Β΄ Παραλειπομένων, κεφάλαιο 12
- 1
ΚΑΙ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ροβοὰμ καὶ ὡς κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς Κυρίου καὶ πᾶς ᾿Ισραὴλ μετ' αὐτοῦ.
Συνέβη δὲ τοῦτο: Ὅταν ἐσταθεροποιήθη ἡ βασιλεία τοῦ Ροβοὰμ καὶ ὁ Ροβοὰμ ἰσχυροποιήθη εἰς τὴν ἐξουσίαν, ἐγκατέλειψε τὶς ἐντολὲς τοῦ Κυρίου αὐτός (ὁ Ροβοάμ), μαζὶ δὲ μὲ αὐτὸν καὶ ὅλος ὁ Ἰουδαϊκὸς λαός.
- 2
καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ πέμπτῳ τῆς βασιλείας Ροβοὰμ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ ῾Ιερουσαλήμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου,
Ἔτσι συνέβη ὥστε κατὰ τὸ πέμπτον ἔτος τῆς βασιλείας τοῦ Ροβοὰμ ὁ Σουσακίμ, ὁ βασιλιᾶς τῆς Αἰγύπτου, ἐβάδισεν ἐναντίον τῆς Ἱερουσαλήμ, ἐπειδὴ ὁ Ροβοὰμ καὶ ὁ λαός του ἁμάρτησαν ἐνώπιον τοῦ Κυρίου.
- 3
ἐν χιλίοις καὶ διακοσίοις ἅρμασι καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετ' αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγοδύται καὶ Αἰθίοπες.
Ὁ Σουσακὶμ ἐβάδισε κατὰ τῆς Ἱερουσαλὴμ μὲ χίλια διακόσια (1.200) πολεμικὰ ἅρματα καὶ ἑξῆντα χιλιάδες (60.000) ἱππεῖς καὶ ἀναριθμήτους στρατιῶτες Αἰγυπτίους, Λίβυες, Τρωγοδύτες καὶ Αἰθίοπες.
- 4
καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν, αἳ ἦσαν ἐν ᾿Ιούδᾳ, καὶ ἦλθον εἰς ῾Ιερουσαλήμ.
Ὁ Σουσακὶμ καὶ ὁ στρατός του ἐκυρίευσαν τὶς ὀχυρὲς πόλεις, ποὺ εὑρίσκοντο εἰς τὸ βασίλειον τοῦ Ἰούδα, καὶ ἐπροχώρησαν καὶ ἔφθασαν μέχρι τῆς Ἱερουσαλήμ.
- 5
καὶ Σαμαίας ὁ προφήτης ἦλθε πρὸς Ροβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας ᾿Ιούδα τοὺς συναχθέντας εἰς ῾Ιερουσαλὴμ ἀπὸ προσώπου Σουσακὶμ καὶ εἶπεν αὐτοῖς· οὕτως εἶπε Κύριος· ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακίμ.
Τότε ὁ προφήτης Σαμαίας παρουσιάσθη ἐνώπιον τοῦ Ροβοὰμ καὶ ἐνώπιον τῶν ἀρχόντων (ἀξιωματούχων) τοῦ βασιλείου τοῦ Ἰούδα, οἱ ὁποῖοι εἶχαν συγκεντρωθῆ εἰς τὴν Ἱερουσαλὴμ διὰ νὰ γλυτώσουν ἀπὸ τὸν Σουσακίμ, καὶ εἶπεν εἰς αὐτούς: «Αὐτὸ εἶναι τὸ μήνυμα, ποὺ σᾶς στέλλει ὁ Κύριος· «σεῖς μὲ ἐγκατελείψατε, διὰ τοῦτο καὶ ἐγὼ θὰ σᾶς ἐγκαταλείψω τώρα εἰς τὰ ἁρπακτικὰ χέρια τοῦ Σουσακίμ».
- 6
καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες ᾿Ισραὴλ καὶ ὁ βασιλεὺς καὶ εἶπαν· δίκαιος ὁ Κύριος.
Εἰς τὸ ἄκουσμα τοῦ μηνύματος αὐτοῦ οἱ ἄρχοντες (ἀξιωματοῦχοι) τοῦ βασιλείου τοῦ Ἰούδα καὶ ὁ βασιλιᾶς συνετρίβησαν ψυχικῶς καὶ εἶπαν: «Δίκαιος εἶναι ὁ Κύριος, καὶ ὅ,τι ἀποφασίζει, εἶναι δίκαιον».
- 7
καὶ ἐν τῷ ἰδεῖν Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν λέγων· ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς· καὶ δώσω αὐτοὺς ὡς μικρὸς εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν ῾Ιερουσαλήμ,
Ὅταν ὁ Κύριος εἶδεν ὅτι ἐταπεινώθησαν καὶ συνετρίβησαν, τότε κατέφθασε λόγος τοῦ Κυρίου πρὸς τὸν Σαμαίαν, ποὺ ἔλεγεν: «Ἐταπεινώθησαν καὶ συνετρίβησαν, δὲν θὰ τοὺς καταστρέψω· θὰ ἀναβάλω ἐπ’ ὀλίγον καὶ θὰ τοὺς δώσω κάποιο μικρὸν διάστημα πρὸς σωτηρίαν ἡ τιμωρητικὴ ὀργή μου δὲν θὰ κτυπήσῃ μὲ ὅλην τὴν δύναμίν της τὴν Ἱερουσαλὴμ μέσῳ τοῦ Σουσακίμ.
- 8
ὅτι ἔσονται εἰς παῖδας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.
Διότι θὰ ὑποταχθοῦν εἰς τὸν Σουσακὶμ καὶ θὰ γίνουν δοῦλοι του, καὶ ἔτσι θὰ μάθουν τὴν διαφοράν, ποὺ ὑπάρχει μεταξὺ τοῦ νὰ εἶναι δοῦλοι ἰδικοί μου καὶ τοῦ νὰ εἶναι δοῦλοι τῶν βασιλέων τῆς γῆς».
- 9
καὶ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβε· καὶ ἔλαβε τοὺς θυρεοὺς τοὺς χρυσοῦς, οὓς ἐποίησε Σαλωμών,
Ὁ Σουσακίμ, ὁ βασιλιᾶς τῆς Αἰγύπτου, ἐπροχώρησε καὶ εἰσέβαλεν εἰς τὴν Ἱερουσαλὴμ καὶ ὡς νικητὴς ἅρπαξε τοὺς θησαυρούς, οἱ ὁποῖοι εὑρίσκοντο εἰς τὸν Ναὸν τοῦ Κυρίου, καὶ τοὺς θησαυρούς, οἱ ὁποῖοι εὑρίσκοντο εἰς τὸ βασιλικὸν παλάτι· ἅρπαξε τὰ πάντα. Ἅρπαξε ἐπίσης καί τὶς χρυσὲς μακρὲς ἀσπίδες, ποὺ ἐσκέπαζαν ὁλόκληρον τὸ σῶμα, τὶς ὁποῖες κατεσκεύασεν ὁ Σολομών.
- 10
καὶ ἐποίησεν ὁ βασιλεὺς Ροβοὰμ θυρεοὺς χαλκοῦς ἀντ' αὐτῶν. καὶ κατέστησεν ἐπ' αὐτὸν Σουσακὶμ ἄρχοντας παρατρεχόντων, τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως.
Ὁ βασιλιᾶς Ροβοὰμ εἰς ἀντικατάστασιν τῶν χρυσῶν ἐκείνων ἀσπίδων κατεσκεύασεν ἀσπίδες χάλκινες. Ὁ δὲ Σουσακὶμ ἐγκατέστησεν εἰς τὸν Ναόν (ἢ πλησίον τοῦ Ροβοάμ) ἀρχηγοὺς τῶν βασιλικῶν σωματοφυλάκων, οἱ ὁποῖοι ἐφρουροῦσαν τὴν πύλην (εἴσοδον) τοῦ βασιλικοῦ παλατιοῦ.
- 11
καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου. εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων.
Καὶ συνέβαινε τοῦτο: Κάθε φοράν, ποὺ ὁ βασιλιᾶς ἔμπαινε ἐπισήμως ἀπὸ τὰ ἀνάκτορα εἰς τὸν Ναὸν τοῦ Κυρίου, τὸν συνώδευαν ἡ βασιλικὴ φρουρὰ καὶ οἱ σωματοφύλακες· ἡ δὲ βασιλικὴ φρουρά, ποὺ ἦταν πίσω ἀπὸ τὸν βασιλιᾶ, ἔτρεχαν καὶ ἑνώνοντο μὲ τοὺς φύλακες, ποὺ ἦσαν πλάϊ ἀπὸ τὸν βασιλιᾶ· ἔτσι ὅλοι οἱ φρουροὶ ἀποτελοθῦσαν ἕνα ἰσχυρὸν προστατευτικὸν σῶμα διὰ τὸν βασιλιᾶ.
- 12
καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ' αὐτοῦ ὀργὴ Κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν ᾿Ιούδᾳ ἦσαν λόγοι ἀγαθοί.
Ἐπειδὴ ὁ Ροβοὰμ ἐταπεινώθη καὶ συνετρίβη, διὰ τοῦτο ἀπεμακρύνθη ἀπὸ αὐτὸν ἡ ὀργὴ τοῦ Κυρίου καὶ ἔτσι ὁ Ροβοὰμ δὲν κατεστράφη ὁλοκληρωτικῶς. Διότι εἰς τὸ βασίλειον τοῦ Ἰούδα συνέχιζαν ἀκόμη νὰ ὑπάρχουν κάποια ἀγαθὰ στοιχεῖα καὶ συνθῆκες· (κατ’ ἄλλην ἑρμηνείαν: Καὶ τὰ πράγματα εἰς τὸ βασίλειον τοῦ Ἰούδα ἐπροχωροῦσαν ὁμαλά).
- 13
Καὶ κατίσχυσεν ὁ βασιλεὺς Ροβοὰμ ἐν ῾Ιερουσαλὴμ καὶ ἐβασίλευσε. καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ροβοὰμ ἐν τῷβασιλεῦσαι αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, ἐν τῇ πόλει, ᾗ ἐξελέξατο Κύριος ἐπονομάσαι τό ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν ᾿Ισραήλ· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ ᾿Αμανῖτις.
Ἔτσι ὁ βασιλιᾶς Ροβοὰμ ἐσταθεροποίησε τὴν θέσιν του καὶ ἐνίσχυσε τὴν δύναμίν του εἰς τὴν Ἱερουσαλὴμ καὶ ἐβασίλευσεν. Ὁ Ροβοὰμ ἦταν σαράντα ἐνὸς ἐτῶν, ὅταν ἀνέβη εἰς τὸν βασιλικὸν Θρόνον. Ἐβασίλευσε δὲ δεκαεπτὰ ἔτη εἰς τὴν Ἱερουσαλήμ, εἰς τὴν πόλιν, τὴν ὁποίαν ὁ Κύριος ἐδιάλεξε ἀπὸ τὶς ἄλλες πόλεις ὅλων τῶν φυλῶν τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ὥστε να λατρεύεται καὶ νὰ ὑμνῆται ἐκεῖ τὸ ὄνομά του. Τὸ ὄνομα τῆς μητέρας τοῦ Ροβοὰμ ἦταν Νοομμά, κατήγετο δὲ αὐτὴ ἀπὸ τὴν χώραν τῶν Ἀμμωνιτῶν.
- 14
καὶ ἐποίησε τὸ πονηρόν, ὅτι οὐ κατεύθυνε τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον.
Ἀλλ’ ὁ Ροβοὰμ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρόν· κατήντησεν εἰς τὴν εἰδωλολατρίαν, διότι δὲν κατηύθυνε τὴν καρδία του, ὥστε νὰ ζητήσῃ μὲ πόθον πολὺν τὴν βοήθειαν καὶ προστασίαν τοῦ Κυρίου καὶ νὰ τὸν λατρεύσῃ.
- 15
καὶ λόγοι Ροβοὰμ οἱ πρῶτοι καὶ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαία τοῦ προφήτου καὶ ᾿Αδδὼ τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμησε Ροβοὰμ τὸν ῾Ιεροβοὰμ πάσας τὰς ἡμέρας.
Τὰ δὲ ἔργα τοῦ Ροβοάμ, τὰ πρῶτα μέχρι τὰ τελευταῖα (ἡ ἱστορία του ἀπ’ ἀρχῆς μέχρι τέλους), δὲν εἶναι μήπως γραμμένα εἰς τὸ βιβλίον «Ἱστορία τοῦ προφήτου Σαμαία καὶ τοῦ προφήτου Ἀδδώ», ὅπως ὅλες οἱ πράξεις του; (κατὰ τὸ Ἑβραικόν: Ὅπως ἐπίσης καὶ ὅλη ἡ οἰκογενειακή του γενεαλογία· ἢ, κατὰ γενεαλογικὴν καταγραφήν). Ὁ Ροβοὰμ ἐπολέμησε τὸν Ἱεροβοὰμ συνεχῶς ὅλες τὶς ἡμέρες τῆς βασιλείας του.
- 16
καὶ ἀπέθανε Ροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Αβιὰ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Ἀπέθανε δὲ ὁ Ροβοὰμ καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ ἐτάφη εἰς τὴν πόλιν τοῦ Δαβίδ. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἀβιά, ὁ υἱός του.
