ἐπολέμησε πρὸς τοὺς ὑπεναντίους ᾿Ισραήλ.

    Καὶ πανικός, φρίκη, θεῖος τρόμος, τὸν ὁποῖον ἐπροκάλεσε ὁ Κύριος, ἐκυρίευσεν ὅλα τά (γειτονικά) βασίλεια τῆς γῆς, ὅταν ἄκουσαν καὶ ἐπληροφορήθησαν ὅτι ὁ ἴδιος ὁ Κύριος ἐπολέμησεν ἐναντίον τῶν ἐχθρῶν τοῦ Ἰσραηλιτικοῦ λαοῦ.

  30. 30

    καὶ εἰρήνευσεν ἡ βασιλεία ᾿Ιωσαφάτ, καὶ κατέπαυσεν αὐτῷ ὁ Θεὸς αὐτοῦ κυκλόθεν.

    Ἕνεκα τούτου ὁ Ἰωσαφὰτ ἐκυβέρνησεν ἀπὸ τότε ἀνενόχλητος, χωρὶς πολέμους, διότι ὁ Θεός του τοῦ ἐχάρισεν εἰρήνην καὶ ἀσφάλειαν ἀπὸ τοὺς γύρω του ἐχθρούς.

  31. 31

    Καὶ ἐβασίλευσεν ᾿Ιωσαφὰτ ἐπὶ τὸν ᾿Ιούδαν, ὢν ἐτῶν τριακονταπέντε ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αζουβὰ θυγάτηρ Σαλί.

    Ὁ Ἰωσαφὰτ ἐβασίλευσεν εἰς τὸ βασίλειον τοῦ Ἰούδα· ἦταν δὲ τριάντα πέντε ἐτῶν, ὅταν ἄρχισε νὰ βασιλεύῃ, καὶ ἐβασίλευσεν εἴκοσι πέντε χρόνια μὲ πρωτεύουσαν τὴν Ἱερουσαλήμ. Τὸ ὄνομα τῆς μητέρας του ἦταν Ἀζουβά· αὐτὴ δὲ ἦταν κόρη τοῦ Σαλί.

  32. 32

    καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ᾿Ασὰ καὶ οὐκ ἐξέκλινε τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον Κυρίου·

    Ὁ Ἰωσαφατ ἀκολούθησε τὸ θεοφιλὲς παράδειγμα τοῦ πατέρα του, τοῦ Ἀσά,καὶ δὲν παρεξέκλινεν, ἀλλ’ ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου.

  33. 33

    ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε, καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνε τὴν καρδίαν αὐτῶν πρὸς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.

    Ἀλλ’ οἱ ὑψηλοὶ εἰδωλολατρικοὶ τόποι ὑπῆρχαν ἀκόμη, καὶ ὁ λαὸς δὲν ἔστρεψεν ἀκόμη σταθερὰ τὴν καρδία του πρὸς τὸν Κύριον, τὸν Θεὸν τῶν πατέρων του.

  34. 34

    καὶ οἱ λοιποὶ λόγοι ᾿Ιωσαφὰτ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις ᾿Ιοὺ τοῦ ᾿Ανανί, ὃς κατέγραψε βιβλίον βασιλέων ᾿Ισραήλ.

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Ἰωσαφάτ, τὰ πρῶτα μέχρι τὰ τελευταῖα (ἡ ἱστορία του ἀπ’ ἀρχῆς μέχρι τέλους), νά· εἶναι γραμμένα εἰς τὸ βιβλίον «Ἱστορία (Χρονικά) τοῦ Ἰού, υἱοῦ τοῦ Ἀνανί», ὁ ὁποῖος συνέγραψε βιβλίον «Ἱστορία τῶν βασιλέων τοῦ Ἰσραήλ».

  35. 35

    Καὶ μετὰ ταῦτα ἐκοινώνησεν ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα πρὸς ᾿Οχοζίαν βασιλέα ᾿Ισραήλ (καὶ οὗτος ἠνόμησεν)

    Μετὰ ἀπὸ αὐτὰ ὁ Ἰωσαφάτ, ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα, ἦλθεν εἰς ἐπικοινωνίαν καὶ ἔγινε συνεταῖρος μὲ τὸν Ὀχοζίαν, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰσραήλ (αὐτὸς δὲ εἶχεν ἁμαρτήσει εἰς τὸν Θεόν).

  36. 36

    ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς Θαρσεῖς καὶ ἐποίησε πλοῖα ἐν Γασιὼν Γαβέρ.

    Ἔγινε συνεταῖρος με τὸν Ὀχοζίαν διὰ νὰ κατασκευάσουν πλοῖα, τὰ ὁποῖα θὰ ἐταξίδευαν εἰς Θαρσεῖς. Ἔτσι ἐναυπήγησαν πλοῖα εἰς τὴν πόλιν - λιμάνι Γασιὼν Γαβέρ.

  37. 37

    καὶ ἐπροφήτευσεν ᾿Ελιέζερ ὁ τοῦ Δωδία ἀπὸ Μαρισῆς ἐπὶ ᾿Ιωσαφὰτ λέγων· ὡς ἐφιλίασας τῷ ᾿Οχοζίᾳ, ἔθραυσε Κύριος τὸ ἔργον σου, καὶ συνετρίβη τὰ πλοῖά σου. καὶ οὐκ ἐδυνάσθη πορευθῆναι εἰς Θαρσεῖς.

    Ἀλλ’ ὁ Ἐλιέζερ, ὁ υἱὸς τοῦ Δωδία, ἀπὸ τὴν πόλιν Μαρισῆς, ἐπροφήτευσε ἐναντίον τοῦ Ἰωσαφὰτ καὶ τὸν προειδοποίησεν ὡς ἑξῆς: «Ἐπειδὴ συνεδέθης μὲ φιλίαν με τὸν Ὀχοζίαν, ὁ Κύριος θὰ καταστρέψῃ τὸ ἔργον σου καὶ θὰ συντρίψῃ τὰ πλοῖα σου». Πράγματι· τὰ πλοῖα του συνετρίβησαν (εἰς τὴν Γασιὼν Γαβέρ) καὶ δὲν κατέστη δυνατὸν νὰ πλεύσουν εἰς Θαρσεῖς.