Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 13

22 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΕΝ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας ῾Ιεροβοὰμ ἐβασίλευσεν ᾿Αβιὰ ἐπὶ ᾿Ιούδαν·

    Κάθε ἐντολήν, ποὺ σᾶς παραγγέλλω ἐγὼ σήμερον, θὰ προσέξῃς νὰ τὴν ἐφαρμόζῃς ἐπακριβῶς. Δὲν θὰ προσθέσῃς τίποτε ἄλλο εἰς αὐτήν, οὔτε θὰ ἀφαιρέσῃς κάτι ἀπὸ αὐτήν. Κατὰ τὸ δέκατον ὄγδον ἔτος τῆς βασιλείας τὸν Ἱεροβοάμ (βασιλιᾶ τοῦ Ἰσραὴλ) ἀνεκηρύχθη βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα ὁ Ἀβιά (υἱὸς τοῦ Ροβοάμ).

  2. 2

    τρία ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχὰ θυγάτηρ Οὐριὴλ ἀπὸ Γαβαών. καὶ πόλεμος ἦν ἀνὰ μέσον ᾿Αβιὰ καὶ ἀνὰ μέσον ῾Ιεροβοάμ.

    Ὁ Ἀβιὰ ἐβασίλευσεν ἐπὶ τρία ἔτη μὲ ἔδραν τὴν Ἱερουσαλήμ. Τὸ ὄνομα τῆς μητέρας του ἦταν Μααχά, αὐτὴ δὲ ἦταν κόρη τοῦ Οὐριήλ, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν πόλιν Γαβαών. Ὑπῆρχε δὲ (ἢ ὀρθότερον: Συνεχίζετο δὲ ὁ) πόλεμος μεταξὺ τοῦ Ἀβιὰ καὶ τοῦ Ἱεροβοάμ.

  3. 3

    καὶ παρετάξατο ᾿Αβιὰ ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν, καὶ ῾Ιεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσι, δυνατοὶ πολεμισταὶ δυνάμεως.

    Καὶ ὁ Ἀβιὰ παρετάχθη εἰς μάχην κατὰ τοῦ Ἱεροβοὰμ μὲ στρατιωτικὴν δύναμιν τετρακοσίων χιλιάδων (400.000) ἰσχυρῶν (ἐπιλέκτων) πολεμιστῶν ἐνῷ ὁ Ἱεροβοὰμ ἀντιπαρετάχθη ἐναντίον του ἕτοιμος διὰ μάχην μὲ ὀκτακόσιες χιλιάδες (800.000) γενναίων πολεμιστῶν ἀνδρῶν.

  4. 4

    καὶ ἀνέστη ᾿Αβιὰ ἀπὸ τοῦ ὄρους Σομόρων, ὅ ἐστιν ἐν τῷ ὄρει ᾿Εφραίμ, καὶ εἶπεν· ἀκούσατε ῾Ιεροβοὰμ καὶ πᾶς ᾿Ισραήλ·

    Καὶ ὁ Ἀβιὰ ἀπὸ τὸ ὄρος Σομόρων, τὸ ὁποῖον εὑρίσκεται εἰς τὴν ὀρεινὴν περιοχὴν τῆς φυλῆς τοῦ Ἐφραίμ, ἐσηκώθη ὄρθιος, ἀπηυθύνθη πρὸς τὸν στρατὸν τοῦ βασιλείου τοῦ Ἰσραὴλ καὶ εἶπεν: «Ἀκοῦστε, Ἱεροβοὰμ καὶ ὅλοι οἱ Ἰσραηλῖται.

  5. 5

    οὐχ ὑμῖν γνῶναι ὅτι Κύριος ὁ Θεὸς ᾿Ισραὴλ ἔδωκε βασιλέα ἐπὶ τὸν ᾿Ισραὴλ εἰς τὸν αἰῶνα τῷ Δαυὶδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκῃ ἁλός;

    Δὲν γνωρίζετε ὅτι ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἔδωκεν εἰς τὸν Ἰσραηλιτικὸν λαὸν βασιλιᾶ κυρίαρχον, μονάρχην αἰώνιον τὸν Δαβὶδ καὶ τοὺς ἀπογόνους του μὲ διαθήκην ἀδιάλυτον, ἀπαραβίαστον καὶ σταθεράν;

  6. 6

    καὶ ἀνέστη ῾Ιεροβοὰμ ὁ τοῦ Ναβὰτ ὁ παῖς Σαλωμὼν τοῦ Δαυὶδ καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ.

    Παρ’ ὅλα αὐτὰ ὁ Ἱεροβοάμ, ὁ υἱὸς τοῦ Ναβάτ, ὁ δοῦλος τοῦ Σολομῶντος, υἱοῦ τοῦ Δαβίδ, ἐσηκώθη καὶ ἐπανεστάτησε κατὰ τοῦ κυρίου του.

  7. 7

    καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀντέστη πρὸς Ροβοὰμ τὸν τοῦ Σαλωμών, καὶ Ροβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ.

    Καὶ ἐμαζεύθησαν γύρω του ἄνδρες ἀχρεῖοι, διεφθαρμένοι καὶ παράνομοι καὶ μὲ τὴν βοήθειαν τῶν ἀντεστάθη ἐναντίον τοῦ Ροβοάμ, τοῦ υἱοῦ τοῦ Σολομῶντος· ἡ ἀντίστασίς των ἐπέτυχε, διότι ὁ Ροβοὰμ ἦταν τότε πολὺ νέος, ἄπειρος καὶ δειλὸς κατὰ τὸ φρόνημα καὶ δι’ αὐτὸ ἦταν ἀνίκανος νὰ ἀντισταθῇ κατὰ τοῦ Ἱεροβοάμ.

  8. 8

    καὶ νῦν ὑμεῖς λέγετε ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας Κυρίου διὰ χειρὸς υἱῶν Δαυίδ· καὶ ὑμεῖς πλῆθος πολὺ καὶ μεθ' ὑμῶν μόσχοι χρυσοῖ, οὓς ἐποίησεν ὑμῖν ῾Ιεροβοὰμ εἰς θεούς.

    Τώρα λοιπὸν σεῖς προσπαθεῖτε νὰ ἀντισταθῆτε ἐναντίον τῆς κυριάρχου βασιλείας τοῦ Κυρίου, τὴν ὁποίαν κρατοῦν καὶ ἀσκοῦν οἱ ἀπόγονοι τοῦ Δαβίδ, σε·ῖς δὲ εἶσθε πολυάριθμοι καὶ ἔχετε μαζί σας τοὺς χρυσοῦς μόσχους, τοὺς ὁποίους κατεσκεύασεν ὁ Ἱεροβοὰμ διὰ νὰ τοὺς λατρεύετε ὡς θεούς!

  9. 9

    ἦ οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς Κυρίου τοὺς υἱοὺς ᾿Ααρὼν καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πάσης; ὁ προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ.

    Ἀλήθεια· σεῖς δὲν εἶσθε ἐκεῖνοι, ποὺ ἐδιώξατε τοὺς ἱερεῖς τοῦ Κυρίου, τοὺς ἀπογόνους τοῦ Ἀαρών, καὶ τοὺς Λευῖτες καὶ εἰς ἀντικατάστασίν των ἐκάματε διὰ τοὺς ἑαυτούς σας ἱερεῖς, οἱ ὁποῖοι δὲν κατάγονται ἀπὸ τὴν ἱερατικὴν φυλὴν τοῦ Ἀαρών, ἀλλὰ προέρχονται ἀπὸ ὁποιονδήποτε λαὸν ὅλης τῆς χώρας; (Κατὰ τὸ Ἑβραϊκόν: Ὅπως οἱ λαοὶ ἄλλων χωρῶν;) Ὁποιοσδηποτε ἤρχετο καὶ παρουσιάζετο διὰ νὰ καθαγιασθῇ, κρατῶντας εἰς τὰ χέρια του ἕνα μοσχάρι καὶ ἑπτὰ κριάρια, ἐγίνετο ἀμέσως ἱερεὺς εἰς ἀνύπαρκτον θεόν, θεόν - εἴδωλον!

  10. 10

    καὶ ἡμεῖς Κύριον τὸν Θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσι τῷ Κυρίῳ οἱ υἱοὶ ᾿Ααρὼν καὶ οἱ Λευῖται, καὶ ἐν ταῖς ἐφημερίαις αὐτῶν·

    Ἐμεῖς ὅμως δὲν ἐγκατελείψαμεν τὸν Κύριον, τὸν Θεόν μας· οἱ δὲ ἱερεῖς του, ποὺ εἶναι ἀπόγονοι τῆς ἱερατικῆς φυλῆς τοῦ Ἀαρών, τελοῦν τὰ ἱερατικά των καθήκοντα πρὸς τὸν Κύριον, οἱ δὲ Λευῖται τοὺς ὑπηρετοῦν, διῃρημένοι κατὰ τὶς ἐφημερίες των.

  11. 11

    θυμιῶσι τῷ Κυρίῳ ὁλοκαύτωμα πρωΐ καὶ δείλης καὶ θυμίαμα συνθέσεως καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λύχνοι τῆς καύσεως ἀνάψαι δείλης, ὅτι φυλάσσομεν τὰς φυλακὰς Κυρίου τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν.

    Αὐτοὶ προσφέρουν εἰς τὸν Κύριον θυμίαμα καὶ τὴν καθωρισμένην Οὐσίαν ὁλοκαυτώματος κάθε πρωῒ καὶ κάθε δείλι, ὅπως ἐπίσης καὶ τὸ εὐῶδες θυμίαμα, ποὺ κατασκευάζεται ἀπὸ πολλὰ ἀρώματα. Ἐπίσης τοποθετοῦν τοὺς ἄρτους τῆς Προθέσεως ἐπάνω εἰς τὴν νομικῶς καθαρὰν τράπεζαν, καὶ κάθε ἀπόγευμα ἀνάβουν τοὺς λύχνους, ποὺ εἶναι ἐπάνω εἰς τὴν χρυσῆν λυχνίαν. Κάμνουν ὅλα αὐτά, διότι ἐμεῖς κρατοῦμεν καὶ φυλάττομεν τὶς ἐντολές (διατάγματα) τοῦ Κυρίου, τοῦ Θεοῦ τῶν πατέρων μας, ἐνῷ σεῖς τὸν ἔχετε ἐγκαταλείψει.

  12. 12

    καὶ ἰδοὺ μεθ' ἡμῶν ἐν ἀρχῇ Κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ' ἡμᾶς. οἱ υἱοὶ τοῦ ᾿Ισραὴλ μὴ πολεμήσητε πρὸς Κύριον Θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδώσεται ὑμῖν.

    Καὶ τώρα, νά! Μαζί μας, ὡς ἀρχηγός μας εἶναι ὁ Κύριος, καὶ οἱ ἱερεῖς του μὲ τὶς ἱερὲς σάλπιγγες εἶναι ἕτοιμοι νὰ σαλπίσουν τὸ εἰδικὸν διακεκομμένον σάλπισμα συναγερμοῦ καὶ νὰ μᾶς καλέσουν εἰς μάχην ἐναντίον σας! Ἰσραηλῖται, μὴ πολεμήσετε ἐναντίον τοῦ Κυρίου, τοῦ Θεοῦ τῶν πατέρων μας, διότι θὰ εὐοδωθῇ ὁ πόλεμός σας· θὰ ἀποτύχετε!»

  13. 13

    καὶ ῾Ιεροβοὰμ ἀπέστρεψε τὸ ἔνεδρον ἐλθεῖν αὐτῷ ἐκ τῶν ὄπισθεν· καὶ ἐγένετο ἔμπροσθεν ᾿Ιούδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν.

    Ὅμως ὁ Ἱεροβοὰμ ἀπέστειλεν ἐν τῷ μεταξὺ μίαν ἐνέδραν στρατιωτῶν νὰ προχωρήσῃ εἰς τὸ πίσω μέρος τοῦ στρατοῦ τοῦ Ἀβιά· ἔτσι ἡ μὲν κυρία δύναμις τοῦ στρατοῦ τοῦ Ἱεροβοὰμ εὑρίσκετο ἀπέναντι ἀπὸ τὸν στρατὸν τοῦ βασιλείου τοῦ Ἰούδα, ἡ δὲ ἐνέδρα εὑρίσκετο εἰς τὸ πίσω μέρος του.

  14. 14

    καὶ ἀπέστρεψεν ᾿Ιούδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς Κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι·

    Ὅταν ὁ στρατὸς τοῦ βασιλείου τοῦ Ἰούδα ἐκύτταξε πίσω, εἶδεν ἔξαφνα ὅτι ἦσαν κυκλωμένοι· ὁ ἐχθρὸς ἦταν ἕτοιμος νὰ τοὺς ἐπιτεθῇ ἀπὸ ἐμπρὸς καὶ ἀπὸ πίσω! Τότε μὲ φωνὴν δυνατὴν ἐζήτησαν βοήθειαν ἀπὸ τὸν Κύριον, οἱ δὲ ἱερεῖς ἐσάλπισαν μὲ τὶς σάλπιγγές των.

  15. 15

    καὶ ἐβόησαν ἄνδρες ᾿Ιούδα καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας ᾿Ιούδα καὶ Κύριος ἐπάταξε τὸν ῾Ιεροβοὰμ καὶ τὸν ᾿Ισραὴλ ἐναντίον ᾿Αβιὰ καὶ ᾿Ιούδα.

    Καὶ ὅλος ὁ στρατὸς τῶν Ἰουδαίων ἐφώναξε μὲ φωνὴν ἰσχυρὰν τὴν πολεμικὴν ἰαχήν, ὁπότε συνέβη τοῦτο: Καθὼς ὁ στρατὸς τῶν Ἰουδαίων ἐφώναζε μὲ φωνὴν ἰσχυρὰν καὶ ὡρμοῦσε εἰς τὴν μάχην, ὁ Κύριος ἐκτύπησε τὸν Ἱεροβοὰμ καὶ τὸν Ἰσραηλιτικὸν στρατὸν ἐνώπιον τοῦ Ἀβιὰ καὶ τοὺ Ἰουδαϊκοῦ στρατοῦ.

  16. 16

    καὶ ἔφυγον οἱ υἱοὶ ᾿Ισραὴλ ἀπὸ προσώπου ᾿Ιούδα, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας αὐτῶν.

    Ἔτσι οἱ Ἰσραηλῖται ἐτράπησαν εἰς φυγὴν ἐνώπιον τῶν Ἰουδαίων, καὶ ὁ Κύριος τοὺς παρέδωκεν εἰς τὰ χέρια τῶν νικητῶν Ἰουδαίων.

  17. 17

    καὶ ἐπάταξεν ἐν αὐτοῖς ᾿Αβιὰ καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην, καὶ ἔπεσον τραυματίαι ἀπὸ ᾿Ισραὴλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί.

    Καὶ ὁ Ἀβιὰ καὶ ὁ στρατός του τοὺς ἐκτύπησαν καὶ τοὺς ἐπροξένησαν μεγάλην καταστροφήν· ἐφονεύθησαν τότε ἀπὸ τὸν στρατὸν τῶν Ἰσραηλιτῶν πεντακόσιες χιλιάδες (500.000) ἰσχυροί (ἐπίλεκτοι) ἄνδρες.

  18. 18

    καὶ ἐταπεινώθησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ ᾿Ιούδα, ὅτι ἤλπισαν ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν.

    Ἔτσι κατὰ τὴν ἡμέραν ἐκείνην ἐταπεινώθησαν οἱ Ἰσραηλῖται, ἐνῷ ἐνίκησαν οἱ Ἰουδαῖοι, διότι ἐστήριξαν τὶς ἐλπίδες των εἰς τὸν Κύριον, τὸν Θεὸν τῶν πατέρων των.

  19. 19

    καὶ κατεδίωξεν ᾿Αβιὰ ὀπίσω ῾Ιεροβοὰμ καὶ προκατελάβετο παρ' αὐτοῦ πόλεις, τὴν Βαιθὴλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν ᾿Ισανὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν ᾿Εφρὼν καὶ τὰς κώμας αὐτῆς.

    Καὶ ὁ Ἀβιὰ κατεδίωξε τὸν Ἱεροβοὰμ καὶ κατέλαβεν ἀπὸ αὐτὸν μερικὲς ἀπὸ τὶς πόλεις του: Τὴν Βαιθὴλ καὶ τοὺς συνοικισμούς της, τὴν Ἰσανὰ καὶ τοὺς συνοικισμούς της καὶ τὴν Ἐφρὼν καὶ τοὺς συνοικισμούς της.

  20. 20

    καὶ οὐκ ἔσχεν ἰσχὺν ῾Ιεροβοὰμ ἔτι πάσας τὰς ἡμέρας ᾿Αβιά, καὶ ἐπάταξεν αὐτὸν Κύριος, καὶ ἐτελεύτησε.

    Ὁ δὲ Ἱεροβοὰμ ποτὲ δὲν ἀνέκτησε πάλιν τὴν δύναμίν του καθ’ ὅλην τὴν διαρκειαν τῆς βασιλείας τοῦ Ἀβιά. Τελικῶς ὁ Κύριος ἐκτύπησε τὸν Ἱεροβοὰμ καὶ ἀπέθανε.

  21. 21

    καὶ κατίσχυσεν ᾿Αβιὰ καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δεκατέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἰκοσιδύο καὶ ἑκκαίδεκα θυγατέρας.

    Ὁ Ἀβιὰ ὅμως ἔγινε περισσότερον ἰσχυρός. Ἐνυμφεύθη δὲ δεκατέσσερις συζύγους καὶ ἀπέκτησεν εἴκοσι δύο υἱοὺς καὶ δεκαέξι θυγατέρες.

  22. 22

    καὶ οἱ λοιποὶ λόγοι ᾿Αβιὰ καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου ᾿Αδδώ.

    Τὰ δὲ ὑπόλοιπα ἔργα του Ἀβιά (ἡ ὑπόλοιπος ἱστορία του), οἱ ἐνέργειές του καὶ τὰ λόγια του εἶναι γραμμένα εἰς τὸ βιβλίον «Ἱστορία τοῦ προφήτου Ἀδδώ».