Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 16

14 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας ᾿Ασὰ ἀνέβη βασιλεὺς ᾿Ισραὴλ ἐπὶ ᾿Ιούδαν καὶ ᾠκοδόμησε τὴν Ραμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ ᾿Ασὰ βασιλεῖ ᾿Ιούδα.

    Κατὰ τὸ τριακοστὸν ὄγδοον ἔτος τῆς βασιλείας τὸν Ἀσά, ὁ Βαασά, βασιλιᾶς τοῦ Ἰσραήλ, ἐξεστράτευσεν ἐναντίον τοῦ βασιλείου τοῦ Ἰούδα καὶ ὠχύρωσε τὴν πόλιν Ραμά, διὰ νὰ ἀπαγορεύσῃ εἰς τὸν Ἀσά, τὸν βασιλιᾶ τοῦ Ἰούδα, τὴν ἔξοδον καὶ τὴν εἴσοδόν του εἰς τὴν χώραν του.

  2. 2

    καὶ ἔλαβεν ᾿Ασὰ ἀργύριον καὶ χρυσίον ἐκ θησαυρῶν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλε πρὸς τὸν υἱὸν τοῦ ῎Αδερ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων·

    Τότε ὁ Ἀσὰ ἐπῆρε ἀσῆμι καὶ χρυσάφι ἀπὸ τὸ Θησαυροφυλάκιον τοῦ Ναοῦ τοῦ Θεοῦ καὶ ἀπὸ τὸ Θησαυροφυλάκιον τοῦ βασιλικοῦ παλατιοῦ καὶ τὰ ἔστειλεν εἰς τὸν υἱὸν τοῦ Ἄδερ, βασιλιᾶ τῆς Συρίας, ὁ ὁποῖος ἑκατοικοῦσε εἰς τὴν Δαμασκόν, καὶ τοῦ ἐμήνυσεν:

  3. 3

    διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ ἀνὰ μέσον τοῦ πατρός σου· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον, δεῦρο καὶ διασκέδασον ἀπ' ἐμοῦ τὸν Βαασὰ βασιλέα ᾿Ισραὴλ καὶ ἀπελθέτω ἀπ' ἐμοῦ.

    «Ἂς κάμωμεν συνθήκην συμμαχίας μεταξὺ ἐμοῦ καὶ σοῦ, ὅπως ὑπῆρχε συμμαχία μεταξὺ τοῦ πατέρα μου καὶ τοῦ πατέρα σου. Νά· σοῦ ἔχω στείλει χρυσάφι καὶ ἀσῆμι. Ἐμπρός, ἔλα καὶ διασκόρπισε ἀπὸ ἐμὲ τὸν Βαασά, βασιλιᾶ τοῦ Ἰσραήλ, ὥστε νὰ ἀποσύρῃ τὸν στρατόν του καὶ νὰ φύγῃ ἀπὸ ἐμέ».

  4. 4

    καὶ ἤκουσεν υἱὸς ῎Αδερ τοῦ βασιλέως ᾿Ασὰ καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις ᾿Ισραὴλ καὶ ἐπάταξε τὴν ᾿Αϊὼν καὶ τὴν Δὰν καὶ τὴν ᾿Αβελμαΐν καὶ πάσας τὰς περιχώρους Νεφθαλί.

    Ὁ υἱὸς Ἄδερ ἐδέχθη τὴν πρότασιν τοῦ βασιλιᾶ Ἀσὰ καὶ ἔστειλε τοὺς ἀρχηγοὺς τοῦ στρατοῦ του ἐναντίον τῶν πόλεων τοῦ βασιλείου τοῦ Ἰσραὴλ καὶ κατέλαβε τὴν Ἀϊών, τὴν Δὰν καὶ τὴν Ἀβελμαΐν καὶ ὅλην τὴν περιοχὴν τῆς φυλῆς Νεφθαλί.

  5. 5

    καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασὰ ἀπέλιπε τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ραμὰ καὶ κατέπαυσε τὸ ἔργον αὐτοῦ.

    Συνέβη δὲ τοῦτο: Μόλις ὁ Βαασὰ ἐπληροφορήθη ὅσα συνέβησαν, ἔπαυσε πλέον νὰ ὀχυρώνῃ τὴν Ραμά, ἐσταμάτησε τὸ ὀχυρωματικόν του ἔργον καὶ ἔφυγε.

  6. 6

    καὶ ᾿Ασὰ βασιλεὺς ἔλαβε πάντα τὸν ᾿Ιούδαν καὶ ἔλαβε τοὺς λίθους τῆς Ραμὰ καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησε Βαασά, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γαβαὲ καὶ τὴν Μασφά.

    Τότε ὁ βασιλιᾶς Ἀσὰ ἐμάζευσεν ὅλους τοὺς Ἰουδαίους καὶ μετέφερε τὶς πέτρες τῆς Ραμὰ καὶ τὴν ξυλείαν της, τὰ ὑλικὰ μὲ τὰ ὁποῖα τὴν ὠχύρωσεν ὁ Βαασά· μὲ τὰ ὑλικὰ δὲ αὐτὰ ὁ βασιλιᾶς Ἀσὰ ὠχύρωσε τὴν Γαβαὲ καὶ τὴν Μασφά.

  7. 7

    καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν ᾿Ανανὶ ὁ προφήτης πρὸς ᾿Ασὰ βασιλέα ᾿Ιούδα καὶ εἶπεν αὐτῷ· ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον Θεόν σου, διὰ τοῦτο ἐσώθη ἡ δύναμις Συρίας ἀπὸ τῆς χειρός σου.

    Κατὰ τὸν καιρὸν ἐκεῖνον ἦλθεν ὁ προφήτης Ἀνανὶ εἰς τὸν Ἀσά, τὸν βασιλιᾶ τὸν βασιλείου τοῦ Ἰούδα, καὶ τοῦ εἶπεν: «Ἐπειδὴ ἐστήριξες τὴν ἐλπίδα καὶ τὴν πεποίθησίν σου εἰς τὸν βασιλιᾶ τῆς Συρίας καὶ δὲν ἐστήριξες τὴν ἐλπίδα καὶ τὴν πεποίθησίν σου εἰς τὸν Κύριον, τὸν Θεόν σου, διὰ τοῦτο ὁ στρατὸς τῆς Συρίας ἐγλύτωσε τὴν καταστροφὴν ἀπὸ τὰ χέρια σου.

  8. 8

    οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος, εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον παρέδωκεν εἰς χεῖράς σου;

    Μήπως οἰ Αἰθίοπες καὶ οἱ Λίβυες δὲν ἀποτελοῦσαν μεγάλην καὶ ὁρμητικὴν στρατιωτικὴν δύναμιν μὲ πάρα πολλοὺς ἱππεῖς; Ἀλλ’ ἐπειδὴ ἐστήριξες τὴν ἐλπίδα καὶ τὴν πεποίθησίν σου εἰς τὸν Κύριον, ὁ Κύριος παρέδωκεν ὅλους αὐτοὺς εἰς τὰ χέρια σου.

  9. 9

    ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔσται μετὰ σοῦ πόλεμος.

    Διότι οἱ ὀφθαλμοὶ τοῦ Κυρίου παρακολουθοῦν ἀγρύπνως ὁλόκληρον τὴν γῆν διὰ νὰ στηρίξουν ὅλους ἐκείνους, τῶν ὁποίων οἱ καρδιὲς εἶναι ὑπάκουες καὶ ἀφωσιωμένες εἰς αὐτόν. Σὺ ὅμως παρέβλεψες τὸ γεγονὸς αὐτὸ καὶ ἐφέρθης ὡς ἀνόητος· διὰ τοῦτο ἀπὸ τοῦδε καὶ εἰς τὸ ἑξῆς θὰ εὐρίσκεσαι συνεχῶς εἰς ἐμπόλεμον κατάστασιν».

  10. 10

    καὶ ἐθυμώθη ᾿Ασὰ τῷ προφήτῃ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν, ὅτι ὠργίσθη ἐπὶ τούτῳ· καὶ ἐλυμήνατο ᾿Ασὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ.

    Ὁ Ἀσὰ ὠργίσθη ἐναντίον τοῦ προφήτου καὶ τὸν ἔβαλεν εἰς τὴν φυλακήν, διότι ἐθύμωσεν ἕνεκα τοῦ μηνύματος, τὸ ὁποῖον τοῦ μετέφερε. Κατὰ τὸν ἴδιον ἐκεῖνον καιρὸν ὁ Ἀσὰ ἐτιμώρησε σκληρὰ μερικοὺς ἀπὸ τὸν λαόν.

  11. 11

    Καὶ ἰδοὺ οἱ λόγοι ᾿Ασὰ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίῳ βασιλέων ᾿Ιούδα καὶ ᾿Ισραήλ.

    Καὶ νά· τὰ ἔργα τοῦ Ἀσά, ἀπὸ τὰ πρῶτα τὰ τελευταῖα (ἡ ἱστορία του), εἶναι γραμμένα εἰς τὸ βιβλίον τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰούδα καὶ τοῦ Ἰσραήλ.

  12. 12

    καὶ ἐμαλακίσθη ᾿Ασὰ ἐν τῷ ἔτει τῷ ἐνάτῳ καὶ τριακοστῷ τῆς βασιλείας αὐτοῦ τοὺς πόδας, ἕως σφόδρα ἐμαλακίσθη· καὶ ἐν τῇ μαλακίᾳ αὐτοῦ οὐκ ἐζήτησε τὸν Κύριον, ἀλλὰ τοὺς ἰατρούς.

    Ὁ Ἀσὰ κατὰ τὸ τριακοστὸν ἔνατον ἔτος τῇς βασιλείας του προσεβλήθη ἀπὸ ἀσθένειαν εἰς τὰ πόδια, ἡ ὁποῖα ἐπροχώρησε καὶ ἐξειλίχθη εἰς πολὺ σοβαρὰν καὶ ὀδυνηράν. Ἐν τούτοις ὁ Ἀσὰ κατὰ τὴν ἀσθένειάν του δὲν κατέφυγεν εἰς τὸν Κύριον καὶ δὲν ἐζήτησε τὴν βοήθειάν του, ἀλλὰ κατέφυγεν εἰς τοὺς ἰατρούς.

  13. 13

    καὶ ἐκοιμήθη ᾿Ασὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτελεύτησεν ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ,

    Ὁ Ἀσὰ ἀπέθανε καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του· ἀπέθανε δὲ κατὰ τὸ τεσσαρακοστὸν ἔτος τῆς βασιλείας του· (ἄλλα χειρόγραφα γράφουν: Κατὰ τὸ τριακοστὸν ἔνατον ἔτος τῆς βασιλείας του).

  14. 14

    καὶ ἔθαψαν αὐτὸν ἐν τῷ μνήματι, ᾧ ὤρυξεν ἑαυτῷ ἐν πόλει Δαυίδ, καὶ ἐκοίμησαν αὐτὸν ἐπὶ τῆς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψῶν καὶ ἐποίησαν αὐτῷ ἐκφορὰν μεγάλην ἕως σφόδρα.

    Τὸν ἔθαψαν εἰς τὸ μνῆμα, τὸ ὁποῖον ὁ ἴδιος ἄνοιξε διὰ τὸν ἑαυτόν του εἰς τὴν πόλιν τοῦ Δαβίδ. Ἐτοποθέτησαν τὴν σορόν του ἐπάνω εἰς τὸ νεκρικὸν κρεββάτι, τὸ ὁποῖον ἐγέμισαν μὲ ἀρώματα, ποὺ εἶχαν κατασκευασθῇ ἀπὸ μυροποιοὺς μὲ τὴν ἀνάμειξιν διαφόρων ἀρωματικῶν ἐλαίων. Ἔτσι ἔκαμαν εἰς τὸν Ἀσὰ κηδείαν πολὺ μεγάλην καὶ ἐπίσημον.