Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Α΄ Παραλειπομένων, κεφάλαιο 25

31 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (29)
  1. 1

    ΚΑΙ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς ᾿Ασὰφ καὶ Αἰμὰν καὶ ᾿Ιδιθοὺν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν.

    Επὶ πλέον ὁ βασιλιᾶς Δαβὶδ καὶ οἱ ἀρχηγοί (διοικηταί) τοῦ στρατοῦ ἐξέλεξαν καὶ ἐγκατέστησαν τοὺς υἱοὺς τοῦ Ἀσάφ, τοῦ Αἰμὰν καὶ τοῦ Ἰδιθοὺν εἰς τὰ ἔργα τῆς ψαλμωδίας μὲ τὴν συνοδείαν μουσικῶν ὀργάνων, τῆς κινύρας, τῆς νάβλας (=ἅρπας, λύρας) καὶ τοῦ κυμβάλου (=τυμπάνου). Ὁ δὲ ἀριθμὸς καὶ τὰ ὀνόματα ἐκείνων, οἱ ὁποῖοι εἰργάζοντο εἰς τὰ μουσικὰ αὐτὰ ἔργα, εἶναι:

  2. 2

    υἱοὶ ᾿Ασάφ, Σακχοὺρ ᾿Ιωσὴφ καὶ Ναθανίας καὶ ᾿Εραήλ, υἱοὶ ᾿Ασὰφ ἐχόμενοι τοῦ βασιλέως.

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀσάφ: Ὁ Σακχούρ, ὁ Ἰωσήφ, ὁ Ναθανίας καὶ ὁ Ἐραήλ. Οἱ τέσσερις αὐτοὶ ἦσαν ἀπόγονοί του Ἀσάφ καὶ ἀσκοῦσαν τὸ ἔργον τοῦ μουσικοῦ κατὰ τὴν ὁδηγίαν καὶ παραγγελίαν τοῦ βασιλιᾶ.

  3. 3

    τῷ ᾿Ιδιθοὺν υἱοὶ ᾿Ιδιθούν· Γοδολίας καὶ Σουρὶ καὶ ᾿Ισέας καὶ Σεμεΐ καὶ ᾿Ασαβίας καὶ Ματταθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν ᾿Ιδιθούν, ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ Κυρίῳ.

    Εἰς τὸν Ἰδιθούν· οἱ υἱοὶ τοῦ Ἰδιθοὺν ἦσαν: Ὁ Γοδολίας, ὁ Σουρί, ὁ Ἰσέας, ὁ Σεμεΐ, ὁ Ἀσαβίας καὶ ὁ Ματταθίας· ἕξι υἱοὶ ὑπὸ τὴν διεύθυνσιν τοῦ πατέρα των Ἰδιθούν, οἱ ὁποῖοι παίζοντες τὸ ὄργανον τῆς κινυρᾶς προσέφεραν δοξολογίαν μεγαλειότητος καὶ ὕμνον καὶ ἔπαινον εἰς τὸν Κύριον.

  4. 4

    τῷ Αἰμὰν υἱοὶ Αἰμάν· Βουκίας καὶ Ματθανίας καὶ ᾿Οζιὴλ καὶ Σουβαὴλ καὶ ᾿Ιεριμὼθ καὶ ᾿Ανανίας καὶ ᾿Ανὰν καὶ ῾Ελιαθὰ καὶ Γοδολλαθὶ καὶ Ρωμετθιέζερ καὶ ᾿Ιεσβασακὰ καὶ Μαλλιθὶ καὶ ᾿Ωθηρὶ καὶ Μεαζώθ·

    Εἰς τὸν Αἰμάν· οἱ δεκατέσσερις υἱοὶ τοῦ Αἰμάν ἦσαν: Ὁ Βουκίας, ὁ Ματθανίας, ὁ Ὀζιήλ, ὁ Σουβαήλ, ὁ Ἱεριμώθ, ὁ Ἀνανίας, ὁ Ἀνάν, ὁ Ἐλιαθά, ὁ Γοδολλαθί, ὁ Ρωμετθιέζερ, ὁ Ἰεσβασακά, ὁ Μαλλιθί, ὁ Ὠθηρὶ καὶ ὁ Μεαζώθ.

  5. 5

    πάντες οὗτοι υἱοὶ τῷ Αἰμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις Θεοῦ ὑψῶσαι κέρας. καὶ ἔδωκεν ὁ Θεὸς τῷ Αἰμὰν υἱοὺς τεσσαρεσκαίδεκα, καὶ θυγατέρας τρεῖς.

    Ὅλοι αὐτοὶ ἦσαν υἱοὶ τοῦ Αἰμάν, ὁ ὁποῖος ἔπαιζε τὰ μουσικά του ὄργανα χάριν τοῦ βασιλιᾶ καὶ κατὰ διαταγὴν τοῦ βασιλιᾶ ἀνέπεμπεν ἱερὲς ὠδὲς εἰς τὸν Θεόν, διὰ νὰ ἐξυψώσῃ καὶ ἐξυμνήσῃ τὴν δύναμίν του. Ὁ Θεὸς ἔδωκεν εἰς τὸν Αἰμὰν δεκατέσσερις υἱοὺς καὶ τρεῖς θυγατέρες.

  6. 6

    πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ Θεοῦ, ἐν κυμβάλοις καὶ νάβλαις καὶ ἐν κινύραις εἰς τὴν δουλείαν οἴκου τοῦ Θεοῦ, ἐχόμενα τοῦ βασιλέως καὶ ᾿Ασάφ, καὶ ᾿Ιδιθοὺν καὶ Αἰμάν.

    Ὅλοι αὐτοὶ ὑπὸ τὴν διεύθυνσιν τοῦ πατέρα των ἔψαλλαν ὕμνους δοξολογίας εἰς τὸν Ναὸν τοῦ Θεοῦ μὲ κύμβαλα (- τύμπανα), νάβλες ( = ἄρπες, λύρες) καὶ κινύρες διὰ τὴν ὑπηρεσίαν καὶ τὶς λειτουργικὲς ἀνάγκες τοῦ Ναοῦ τοῦ Θεοῦ. Εἰργάζοντο δὲ τὸ ἔργον αὐτὸ κατὰ διαταγὴν τοῦ βασιλιᾶ καὶ ὑπὸ τὴν διεύθυνσιν τοῦ Ἀσάφ, τοῦ Ἰδιθοὺν καὶ τοῦ Αἰμάν.

  7. 7

    καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν Κυρίῳ, πᾶς συνιών, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.

    Καὶ ἔφθασεν ὁ ἀριθμός των, μαζὶ μὲ τοὺς ἄλλους ἀδελφούς των Λευῖτας, οἱ ὁποῖοι εἶχαν διδαχθῇ καὶ ἀσκηθῇ εἰς τὸ νὰ ἀναπέμπουν ψαλμοὺς εἰς τὸν Κύριον ὁ ἀριθμὸς δηλαδὴ ἐκείνων, ποὺ εἶχαν εἰδικευθῆ εἰς τὸ ἔργον αὐτό, ἔφθασε τοὺς διακοσίους ὀγδόντα ὀκτὼ (288).

  8. 8

    καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων.

    Ἔβαλαν καὶ αὐτοὶ κλήρους, διὰ νὰ καθορίσουν τὶς ἐφημερίες των· ἔβαλαν κλήρους μικροί (νεώτεροι) καὶ μεγάλοι (πρεσβύτεροι), ἔμπειροι διδάσκαλοι καὶ μαθηταί.

  9. 9

    καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ ᾿Ασὰφ τῷ ᾿Ιωσὴφ Γοδολίας· ὁ δεύτερος ῾Ηνεία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ πρῶτος κλῆρος ἔπεσεν εἰς τοὺς υἱοὺς καὶ τοὺς ἀδελφοὺς τῆς οἰκογενείας τοῦ Ἀσάφ, ἀπὸ τοὺς ὁποίους ἐκληρώθη ὁ Ἰωσὴφ Γοδολίας. Ὁ δεύτερος ἔπεσεν εἰς τὸν Ἡνεία· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  10. 10

    ὁ τρίτος Ζακχούρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ τρίτος ἔπεσεν εἰς τὸν Ζακχούρ· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  11. 11

    ὁ τέταρτος ᾿Ιεσρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ τέταρτος ἔπεσεν εἰς τὸν Ἰεσρί· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  12. 12

    ὁ πέμπτος Ναθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ πέμπτος ἔπεσεν εἰς τὸν Ναθανίαν· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  13. 13

    ὁ ἕκτος Βουκίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ ἕκτος ἔπεσεν εἰς τὸν Βουκίαν· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  14. 14

    ὁ ἕβδομος ᾿Ισεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ ἕβδομος ἔπεσεν εἰς τὸν Ἰσεριήλ· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  15. 15

    ὁ ὄγδοος ᾿Ιωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ ὄγδοος ἔπεσεν εἰς τὸν Ἰωσία· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  16. 16

    ὁ ἔνατος Ματθανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ ἔνατος ἔπεσεν εἰς τὸν Ματθανίαν· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  17. 17

    ὁ δέκατος Σεμεΐα, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ δέκατος ἔπεσεν εἰς τὸν Σεμεΐα· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  18. 18

    ὁ ἑνδέκατος ᾿Ασριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ ἑνδέκατος ἔπεσεν εἰς τὸν Ἀσριήλ· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  19. 19

    ὁ δωδέκατος ᾿Ασαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ δωδέκατος ἔπεσεν εἰς τὸν Ἀσαβία· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  20. 20

    ὁ τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ δέκατος τρίτος ἔπεσεν εἰς τὸν Σουβαήλ· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  21. 21

    ὁ τεσσαρεσκαιδέκατος Ματταθίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ δέκατος τέταρτος ἔπεσεν εἰς τὸν Ματταθίαν· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  22. 22

    ὁ πεντεκαιδέκατος ᾿Ιεριμώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ δέκατος πέμπτος ἔπεσεν εἰς τὸν Ἰεριμώθ· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  23. 23

    ὁ ἑκκαιδέκατος ᾿Ανανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ δέκατος ἕκτος ἔπεσεν εἰς τὸν Ἀνανία· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  24. 24

    ὁ ἑπτακαιδέκατος ᾿Ιεσβασακά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ δέκατος ἕβδομος ἔπεσεν εἰς τὸν Ἰεσβασακά· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  25. 25

    ὁ ὀκτωκαιδέκατος ᾿Ανανί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ δέκατος ὄγδοος ἔπεσεν εἰς τὸν Ἀνανίαν· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα,

  26. 26

    ὁ ἐννεακαιδέκατος Μαλλιθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ δέκατος ἔνατος ἔπεσεν εἰς τὸν Μαλλιθί· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  27. 27

    ὁ εἰκοστὸς ῾Ελιαθά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ εἰκοστὸς ἔπεσεν εἰς τὸν Ἐλιαθά· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  28. 28

    ὁ εἰκοστὸς πρῶτος ᾿Ωθηρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ εἰκοστὸς πρῶτος ἔπεσεν εἰς τὸν Ὠθηρί· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  29. 29

    ὁ εἰκοστὸς δεύτερος Γοδολλαθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ εἰκοστὸς δεύτερος ἔπεσεν εἰς τὸν Γοδολλαθί· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  30. 30

    ὁ εἰκοστὸς τρίτος Μεαζώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο·

    Ὁ εἰκοστὸς τρίτος ἔπεσεν εἰς τὸν Μεαζώθ· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.

  31. 31

    ὁ εἰκοστὸς τέταρτος Ρωμετθιέζερ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαδύο.

    Ὁ εἰκοστὸς τέταρτος ἔπεσεν εἰς τὸν Ρωμετθιέζερ· αὐτός, οἱ υἱοί του καὶ οἱ ἀδελφοί του ἦσαν δώδεκα.