Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 18

34 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ ἐγενήθη τῷ ᾿Ιωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ ᾿Αχαάβ.

    Ο Ἰωσαφὰτ ἀπέκτησεν ἀκόμη ἄφθονον πλοῦτον καὶ δόξαν πολλὴν καὶ συνεδέθη, διὰ τὸν γάμου τοῦ υἱοῦ τοῦ Ἰωρὰμ μὲ τὴν θυγατέρα τοῦ Ἀχαὰβ Γοθολίαν, μὲ τὴν βασιλικὴν οἰκογένειαν τοῦ Ἀχαάβ, βασιλιᾶ τοῦ Ἰσραήλ.

  2. 2

    καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς ᾿Αχαὰβ εἰς Σαμάρειαν· καὶ ἔθυσεν αὐτῷ ᾿Αχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ' αὐτοῦ καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετ' αὐτοῦ εἰς Ραμὼθ τῆς Γαλααδίτιδος.

    Ὀλίγα χρόνια μετὰ τὸν γάμον Ἰωρὰμ καὶ Γοθολίας ὁ Ἰωσαφὰτ κατέβη διὰ νὰ ἐπισκεφθῇ τὸν Ἀχαὰβ εἰς τὴν Σαμάρειαν· ὁ δὲ Ἀχαάβ, διὰ νὰ τιμήσῃ τὸν Ἰωσαφὰτ καὶ τὴν ἀκολουθίαν του, ἔσφαξε πρὸς χάριν του πολλὰ πρόβατα καὶ μοσχάρια. Ὁ Ἀχαὰβ ἐπροσπάθησε νὰ παρακινήσῃ καὶ νὰ πείσῃ τὸν Ἰωσαφάτ, ὥστε νὰ ἐκστρατεύσῃ μαζί του διὰ νὰ ἐπιτεθοῦν κατὰ τῆς πόλεως Ραμώθ, ἡ ὁποία εὑρίσκετο εἰς τὴν περιοχὴν τῆς χώρας Γαλαάδ.

  3. 3

    καὶ εἶπεν ᾿Αχαὰβ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα· εἰ πορεύσῃ μετ' ἐμοῦ εἰς Ραμὼθ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ· ὡς ἐγώ, οὕτω καὶ σύ· ὡς ὁ λαός σου καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον.

    Ἔτσι ὁ Ἀχαάβ, ὁ βασιλιᾶς τοῦ Ἰσραήλ, ἐρώτησε τὸν Ἰωσαφάτ, βασιλιᾶ τοῦ Ἰούδα: «Θὰ ἔλθῃς καὶ σὺ μαζί μου εἰς πόλεμον κατὰ τῆς πόλεως Ραμώθ, ποὺ εὑρίσκεται εἰς τὴν περιοχὴν τῆς χώρας Γαλαάδ;» Ὁ Ἰωσαφὰτ τοῦ ἀπάντησε: «Ὅπως εἶμαι ἐγώ, ἔτσι εἶσαι καὶ σύ· ὅπως εἶναι ὁ λαός σου, ἔτσι εἶναι καὶ ὁ λαός μου· μαζί σου θὰ ἐκστρατεύσωμεν εἰς πόλεμον».

  4. 4

    καὶ εἶπεν ᾿Ιωσαφὰτ πρὸς βασιλέα ᾿Ισραήλ· ζήτησον δὴ σήμερον τὸν Κύριον.

    «Ὅμως», ἐπρόσθεσε ὁ βασιλιᾶς Ἰωσαφὰτ πρὸς τὸν βασιλιᾶ τοῦ Ἰσραήλ, «συμβουλεύσου, σὲ παρακαλῶ, σήμερα διὰ τὸ ζήτημα αὐτὸ τὸν Κύριον».

  5. 5

    καὶ συνήγαγεν ὁ βασιλεὺς ᾿Ισραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς· εἰ πορευθῶ εἰς Ραμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν· ἀνάβαινε, καὶ δώσει ὁ Θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως.

    Ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ ἐμάζευσε τοὺς ψευδοπροφῆτες, τετρακοσίους ἄνδρες, καὶ τοὺς ἐρώτησε: «Πρέπει νὰ προχωρήσω εἰς πόλεμον ἐναντίον τῆς πόλεως Ραμὼθ τῆς περιοχῆς Γαλαὰδ ἢ πρέπει νὰ ἀποφύγω τὸν πόλεμον;» Ἐκεῖνοι τοῦ ἀπάντησαν: «Προχώρησε καὶ ὁ Θεὸς θὰ παραδώσῃ τὴν πόλιν εἰς τὰ χέρια (σοῦ) τοῦ βασιλιᾶ».

  6. 6

    καὶ εἶπεν ᾿Ιωσαφάτ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ' αὐτοῦ;

    Ὁ Ἰωσαφὰτ ὅμως ἐρώτησε: «Δὲν ὑπάρχει ἐδῶ ἄλλος, ἐκτὸς ἀπὸ αὐτούς, προφήτης τοῦ ἀληθινοῦ Θεοῦ, ὥστε νὰ συμβουλευθῶμεν τὸν Κύριον μέσῳ αὐτοῦ;»

  7. 7

    καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν Κύριον δι' αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστι προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μιχαίας υἱὸς ᾿Ιεμβλά. καὶ εἶπεν ᾿Ιωσαφάτ· μὴ λαλείτω ὁ βασιλεὺς οὕτως·

    Ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ ἀπάντησε εἰς τὸν Ἰωσαφάτ: «Ὑπάρχει ἀκόμη ἕνας ἄνθρωπος (προφήτης) διὰ νὰ ἐρωτήσωμεν τὸν Κύριον μέσῳ αὐτοῦ, ἐγὼ ὅμως τὸν ἐμίσησα, διότι οὐδέποτε προφητεύει δι’ ἐμὲ εὐχάριστα, ἀλλὰ ὅλες τὶς ἡμέρες τῆς ζωῆς του προφητεύει δι’ ἐμὲ δυσάρεστα· ὁ Προφήτης αὐτὸς εἶναι ὁ Μιχαίας, ὁ υἱὸς τοῦ Ἰεμβλά». Ὁ ἸωσαφᾺτ εἶπεν εἰς τὸν Ἀχαάβ: «Δὲν πρέπει νὰ ὁμιλῇ ἔτσι ὁ βασιλιᾶς διὰ τὸν Προφήτην αὐτόν».

  8. 8

    καὶ ἐκάλεσεν ὁ βασιλεὺς εὐνοῦχον ἕνα καὶ εἶπε· τάχος Μιχαίαν υἱὸν ᾿Ιεμβλά.

    Τότε ὁ βασιλιᾶς Ἀχαὰβ ἐκάλεσεν ἕνα εὐνοῦχον αὐλικὸν καὶ τοῦ εἶπε: «Πήγαινε γρήγορα καὶ κάλεσε ἀμέσως τὸν Μιχαίαν, τὸν υἱὸν τοῦ Ἰεμβλά!»

  9. 9

    καὶ βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολάς, καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν.

    Ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ καὶ ὁ Ἰωσαφάτ, ὁ βασιλιᾶς τοῦ Ἰούδα, ἐκάθηντο ὁ καθένας εἰς τὸν φορήτον θρόνον του καὶ ἦσαν ντυμένοι τὶς βασιλικές των στολές· ἐκάθηντο εἰς τὸν ἀνοικτὸν χῶρον ἐμπρὸς ἀπὸ τὴν πύλην τῆς Σαμαρείας· ὅλοι δὲ οἱ ψευδοπροφῆται ἐπροφήτευαν ἐμπρός των.

  10. 10

    καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ.

    Ἕνας δὲ ἀπὸ αὐτούς, ὁ Σεδεκίας, ὁ υἱὸς τοῦ Χαναάν, κατεσκεύασε διὰ τὸν ἑαυτόν του κέρατα σιδερένια καὶ εἶπεν: «Αὐτὰ λέγει ὁ Κύριος· μὲ αὐτὰ θὰ κτυπήσῃς τοὺς Σύρους, μέχρις ὅτου τοὺς συντρίψῃς ἐντελῶς».

  11. 11

    καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτω λέγοντες· ἀνάβαινε εἰς Ραμὼθ Γαλαὰδ καὶ εὐοδωθήσῃ, καὶ δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.

    Ἀλλὰ καὶ ὅλοι οἱ ψευδοπροφῆται τὰ ἴδια ἐπροφήτευαν καὶ ἔλεγαν: «Προχώρει ἐναντίον τῆς πόλεως Ραμὼθ τῆς περιοχῆς Γαλαὰδ καὶ θὰ ἐπιτύχῃ ἡ ἐπίθεσίς σου, ὁ δὲ Κύριος θὰ παραδώσῃ εἰς τὰ χέρια (σοῦ) τοῦ βασιλιᾶ τὴν πόλιν».

  12. 12

    καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαίαν ἐλάλησεν αὐτῷ λέγων· ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά.

    Ἐν τῷ μεταξὺ ὁ ἀγγελιαφόρος, ποὺ ἐπῆγε νὰ καλέσῃ τὸν Μιχαίαν, ἐμίλησε εἰς αὐτὸν καὶ τοῦ εἶπε: «Νά· ὅλοι οἰ προφῆται ἐμίλησαν μὲ ἕνα στόμα καὶ εἶπαν εὐχάριστα πράγματα εἰς τὸν βασιλιᾶ. Ἂς εἶναι λοιπὸν καὶ τὰ ἰδικά σου λόγια, ὅπως τὰ λόγια τοῦ καθενὸς ἀπ’ αὐτούς· μίλησε λοιπὸν καὶ σὺ καὶ πὲς εὐχάριστα πράγματα εὶς τὸν βασιλιᾶ».

  13. 13

    καὶ εἶπε Μιχαίας· ζῇ Κύριος, ὅτι ὃ ἐὰν εἴπῃ ὁ Θεὸς πρός με, αὐτὸ λαλήσω.

    Ἀλλ’ ὁ Μιχαίας τοῦ ἀπάντησε: «Ζῇ ὁ Θεὸς καὶ εἶναι μάρτυς τῶν ὅσων θὰ βεβαιώσω· ὁρκίζομαι λοιπὸν εἰς Αὐτὸν ὅτι ἐκεῖνο, ποὺ θὰ μοῦ εἰπῇ ὁ Θεός, αὐτὸ καὶ θὰ εἴπω εἰς τὸν βασιλιᾶ».

  14. 14

    καὶ ἦλθε πρὸς τόν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· Μιχαία, εἰ πορευθῶ εἰς Ραμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν· ἀνάβαινε καὶ εὐοδώσεις, καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν.

    Ὁ Μιχαίας παρουσιάσθη εἰς τὸν βασιλιᾶ καὶ ὁ βασιλιᾶς τοῦ εἶπε: «Μιχαία, πρέπει νὰ προχωρήσω εἰς πόλεμον ἐναντίον τῆς πόλεως Ραμὼθ τῆς περιοχῆς Γαλαὰδ ἢ πρέπει νὰ ἀποφύγω τὸν πόλεμον;» Ὁ Μιχαίας ἀπάντησε (εἰρωνικῶς): «Προχώρει καὶ θὰ ἐπιτύχῃ ἡ ἐκστρατεία σου· οἱ δὲ ἐχθροί σου θὰ παραδοθοῦν εἰς τὰ χέρια σας».

  15. 15

    καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρός με πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου;

    Τότε ὁ βασιλιᾶς Ἀχαάβ εἶπεν εἰς τὸν Μιχαίαν: «Πόσες φορὲς σὲ ἐκάλεσα, διὰ νάμη μοῦ εἰπῇς μὲ ὅρκον τίποτε ἄλλο, παρὰ μόνον τὴν ἀλήθειαν εἰς τὸ ὄνομα τοῦ Κηρίου;»

  16. 16

    καὶ εἶπεν· εἶδον τὸν ᾿Ισραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα, οἷς οὐκ ἔστι ποιμήν, καὶ εἶπε Κύριος· οὐκ ἔχουσιν ἡγούμενον οὗτοι, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.

    Ὁ Μιχαίας τοῦ ἀπάντησε: «Βλέπω τὸν Ἰσραηλιτικὸν λαὸν νὰ εἶναι διασκορπισμένος εἰς τὰ βουνὰ ὡς πρόβατα, ποὺ δὲν ἔχουν βοσκὸν νὰ τὰ προφύλαξῃ; καὶ τὰ ὁδηγήσῃ εἰς τόπους βοσκῆς. Καὶ ὁ Κύριος εἶπεν: «Αὐτοὶ δὲν ἔχουν ἀρχηγόν· ἂς ἐπιστρέψουν ὁ καθένας τους εἰρηνικὰ εἰς τὸ σπίτι του».

  17. 17

    καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· οὐκ εἶπόν σοι, ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθά, ἀλλ' ἢ κακά;

    Μετὰ τὴν ἀπάντησιν αὐτὴν τοῦ Μιχαία ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰσραὴλ εἶπεν εἰς τὸν Ἰωσαφάτ: «Δὰν σο·υ εἶπα ὅτι αὐτὸς δὲν προφητεύει δι’ ἐμὲ εὐχάριστα πράγματα, παρὰ μόνον δυσάρεστα;»

  18. 18

    καὶ εἶπεν· οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου· εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ παρειστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ.

    Τότε ὁ Μιχαίας ἀπάντησε: «Δὲν εἶναι τὰ πράγματα ἔτσι, ὅπως ἐπιμένεις· προσέξετε εἰς τὸν λόγον τοῦ Κυρίου. Εἶδα μὲ τὰ μάτια τῆς διανοίας μου εἰς ἔκστασιν προφητικὴν τὸν Κύριον νὰ κάθεται ἐπάνω εἰς τὸν Θρόνον του καὶ ὅλες οἱ οὐράνιες ἀγγελικὲς δυνάμεις νὰ στέκωνται ὄρθιες εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερά του.

  19. 19

    καὶ εἶπε Κύριος· τίς ἀπατήσει τὸν ᾿Αχαὰβ βασιλέα ᾿Ισραὴλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ραμὼθ Γαλαάδ; καὶ οὗτος εἶπεν οὕτως, καὶ οὗτος εἶπεν οὕτως.

    Καὶ ὁ Κύριος ἐρώτησε: «Ποιὸς θὰ ἀπατήσῃ καὶ θὰ πείσῃ τὸν Ἀχαάβ, τὸν βασιλιᾶ τοῦ Ἰσραήλ, ὥστε νὰ προχωρήσῃ εἰς πόλεμον κατὰ τῆς πόλεως Ραμὼθ τῆς περιοχῆς Γαλαὰδ καὶ ἔτσι νὰ σκοτωθῇ ἐκεῖ;» Καὶ ὁ ἕνας ἀπὸ τοὺς ἀγγέλους ἔλεγε· « μὲ αὐτὸν τὸν τρόπον», ὁ δὲ ἄλλος ἔλεγε· «μὲ ἐκεῖνον τὸν τρόπον»·

  20. 20

    καὶ ἐξῆλθε τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπε Κύριος· ἐν τίνι;

    μέχρις ὅτου παρουσιάσθη ἕνα πνεῦμα, τὸ ὁποῖον ἐστάθη ἐμπρὸς εἰς τὸν Κύριον καὶ εἶπεν: «Ἐγὼ θὰ τὸν ἀπατήσω καὶ θὰ τὸν πείσω νὰ προχωρήσῃ εἰς τὸν πόλεμον αὐτόν!» Καὶ ὁ Κύριος τὸ ἐρώτησε: «Μὲ ποῖον τρόπον;»

  21. 21

    καὶ εἶπεν· ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν· ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτω.

    Τὸ πνεῦμα ἀπάντησε: «Θὰ φύγω ἀπὸ ἐδῶ καὶ θὰ γίνω πνεῦμα, ποὺ θὰ λαλήσῃ ψεύδη εἰς τὸ στόμα ὅλων τῶν ψευδοπροφητῶν τοῦ Ἀχαάβ». Καὶ ὁ Θεὸς τοῦ εἶπε: «Ναί· θὰ τὸν ἀπατήσῃς καὶ θὰ ἐπιτύχῃς νὰ τὸν πείσῃς νὰ προχωρήσῃ εἰς τὸν πόλεμον. Λοιπὸν φύγε ἀπὸ ἐδῶ καὶ κάμε ἔτσι, ὅπως ἀκριβῶς εἶπες».

  22. 22

    καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.

    Ὁ Μιχαίας ἐπρόσθεσε: «Καὶ νά, τὶ συνέβη· ὁ Κύριος ἔβαλε πνεῦμα ψεύδους καὶ πλάνης εἰς τὸ στόμα αὐτῶν τῶν ψευδοπροφητῶν σου· ὁ ἴδιος ὁ Κύριος ἐμίλησε διὰ σέ, Ἀχαάβ, δυσάρεστα· εἶπεν ὅτι σὲ περιμένει ἧττα καὶ καταστροφή!»

  23. 23

    καὶ ἤγγισε Σεδεκίας υἱὸς Χαναὰν καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ· ποίᾳ τῇ ὁδῷ παρῆλθε πνεῦμα Κυρίου παρ' ἐμοῦ τοῦ λαλῆσαι πρός σε;

    Τότε ἐπλησίασεν ὁ Σεδεκίας, ὁ υἱὸς τοῦ Χαναάν, καὶ ἐκτήπησε τὸν Μιχαίαν εἰς τὸ πρόσωπον καὶ τοῦ εἶπεν: «Ἀπὸ ποῖον δρόμον ἐπέρασε τὸ πνεῦμα τοῦ Κυρίου, ἀφοῦ ἐβγῆκε ἀπὸ ἐμέ, καὶ ἦλθε νὰ ὁμιλήσῃ εἰς σὲ καὶ να σοῦ ἀποκαλύψῃ αὐτὰ ποὺ εἶπες;»

  24. 24

    καὶ εἶπε Μιχαίας· ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ εἰσελεύσῃ ταμιεῖον ἐκ ταμιείου τοῦ κατακρυβῆναι.

    Ὁ Μιχαίας τοῦ ἀπάντησε: «Νά· θὰ ἐννοήσῃς ἀπὸ ποὺ ἦλθε νὰ μοῦ ὁμιλήσῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ποὺ θὰ μάθῃς τὴν ἧτταν τοῦ Ἀχαάβ, κατὰ τὴν ὁποίαν θὰ τρέχῃς τρομοκρατημένος ἀπὸ τὸ ἐσωτερικώτερον δωμάτιον εἰς ἄλλο ἐσωτερικώτερον δωμάτων, διὰ νὰ κρυφθῇς καὶ νὰ σωθῇς».

  25. 25

    καὶ εἶπε βασιλεὺς ᾿Ισραήλ· λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε πρὸς ᾿Εμὴρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς ᾿Ιωὰς ἄρχοντα υἱὸν τοῦ βασιλέως

    Κατόπιν αὐτῶν ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ διέταξε: «Συλλάβετε τὸν Μιχαίαν καὶ ὁδηγῆστε τον εἰς τὸν Ἐμήρ, τὸν ἄρχοντα τῆς πόλεως αὐτῆς, καὶ πρὸς τὸν ἄρχοντα Ἰωάς, τὸν υἱόν μου,

  26. 26

    καὶ ἐρεῖτε· οὕτως εἶπεν ὁ βασιλεύς· ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.

    καὶ νὰ τοὺς εἰπῆτε· (ἔτσι διέταξεν ὁ βασιλιᾶς: Ρίψετε αὐτόν (τὸν Μιχαίαν) εἰς τὴν φυλακὴν καὶ ἂς τρώγῃ ἐκεῖ ψωμὶ ἐλάχιστον καὶ κατωτέρας ποιότητος καὶ ἂς πίνῃ ἐλάχιστον καὶ θολὸν νερόν, μέχρις ὅτου ἐπιστρέψω ἀπὸ τὸν πόλεμον, ποὺ θὰ ἐπιχειρήσω, εἰρηνικὸς καὶ νικητής».

  27. 27

    καὶ εἶπε Μιχαίας· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησε Κύριος ἐν ἐμοί· ἀκούσατε λαοὶ πάντες.

    Τότε ὁ Μιχαίας εἶπεν εἰς τὸν Ἀχαάβ: «Ἐὰν ἐπιστρέψῃς πράγματι νικητὴς ἀπὸ τὸν πόλεμον αὐτόν, δὲν μοῦ τὸ ἔχει εἰπεῖ ὁ Κύριος!» Καὶ ἐπρόσθεσε: «Ἀκοῦστε αὐτὰ ποὺ εἶπα, ὅλοι οἱ ἄνθρωποι!»

  28. 28

    Καὶ ἀνέβη βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα εἰς Ραμὼθ Γαλαάδ.

    Ὁ Ἀχαάβ, ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰσραήλ, καὶ μαζί του ὁ Ἰωσαφάτ, ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα, ἀνέβησαν διὰ νὰ ἐπιτεθοῦν κατὰ τῆς πόλεως Ραμὼθ τῆς περιοχῆς Γαλαάδ,

  29. 29

    καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· κατακάλυψόν με καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς ᾿Ισραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.

    Καὶ ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ εἶπεν εἰς τὸν Ἰωσαφάτ: «Βοήθησέ με νὰ μεταμφιεσθῶ, ὥστε νὰ λάβω μέρος εἰς τὴν μάχην ὡς ἁπλὸς καὶ ἄγνωστος στρατιώτης, σὺ δὲ φόρεσε τὴν ἰδικήν μου βασιλικὴν στολήν». Ἔτσι ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰσραὴλ μετημφιέσθη καὶ ἐρρίφθη εἰς τὴν μάχην.

  30. 30

    καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων τοῖς μετ' αὐτοῦ λέγων· μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλ' ἢ τὸν βασιλέα ᾿Ισραὴλ μόνον.

    Ἀλλ' ὁ βασιλιᾶς τῆς Συρίας ἔδωσε διαταγὴν εἰς τοὺς ἀξιωματικοὺς τῶν πολεμικῶν ἁρμάτων, οἱ ὁποῖοι ἦσαν μαζί του, καὶ τοὺς εἶπε: «Μὴ πολεμεῖτε ἐναντίον τοῦ μικροῦ ἢ τοῦ μεγάλου ἐχθροῦ, ἀλλὰ μόνον ἐναντίον τοῦ ἰδίου τοῦ βασιλιᾶ του Ἰσραήλ»,

  31. 31

    καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν ᾿Ιωσαφάτ, καὶ αὐτοὶ εἶπαν· βασιλεὺς ᾿Ισραήλ ἐστι, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν ᾿Ιωσαφάτ, καὶ Κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ Θεὸς ἀπ' αὐτοῦ.

    Συνέβη δὲ τοῦτο: Μόλις οἱ ἀξιωματικοὶ τῶν πολεμικῶν ἁρμάτων εἶδαν τὸν Ἰωσαφάτ, εἶπαν μεταξύ των: «Νά· αὐτὸς εἶναι ὁ βασιλιᾶς τοῦ Ἰσραήλ»· καὶ ἀμέσως τὸν περιεκύκλωσαν διὰ νὰ τὸν κτυπήσουν καὶ νὰ τὸν σκοτώσουν. Ἀλλ’ ὁ Ἰωσαφὰτ ἐφώναξε δυνατὰ καὶ ὁ Κύριος τὸν ἔσωσε καὶ ὁ Θεὸς ἀπεμάκρυνε τοὺς ἐχθροὺς ἀπὸ τὸν Ἰωσαφάτ.

  32. 32

    καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς ᾿Ισραήλ, καὶ ἀπέστρεψαν ἀπ' αὐτοῦ.

    Καὶ συνέβη τοῦτο: Μόλις οἱ ἀξιωματικοὶ τῶν πολεμικῶν ἁρμάτων ἀντελήφθησαν ὅτι αὐτὸς δὲν ἦταν ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰσραήλ, ἀπεχώρησαν καὶ ἐσταμάτησαν νὰ τὸν πολεμοῦν.

  33. 33

    καὶ ἀνὴρ ἔτεινε τόξον εὐστόχως καὶ ἐπάταξε τὸν βασιλέα ᾿Ισραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπε τῷ ἡνιόχῳ· ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα.

    Κάποιος ὅμως Σύρος ἐτέντωσε τὴν χορδὴν τοῦ τόξου του καὶ ἐπέτυχε νὰ κτυπήσῃ τυχαίως τὸν βασιλιᾶ τοῦ Ἰσραὴλ μεταξὺ τοῦ πνεύμονος καὶ τοῦ θώρακος. Τότε ὁ Ἀχαὰβ εἶπεν εἰς τὸν ὁδηγὸν τοῦ πολεμικοῦ του ἅρματος: «Γύρισε πίσω τὸ ἅρμα καὶ ὁδήγησέ με ἔξω ἀπὸ τὸ πεδίον τῆς μάχης, διότι ἐπληγώθηκα σοβαρὰ καὶ πονῶ!»

  34. 34

    καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς ᾿Ισραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἕως ἑσπέρας καὶ ἀπέθανε δύνοντος τοῦ ἡλίου.

    Ἀλλὰ κατὰ τὴν ἡμέραν ἐκείνην ὁ πόλεμος ἔγινε πάρα πολὺ σκληρὸς καὶ ἄγριος. Διὰ τοῦτο ὁ ὁδηγὸς τοῦ ἅρματος δὲν ἠμπόρεσε νὰ τὸ ἀποσύρῃ ἕνεκα τῆς σφοδρότητος τοῦ πολέμου καὶ ἔτσι ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰσραὴλ ἐστέκετο ἐπάνω εἰς τὸ πολεμικόν του ἅρμα ἀπέναντι ἀπὸ τὸν στρατὸν τῶν Σύρων, ἐνῷ ὁ στρατὸς ἐπολεμοῦσε, μέχρι τὸ βράδυ. Τελικῶς δὲ ὁ Ἀχαὰβ ἀπέθανε (ἀπὸ τὴν ὁλοήμερον συνεχῆ αἱμορραγίαν) κατὰ τὴν δύσιν τοῦ ἡλίου.