Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 17

19 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ ἐβασίλευσεν ᾿Ιωσαφὰτ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ, καὶ κατίσχυσεν ᾿Ιωσαφὰτ ἐπὶ τὸν ᾿Ισραήλ.

    Ως διάδοχος τὸν Ἀσά, ἐβασίλευσεν ὁ Ἰωσαφάτ, ὁ υἱός του· ὁ δὲ Ἰωσαφὰτ ἰσχυροποίησε στρατιωτικῶς καὶ πολεμικῶς τὴν θέσιν του ἔναντι τοῦ βασιλείου τοῦ Ἰσραήλ,

  2. 2

    καὶ ἔδωκε δύναμιν ἐν πάσαις ταῖς πόλεσιν ᾿Ιούδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἐν πόλεσιν ᾿Εφραίμ, ἃς προκατελάβετο ᾿Ασὰ ὁ πατὴρ αὐτοῦ.

    Ὁ Ἰωσαφὰτ ἐγκατέστησε στρατὸν εἰς ὅλες τὶς ὀχυρὲς πόλεις τοῦ βασιλείου τοῦ Ἰούδα καὶ ἐγκατέστησεν ἀρχηγούς (στρατιωτικοὺς διοικητάς) εἰς ὅλες τὶς πόλεις τοῦ βασιλείου τοῦ Ἰούδα καὶ εἰς τὶς πόλεις τῆς φυλῆς τοῦ Ἐφραίμ, τὶς ὁποῖες εἶχε καταλάβει προηγουμένως ὁ Ἀσά, ὁ πατέρας του.

  3. 3

    καὶ ἐγένετο Κύριος μετὰ ᾿Ιωσαφάτ, ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησε τὰ εἴδωλα,

    Καὶ ὁ Κύριος ἦταν μαζὶ μὲ τὸν Ἰωσαφάτ, διότι αὐτὸς ἀκολούθησε τὸ θεοφιλὲς παράδειγμα τῶν πρώτων ἡμερῶν τῆς βασιλείας τοῦ πατέρα του καὶ ἐλάτρευσε τὰ εἴδωλα·

  4. 4

    ἀλλὰ Κύριον τὸν Θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησε καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη, καὶ οὐχ ὡς τὰ ἔργα τοῦ ᾿Ισραήλ.

    ἀλλ’ ἐζήτησε μὲ πόθον πολὺν καὶ ἐλάτρευσε τὸν Κύριον, τὸν Θεὸν τοῦ πατέρα του, καὶ ἐβάδισε σύμφωνα μὲ τὶς ἐντολὲς τοῦ πατέρα του, καὶ ἐνήργησεν οὔτε συμπεριεφέρθη ὅπως οἱ ἀποστάτατες τοῦ βασιλεου τοῦ Ἰσραήλ.

  5. 5

    καὶ κατεύθυνε Κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἔδωκε πᾶς ᾿Ιούδα δῶρα τῷ ᾿Ιωσαφάτ, καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή.

    Ἕνεκα τῆς συμπεριφορᾶς αὐτῆς τοῦ Ἰωσαφὰτ ὁ Κύριος ἐπροστάτευσεν, ἀσφάλισε καὶ ἐυώδωσε τὴν βασιλείαν εἰς τὰ χέρια του· ὅλος δὲ ὁ λαὸς τοῦ βασιλείου τοῦ Ἰούδα ἔφερε δῶρα εἰς τὸν Ἰωσαφάτ, καὶ ἔτσι ἀπέκτησεν ἄφθονον πλοῦτον καὶ δόξαν πολλήν.

  6. 6

    καὶ ὑψώθη ἡ καρδία αὐτοῦ ἐν ὁδῷ Κυρίου, καὶ ἔτι εξῇρε τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς ᾿Ιούδα.

    Ἡ καρδιὰ τοῦ Ἰωσαφατ ἐγέμισεν ἀπὸ ἱερὸν ζῆλον καὶ ἅγιον ἐνθουσιασμὸν καὶ προώδευσεν εἰς τὴν κατὰ Θεὸν ζωήν, ὥστε καὶ πάλιν κατέστρεψε τὰ εἰδωλολατρικὰ ἱερά, ποὺ ἦσαν εἰς τὰ ὑψώματα τῆς χώρας, καὶ τὰ βαθύσκια δάση, τὰ ὁποῖα οἱ εἰδωλολάτραι ἐθεωροῦσαν ἱερά (ἢ τὰ σύμβολα καὶ ἀγάλματα τῆς θεᾶς Ἀστάρτης, τῆς Ἀφροδίτης τῶν Χαναναίων) καὶ τὰ ὁποῖα ὑπῆρχαν εἰς τὴν περιοχὴν τοῦ βασιλείου τοῦ Ἰούδα.

  7. 7

    καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλε τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν ᾿Αβδίαν καὶ Ζαχαρίαν καὶ Ναθαναὴλ καὶ Μιχαίαν, τοῦ διδάσκειν ἐν πόλεσιν ᾿Ιούδα·

    Κατὰ τὸ τρίτον ἔτος τῆς βασιλείας του ἔστειλε τοὺς ἀρχηγούς (ἐπισήμους) του καὶ τοὺς ἱκανοὺς διδασκάλους, τὸν Ἀβδίαν, τὸν Ζαχαρίαν, τὸν Ναθαναὴλ καὶ τὸν Μιχαίαν, διὰ νὰ διδάσκουν τὸν Νόμον εἰς τὶς πόλεις τοῦ βασιλείου τοῦ Ἰούδα.

  8. 8

    καὶ μετ' αὐτῶν οἱ Λευῖται Σαμαίας καὶ Ναθανίας καὶ Ζαβδίας καὶ ᾿Ασιὴλ καὶ Σεμιραμὼθ καὶ ᾿Ιωνάθαν καὶ ᾿Αδωνίας καὶ Τωβίας, οἱ Λευῖται, καὶ μετ' αὐτῶν ᾿Ελισαμὰ καὶ ᾿Ιωρὰμ οἱ ἱερεῖς,

    Μαζὶ μὲ αὐτοὺς ὡς βοηθοὶ ἦσαν οἱ Λευῖται: Σαμαίας, Ναθανίας, Ζαβδίας, Ἀσιήλ, Σεμιραμώθ, Ἰωνάθαν, Ἀδωνίας καὶ Τωβίας. Αὐτοὶ ἦσαν Λευῖται. Μαζί των ἦσαν ἐπίσης οἱ δύο ἱερεῖς Ἐλισαμὰ καὶ Ἰωράμ.

  9. 9

    καὶ ἐδίδασκον ἐν ᾿Ιούδᾳ, καὶ μετ' αὐτῶν βίβλος νόμου Κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἐδίδασκον τὸν λαόν.

    Αὐτοὶ ἐδίδασκαν εἰς τὸ βασίλειον τοῦ Ἰούδα, ἔχοντες μαζί των τὸ βιβλίον τοῦ Νόμου τοῦ Κυρίου· ἐπέρασαν δὲ ἀπὸ ὅλες τὶς πόλεις τοῦ βασιλείου τοῦ Ἰούδα καὶ ἐδίδασκαν τὸν λαόν.

  10. 10

    καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς κύκλῳ ᾿Ιούδα, καὶ οὐκ ἐπολέμουν πρὸς ᾿Ιωσαφάτ·

    Πανικός, ταραχὴ καὶ θεῖος τρόμος, ποὺ προεκάλεσεν ὁ Κύριος, ἐκυρίευσεν ὅλα τὰ βασίλεια, τὰ ὁποῖα ἦσαν γύρω - γύρω ἀπὸ τὸ βασίλειον τοῦ Ἰούδα· ἀποτέλεσμα δὲ τούτου ἦταν ὅτι τὰ γειτονικὰ αὐτὰ βασίλεια δὲν ἐπολεμοῦσαν ἐναντίον τοῦ Ἰωσαφάτ.

  11. 11

    καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ ᾿Ιωσαφὰτ δῶρα καὶ ἀργύριον καὶ δόματα, καὶ οἱ ῎Αραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους.

    Μερικοὶ ἀπὸ τοὺς Φιλισταίους ἔφεραν εἰς τὸν Ἰωσαφὰτ ὡς δῶρα ἀσῆμι καὶ ἄλλες προσφορές. Οἱ Ἄραβες ἔφεραν εἰς αὐτὸν ἑπτὰ χιλιάδες ἑπτακόσια (7.700) κριάρια ἀπὸ τὰ κοπάδια τῶν προβάτων.

  12. 12

    καὶ ἦν ᾿Ιωσαφὰτ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν ἐν τῇ ᾿Ιουδαίᾳ οἰκήσεις καὶ πόλεις ὀχυράς.

    Ἔτσι ὁ Ἰωσαφὰτ ἐγίνετο ὁλονὲν καὶ περισσότερον δυνατὸς καὶ συνεχῶς ἐδοξάζετο. Εἰς ὅλην δὲ τὴν Ἰουδαίαν ἔκτισεν ἀποθῆκες (ἢ οἰκισμούς) ἀνεφοδιασμοῦ καὶ ὀχυρὲς πόλεις.

  13. 13

    καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ ᾿Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν ῾Ιερουσαλήμ.

    Ἔκαμε καὶ πολλὰ ἔργα εἰς τὴν Ἰουδαίαν ἄνδρες δὲ πολεμισταί, ἰσχυροὶ καὶ ἐμπειροπόλεμοι ἐστάθμευσαν εἰς τὴν Ἱερουσαλήμ.

  14. 14

    καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν· καὶ τῷ ᾿Ιούδᾳ χιλίαρχοι, ῎Εδνας ὁ ἄρχων καὶ μετ' αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες·

    Αὐτὸς δὲ ἦταν ὁ ἀριθμὸς τῶν πολεμιστῶν τούτων κατὰ τὶς πατριαρχικές των οἰκογένειες. Εἰς τὴν φυλὴν τοῦ Ἰούδα χιλίαρχοι ἦσαν: Ὁ στρατηγὸς Ἔδνας καὶ μαζί του τριακόσιες χιλιάδες (300.000) ἰσχυροὶ πολεμισταί.

  15. 15

    καὶ μετ' αὐτὸν ᾿Ιωανὰν ὁ ἡγούμενος καὶ μετ' αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες·

    Μετὰ ἀπὸ αὐτόν (ὑπ’ αὐτόν· δεύτερος κατὰ σειράν) ἦταν ὁ ἀρχηγὸς Ἰωανάν, μαζί του δὲ ἦσαν διακόσιες ὀγδόντα χιλιάδες (280.000) ἄνδρες.

  16. 16

    καὶ μετ' αὐτὸν ᾿Αμασίας ὁ τοῦ Ζαρί, ὁ προθυμούμενος τῷ Κυρίῳ, καὶ μετ' αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως.

    Μετὰ ἀπὸ αὐτόν (ὑπ’ αὐτόν· τρίτος κατὰ σειράν) ἦταν ὁ Ἀμασίας, ὁ υἱὸς τοῦ Ζαρί, ὁ ὁποῖος προσεφέρθη ἑκουσίως διὰ νὰ ὑπηρετήσῃ τὸν Κύριον· μαζί του ἦσαν διακόσιες χιλιάδες (200.000) ἰσχυροὶ πολεμισταί.

  17. 17

    καὶ ἐκ τοῦ Βενιαμὶν δυνατὸς δυνάμεως ᾿Ελιαδὰ καὶ μετ' αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες.

    Ἀπὸ δὲ τὴν φυλὴν τοῦ Βενιαμὶν ὁ γενναῖος πολεμιστὴς Ἐλιαδά, μαζί του (ὑπ’ αὐτόν) δὲ ἦσαν διακόσιες χιλιάδες (200.000) τοξόται καὶ στρατιῶται ὡπλισμένοι μὲ πέλτην, μικρὰν ἐλαφρὰν ἀσπίδα.

  18. 18

    καὶ μετ' αὐτὸν ᾿Ιωζαβὰδ καὶ μετ' αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου.

    Μετὰ ἀπὸ αὐτόν (ὑπ’ αὐτόν· δεύτερος κατὰ σειράν) ἦταν ὁ Ἰωζαβάδ· μαζί του (ὑπ’ αὐτόν) ἦσαν ἑκατὸν ὀγδόντα χιλιάδες (180.000) καλὰ ἐξωπλισμένοι διὰ πόλεμον.

  19. 19

    οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ, ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσι ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ ᾿Ιουδαίᾳ.

    Αὐτοὶ ἦσαν ἐκεῖνοι ποὺ ὑπηρετοῦσαν τὸν βασιλιᾶ, ἐκτὸς ἐκείνων τοὺς ὁποίους ὁ βασιλιᾶς εἶχε καθορίσει νὰ ἐπανδρώσουν τὶς ὀχυρὲς πόλεις, εἰς ὅλην τὴν χώραν τοῦ βασιλείου τοῦ Ἰούδα.