Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 14

15 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ ἀπέθανεν ᾿Αβιὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ασὰ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. ἐν ταῖς ἡμέραις ᾿Ασὰ ἡσύχασεν ἡ γῆ ᾿Ιούδα δέκα ἔτη,

    Ο Ἀβιὰ ἀπέθανε καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ τὸν ἔθαψαν εἰς τὴν πόλιν τοῦ Δαβίδ. Ἐβασίλευσε δὲ ὡς διάδοχος του ὁ Ἀσά, ὁ υἱός του. Κατὰ τὴν διαρκειαν τῆς βασιλείας τοῦ Ἀσὰ ἡ χώρα τοῦ βασιλείου τοῦ Ἰούδα ἀπήλαυσεν εἰρήνην ἐπὶ δέκα χρόνια.

  2. 2

    καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου τοῦ Θεοῦ αὐτοῦ.

    Ὁ Ἀσὰ ἔκαμε τὸ εὐάρεστον εἰς τὸν Θεὸν καὶ ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου, τοῦ Θεοῦ του.

  3. 3

    καὶ ἀπέστησε τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψε τὰς στήλας καὶ ἐξέκοψε τὰ ἄλση

    Ἀπεμάκρυνε τὰ θυσιαστήρια τῶν ξένων θεῶν καὶ τὰ εἰδωλολατρικὰ ἱερά, ποὺ ἦσαν εἰς τὰ ὑψώματα τῆς χώρας του, καὶ συνέτριψε τὶς εἰδωλολατρικὲς στῆλες καὶ ἔκοψεν ἀπὸ τὴν ρίζαν τὰ βαθύσκια δάση, ποὺ οἱ εἰδωλολάτραι ἐθεωροῦσαν ἱερά (ἢ κατ’ ἄλλην ἑρμηνείαν: Κατέκοψε τὰ ξόανα καὶ σύμβολα τῆς θέας Ἀστάρτης, Ἀφροδίτης τῶν Χαναναίων).

  4. 4

    καὶ εἶπε τῷ ᾿Ιούδᾳ ἐκζητῆσαι τὸν Κύριον Θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τόν νόμον καὶ τὰς ἐντολάς.

    Ὁ Ἀσὰ παρεκίνησεν ἐπίσης τὸν λαὸν τοῦ βασιλείου τοῦ Ἰούδα νὰ ζητήσῃ μὲ πόθον πολὺν τὴν βοήθειαν καὶ προστασίαν τοῦ Κυρίου, τοῦ Θεοῦ τῶν πατέρων των, καὶ νὰ ἐφαρμόζῃ τὸν ἅγιον νόμον καὶ νὰ ὑπακούῃ εἰς τὶς ἐντολές του.

  5. 5

    καὶ ἀπέστησεν ἀπὸ πασῶν πόλεων ᾿Ιούδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα, καὶ εἰρήνευσε

    Ἀκόμη ἀπεμάκρυνεν ἀπὸ ὅλες τὶς πόλεις τοῦ βασιλείου τοῦ Ἰούδα τὰ εἰδωλολατρικὰ θυσιαστήρια καὶ τὰ εἴδωλα, καὶ ἔτσι ἡ χώρα του εἶχεν εἰρήνην κατὰ τὰ χρόνια τῆς βασιλείας του.

  6. 6

    πόλεις τειχήρεις ἐν γῇ ᾿Ιούδα, ὅτι εἰρήνευσεν ἡ γῆ· καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσι τούτοις, ὅτι κατέπαυσε Κύριος αὐτῷ.

    Ὁ Ἀσὰ ἐπανέκτισε πόλεις ὀχυρὲς εἰς τὴν περιοχὴν τοῦ βασιλείου τοῦ Ἰούδα, διότι ἡ χώρα ἀπελάμβανεν εἰρήνην. Δὲν ὑπῆρχε κατὰ τὰ ἔτη αὐτὰ πόλεμος, διότι ὁ Κύριος τὸν ἀνέπαυσεν ἀπὸ τοὺς πολέμους καὶ τοῦ ἐχάρισεν εἰρήνην.

  7. 7

    καὶ εἶπε τῷ ᾿Ιούδᾳ· οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλούς, ἐν ᾧ τῆς γῆς κυριεύσομεν, ὅτι καθὼς ἐξεζητήσαμεν Κύριον τὸν Θεὸν ἡμῶν, ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐώδωσεν ἡμῖν.

    Ὁ Ἀσὰ εἶπεν εἰς τὸν λαὸν τοῦ βασιλείου τοῦ Ἰούδα: «Ἂς κτίσωμεν αὐτές τὶς πόλεις καὶ ἂς κατασκευάσωμεν γύρω - γύρω τείχη καὶ ἂς ὑψώσωμεν ἐπάνω εἰς τὰ τείχη πύργους καὶ ἂς κατασκευάσωμεν πύλες καὶ μοχλούς, ἐνόσῳ ἡ χώρα εἶναι ἰδική μας. Εἴμεθα δὲ κύριοι τῆς χώρας, διότι, ὅπως ἐμεῖς ἐζητήσαμεν μὲ πόθον πολὺν τὴν βοήθειαν καὶ προστασίαν τοῦ Κυρίου, τοῦ Θεοῦ τῶν πατέρων μας, ἔτσι καὶ Ἐκεῖνος μᾶς ἔθεσεν ὑπὸ τὴν προστασίαν του καὶ μᾶς ἀσφάλισε γύρω - γύρω ἀπὸ τοὺς ἐχθρούς μας καὶ μᾶς ἔδωκε τὴν εὐτυχίαν, ὥστε ὅλα νὰ μᾶς ἔρχωνται δεξιά.

  8. 8

    καὶ ἐγένετο δύναμις τῷ ᾿Ασὰ ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ ᾿Ιούδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμὶν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ ὀγδοήκοντα χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως.

    Καὶ ὁ Ἀσὰ ἀπέκτησε στρατιωτικὴν δύναμιν τριακοσίων χιλιάδων (300.000) ἀνδρῶν ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα, οἱ ὁποῖοι ἦσαν στρατιῶται ὡπλισμένοι μὲ μακρὲς ἀσπίδες, ποὺ ἐσκέπαζαν ὁλόκληρον τὸ σῶμα, καὶ δόρατα· ἀπὸ δὲ τὴν φυλὴν τοῦ Βενιαμὶν διακόσιες ὀγδόντα χιλιάδες (280.000) ἀνδρῶν, ποὺ ἔφεραν πέλτην (μικρὰν ἐλαφρὰν ἀσπίδα) καὶ ἦσαν ὡπλισμένοι μὲ τόξα. Ὅλοι αὐτοὶ ἦσαν γενναῖοι, ἐκπαιδευμένοι καὶ ἐμπειροπόλεμοι.

  9. 9

    καὶ ἐξῆλθεν ἐπ' αὐτοὺς Ζαρὲ ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσι καὶ ἅρμασι τριακοσίοις, καὶ ἦλθεν ἕως Μαρισά.

    Ἐναντίον τοῦ στρατοῦ αὐτοῦ τοῦ Ἀσὰ ἐπετέθη ὁ Ζαρέ, ὁ Αἰθίοπας, μὲ στρατιωτικὴν δύναμιν ἐνὸς ἑκατομμυρίου (1.000.000) ἀνδρῶν καὶ τριακόσια (300) πολεμικὰ ἅρματα. Ἡ δύναμις αὐτὴ τοῦ Ζαρὲ εἰσεχώρησε καὶ προήλασε μέχρι τῆς Μαρισά.

  10. 10

    καὶ ἐξῆλθεν ᾿Ασὰ εἰς συνάντησιν αὐτῷ καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρισά.

    Ὁ Ἀσὰ ἐκινήθη εἰς πόλεμον ἐναντίον του καὶ παρετάχθη εἰς θέσιν μάχης εἰς τὴν κοιλάδα, ἡ ὁποία εὑρίσκετο εἰς τὰ βόρεια τῆς Μαρισά.

  11. 11

    καὶ ἐβόησεν ᾿Ασὰ πρὸς ΚύριοΘεὸν αὐτοῦ καὶ εἶπε· Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· Κύριε ὁ Θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρός σε ἄνθρωπος.

    Κατόπιν ὁ Ἀσὰ προσηυχήθη δυνατὰ πρὸς τὸν Κύριον καὶ Θεόν του καὶ εἶπε: «Κύριε, εἰς σὲ δὲν εἶναι ἀδύνατον νὰ δίδῃς τὴν σωτηρίαν διὰ πολλῶν ἢ δι’ ὀλίγων ἀνδρῶν· μπορεῖς νὰ βοηθῇς ἕνα ἀδύνατον στρατὸν τόσον εὔκολα, ὅσον βοηθεῖς ἕνα ἰσχυρόν· ἀριθμοὶ καὶ δύναμις δὲν παίζουν κανένα ρόλον εἰς σέ, ὅταν θέλῃς νὰ βοηθήσῃς. Ἐνίσχυσέ μας λοιπὸν τώρα, Κύριε καὶ Θεέ μας, διότι εἰς σὲ ἐστηρίξαμεν ὅλην τὴν πεποίθησίν μας εἰς τὴν δύσκολον αὐτὴν περίστασιν καὶ μὲ πίστιν καὶ ἐμπιστοσύνην εἰς τὸ ὄνομά σου ἤλθαμε νὰ ἀντιμετωπίσωμεν καὶ νὰ πολεμήσωμεν τὴν μεγάλην αὐτὴν στρατιωτικὴν δύναμιν. Κύριε καὶ Θεέ μας, ἂς μὴ ἐπικρατήσῃ καὶ ἂς μὴ ὑπερισχύσῃ σοῦ τοῦ Θεοῦ καμμία ἀνθρωπίνη δύναμις».

  12. 12

    καὶ ἐπάταξε Κύριος τοὺς Αἰθίοπας ἐναντίον ᾿Ιούδα, καὶ ἔφυγον Αἰθίοπες·

    Ὁ Κύριος ἐκτύπησε καὶ κατενίκησε τοὺς Αἰθίοπες ἐνώπιον τοῦ στρατοῦ τῶν Ἰουδαίων· καὶ οἱ Αἰθίοπες ἐτράπησαν εἰς φυγήν.

  13. 13

    καὶ κατεδίωξεν αὐτοὺς ᾿Ασὰ καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδώρ, καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ, καὶ ἐσκύλευσαν σκῦλα πολλά.

    Ὁ δὲ Ἀσὰ καὶ ὁ στρατός του τοὺς κατεδίωξαν μέχρι τῆς Γεδώρ. Ἐφονεύθησαν δὲ τόσον πολλοὶ Αἰθίοπες, ὥστε ἦταν πλέον ἀδύνατον νὰ ἀνασυνταχθοῦν καὶ να πολεμήσουν, διότι κυριολεκτικὰ συνετρίβησαν ὁλοσχερῶς ἀπὸ τὸν Κύριον καὶ τὸν στρατόν του. Ὁ Ἀσὰ καὶ ὁ στρατός του ἐπῆραν μεγάλες ποσότητα λαφύρων ἀπὸ τοὺς ἐχθρούς των.

  14. 14

    καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδώρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπ' αὐτούς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς·

    Ὁ Ἰουδαϊκὸς στρατὸς ἐκυρίευσε καὶ κατέστρεψεν ὅλες τὶς πόλεις, ποὺ ἦσαν γύρω ἀπὸ τὴν Γεδώρ, διότι ὁ λαὸς τῶν πόλεων ἐκυριεύθη ἀπὸ φρίκην καὶ τρόμον, ποὺ τοὺς ἐπροκάλεσε ὁ Κύριος. Ἔτσι οἱ Ἰουδαῖοι ἐλεηλάτησαν ὅλες τὶς πόλεις των, διότι αὐτὲς ὑπῆρχαν πολλὰ λάφυρα.

  15. 15

    καί γε σκηνὰς κτήσεων, τοὺς ᾿Αλιμαζονεῖς, ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς ῾Ιερουσαλήμ.

    Ἐπίσης ὁ Ἰουδαϊκὸς στρατὸς ἐκυρίευσε καὶ κατέστρεψε τὰ ποιμνιοστάσια, ἐνίκησε τοὺς Ἀλιμαζονεῖς καὶ ἅρπαξε πολλὰ πρόβατα καὶ καμῆλες. Κατόπιν δὲ οἱ Ἰουδαῖοι στρατιῶται ἐπέστρεψαν εἰς τὰ Ἱεροσόλυμα.