Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Α΄ Παραλειπομένων, κεφάλαιο 24

31 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (29)
  1. 1

    ΚΑΙ τοῖς υἱοῖς ᾿Ααρὼν διαιρέσεις· Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ.

    Οἱ διαιρέσεις - ὁμάδες, εἰς τὶς ὁποῖες ἀνῆκαν οἱ ἀπόγονοι τοῦ Ἀαρών, ἦσαν τέσσερις, κατὰ τοὺς τέσσερις υἱοὺς τοῦ Ἀαρών: Ναδάβ, Ἀβιούδ, Ἐλεάζαρ καὶ Ἰθάμαρ.

  2. 2

    καὶ ἀπέθανε Ναδὰβ καὶ ᾿Αβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ υἱοὶ ᾿Ααρών.

    Ἀλλὰ ὁ Ναδὰβ καὶ ὁ Ἀβιοὺδ ἀπέθαναν, ἐνῷ ἀκόμη ἐζοῦσε ὁ πατέρας των, καὶ δὲν ἀφῆκαν ἀπογόνους· ἔτσι ἡ ἱερωσύνη τοῦ Ἀαρὼν διεβιβάσθη εἰς τοὺς δύο ἀδελφούς των Ἐλεάζαρ καὶ Ἰθάμαρ, τοὺς υἱοὺς Ἀαρών.

  3. 3

    καὶ διεῖλεν αὐτοὺς Δαυὶδ καὶ Σαδὼκ ἐκ τῶν υἱῶν ᾿Ελεάζαρ καὶ ᾿Αχιμέλεχ ἐκ τῶν υἱῶν ᾿Ιθάμαρ κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν.

    Καὶ ὁ βασιλιᾶς Δαβὶδ ὠργάνωσε καὶ διήρεσε τοὺς ἀπογόνους αὐτοὺς τοῦ Ἀαρὼν μαζὶ μὲ τὸν Σαδώκ, ποὺ ἦταν ἀπόγονος τοῦ Ἐλεάζαρ, καὶ μὲ τὸν Ἀχιμέλεχ, ποὺ ἦταν ἀπόγονος τοῦ Ἰθάμαρ. Τοὺς διήρεσεν εἰς τάξεις καὶ τοὺς ἀρίθμησε ἀναλόγως τῆς ὑπηρεσίας των καὶ κατὰ τὰς πατριαρχικάς των οἰκογενείας.

  4. 4

    καὶ εὑρέθησαν οἱ υἱοὶ ᾿Ελεάζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς ᾿Ιθάμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς ᾿Ελεάζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἑκκαίδεκα, καὶ τοῖς υἱοῖς ᾿Ιθάμαρ κατ᾿ οἴκους πατριῶν ὀκτώ.

    Κατὰ τὴν ἀρίθμησιν οἱ ἀπόγονοι τοῦ Ἐλεάζαρ εὑρέθησαν περισσότεροι εἰς ἀρχηγοὺς ἀπὸ τοὺς ἀπογόνους τῶν οἰκογενειῶν τοῦ κλάδου τοῦ Ἰθάμαρ. Δι' αὐτὸ ὁ Δαβὶδ ὠργάνωσε καὶ διήρεσε τοὺς ἀπογόνους τοῦ Ἐλεάζαρ κάτω ἀπὸ δεκαέξι ἀρχηγοὺς πατριαρχικῶν οἰκογενειῶν, τοὺς δὲ ἀπογόνους τοῦ Ἰθάμαρ κάτω ἀπὸ ὀκτὼ ἀρχηγοὺς πατριαρχικῶν οἰκογενειῶν.

  5. 5

    καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς ᾿Ελεάζαρ καὶ ἐν τοῖς υἱοῖς ᾿Ιθάμαρ.

    Τοὺς ὠργάνωσε δὲ καὶ τοὺς διήρεσε μὲ κλήρωσιν· διὰ να ἀποφύγῃ παρεξηγήσεις καὶ παράπονα, ἔβαλε κλήρους καὶ διὰ τοὺς ἀπογόνους του Ἐλεάζαρ καὶ διὰ τοὺς ἀπογόνους τοῦ Ἰθάμαρ. Τοῦτο τὸ ἔκαμε, διότι ὑπῆρχαν ἀρχηγοὶ τοῦ θυσιαστηρίου καὶ θρησκευτικοὶ ἀρχηγοὶ μεταξὺ τῶν ἀπογόνων τόσον τοῦ Ἐλεάζαρ, ὅσον καὶ τοῦ Ἰθάμαρ.

  6. 6

    καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ ᾿Αχιμέλεχ υἱὸς ᾿Αβιάθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ ᾿Ελεάζαρ καὶ εἷς εἷς τῷ ᾿Ιθάμαρ.

    Κατέγραψε δὲ αὐτοὺς ἐπισήμως ὁ Σαμαΐας, ὁ υἱὸς τοῦ Ναθαναήλ, ὁ γραμματεύς, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν οἰκογένειαν τοῦ Λευΐ· τοὺς κατέγραψε παρουσία τοῦ βασιλιᾶ Δαβὶδ καὶ τῶν ἄλλων ἀρχηγῶν καὶ τοῦ ἀρχιερέως Σαδὼκ καὶ τοῦ Ἀχιμέλεχ, υἱοῦ τοῦ Ἀβιάθαρ, καὶ ἐνώπιον τῶν ἀρχηγῶν τῶν ἱερατικῶν καὶ τῶν Λευϊτικῶν οἰκογενειῶν. Ἡ κλήρωσις ἔγινε ἔτσι, ὥστε κάθε πατριαρχικὴ οἰκογένεια ἐξελέγετο ἐναλλάξ, μία ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἐλεάζαρ καὶ μία ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἰθάμαρ.

  7. 7

    καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ ᾿Ιωαρίμ, τῷ ᾿Ιεδίᾳ ὁ δεύτερος,

    Καὶ ὁ πρῶτος κλῆρος ἔπεσεν εἰς τὸν Ἰωαρίμ, ὁ δεύτερος εἰς τὸν Ἰεδίαν,

  8. 8

    τῷ Χαρὶβ ὁ τρίτος, τῷ Σεωρὶμ ὁ τέταρτος,

    ὁ τρίτος εἰς τὸν Χαρίβ, ὁ τέταρτος εἰς τὸν Σεωρίμ,

  9. 9

    τῷ Μελχίᾳ ὁ πέμπτος, τῷ Μεϊαμὶν ὁ ἕκτος,

    ὁ πέμπτος εἰς τὸν Μελχίαν, ὁ ἕκτος εἰς τὸν Μεϊαμίν,

  10. 10

    τῷ Κὼς ὁ ἕβδομος, τῷ ᾿Αβίᾳ ὁ ὄγδοος,

    ὁ ἕβδομος εἰς τὸν Κώς, ὁ ὄγδοος εἰς τὸν Ἀβίαν,

  11. 11

    τῷ ᾿Ιησοῦ ὁ ἔνατος, τῷ Σεχενίᾳ ὁ δέκατος,

    ὁ ἔνατος εἰς τὸν Ἰησοῦν, ὁ δέκατος εἰς τὸν Σεχενίαν,

  12. 12

    τῷ ᾿Ελιαβὶ ὁ ἑνδέκατος, τῷ ᾿Ιακὶμ ὁ δωδέκατος,

    ὁ ἑνδέκατος εἰς τὸν Ἐλιαβί, ὁ δωδέκατος εἰς τὸν Ἰακίμ,

  13. 13

    τῷ ᾿Οπφᾷ ὁ τρισκαιδέκατος, τῷ ᾿Ιεσβαὰλ ὁ τεσσαρεσκαιδέκατος,

    ὁ δέκατος τρίτος εἰς τὸν Ὀπφᾶν, ὁ δέκατος τέταρτος εἰς τὸν Ἰεσβαάλ,

  14. 14

    τῷ Βελγᾷ ὁ πεντεκαιδέκατος, τῷ ᾿Εμμὴρ ὁ ἑκκαιδέκατος,

    ὁ δέκατος πέμπτος εἰς τὸν Βελγάν, ο δέκατος ἕκτος εἰς τὸν Ἐμμήρ,

  15. 15

    τῷ Χηζὶν ὁ ἑπτακαιδέκατος, τῷ ᾿Αφεσὴ ὁ ὀκτωκαιδέκατος,

    ὁ δέκατος ἕβδομος εἰς τὸν Χηζίν, ὁ δέκατος ὄγδοος εἰς τὸν Ἀφεσή,

  16. 16

    τῷ Φεταίᾳ ὁ ἐννεακαιδέκατος, τῷ ᾿Εζεκὴλ ὁ εἰκοστός,

    ὁ δέκατος ἔνατος εἰς τὸν Φεταίαν, ὁ εἰκοστὸς εἰς τὸν Ἐζεκήλ,

  17. 17

    τῷ ᾿Αχὶμ ὁ εἷς καὶ εἰκοστός, τῷ Γαμοὺλ ὁ δεύτερος καὶ εἰκοστός,

    ὁ εἰκοστὸς πρῶτος εἰς τὸν Ἀχίμ, ὁ εἰκοστὸς δεύτερος εἰς τὸν Γαμούλ,

  18. 18

    τῷ ᾿Αδαλλαὶ ὁ τρίτος καὶ εἰκοστός, τῷ Μαασαὶ ὁ τέταρτος καὶ εἰκοστός.

    ὁ εἰκοστὸς τρίτος εἰς τὸν Ἀδαλλαὶ καὶ ὁ εἰκοστὸς τέταρτος εἰς τὸν Μαασαί.

  19. 19

    αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς ᾿Ααρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ Θεὸς ᾿Ισραήλ.

    Αὐτὴ ἦταν ἡ ταξινόμησις καὶ ἡ ὀργάνωσις τῶν ἱερέων ἀναλόγως τῶν ἱερατικῶν διακονημάτων των, ὥστε οἱ ἱερεῖς νὰ εἰσέρχωνται εἰς τὸν Ναὸν τοῦ Κυρίου συμφώνως πρὸς τὰ καθήκοντα, ποὺ τοὺς εἶχαν καθορισθῇ διὰ μέσου τοῦ Ἀαρών, τοῦ προγόνου των, ὅπως ἀκριβῶς εἶχε δώσει ἐντολὴν ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ.

  20. 20

    Καὶ τοῖς υἱοῖς Λευὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς ᾿Αμβρὰμ Σωβαήλ· τοῖς υἱοῖς Σωβαὴλ ᾿Ιεδία.

    Οἱ ἀκόλουθοι εἶναι οἱ ἀρχηγοὶ τῶν ὑπολοίπων ἀπογόνων τοῦ Λευΐ. Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀμβράμ (πατέρα τοῦ Μωϋσῆ καὶ τοῦ Ἀαρών) ἀρχηγὸς ἦταν ὁ Σωβαήλ· ἀπὸ τοὺς ἀπογόνους τοῦ Σωβαὴλ ὁ Ἰεδία.

  21. 21

    τῷ Ρααβίᾳ ὁ ἄρχων ᾿Ιεσίας,

    Ἀπὸ τὸν Ρααβία προῆλθεν ὁ ἀρχηγὸς Ἰεσίας

  22. 22

    καὶ τῷ ᾿Ισααρὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ ᾿Ιάθ.

    καὶ ἀπὸ τὸν Ἰσααρὶ ὁ Σαλωμώθ. Ἀπὸ τοὺς ἀπογόνους τοῦ Σαλωμὼθ ὁ Ἰάθ.

  23. 23

    υἱοὶ ᾿Ιεδιοῦ· ᾿Αμαδία ὁ δεύτερος, ᾿Ιαζιὴλ ὁ τρίτος, ᾿Ιεκμοὰμ ὁ τέταρτος.

    Ἀπὸ τοὺς υἱοὺς τοῦ Ἰεδιοῦ ἀρχηγοὶ ἦσαν: Δεύτερος κατὰ τὴν ἡλικίαν ὁ Ἀμαδία, τρίτος ὁ Ἰαζιήλ, τέταρτος ὁ Ἰεκμοάμ.

  24. 24

    τοῖς υἱοῖς ᾿Οζιὴλ Μιχά· υἱοὶ Μιχὰ Σαμήρ.

    Ἀπὸ τοὺς υἱοὺς τοῦ Ὀζιὴλ ἦταν ὁ Μιχά, ἀπὸ δὲ τοὺς υἱοὺς τοῦ Μιχὰ ὁ Σαμήρ.

  25. 25

    ἀδελφὸς Μιχὰ ᾿Ισία· υἱὸς ᾿Ισία Ζαχαρία.

    Ἀδελφὸς τοῦ Μιχὰ ἦταν ὁ Ἰσία· υἱὸς δὲ τοῦ Ἰσία ἦταν ὁ Ζαχαρία.

  26. 26

    υἱοὶ Μεραρὶ Μοολὶ καὶ Μουσί. υἱοὶ ᾿Οζία υἱοὶ Βοννί.

    Οἱ ἀπόγονοι τοῦ Μεραρὶ ἦσαν ὁ Μοολὶ καὶ ὁ Μουσί. Οἱ ἀπόγονοι τοῦ Ὀζία ἦσαν οἱ υἱοὶ τοῦ Βοννί.

  27. 27

    υἱοὶ Μεραρὶ τῷ ᾿Οζίᾳ, υἱοὶ αὐτοῦ ᾿Ισοὰμ καὶ Σακχοὺρ καὶ ᾿Αβαΐ,

    Οἱ ἀπόγονοι τοῦ Μεραρὶ διὰ τοῦ υἱοῦ τοῦ Ὀζία ἦσαν ὁ Ἰσοάμ, ὁ Σακχοὺρ καὶ ὁ Ἀβαΐ.

  28. 28

    τῷ Μοολὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ· καὶ ἀπέθανεν ᾿Ελεάζαρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί.

    Υἱοὶ τοῦ Μοολὶ ἦσαν ὁ Ἐλεάζαρ καὶ ὁ Ἰθάμαρ· ἀπέθανε δὲ ὁ Ἐλεάζαρ καὶ δὲν ἀφῆκεν υἱούς.

  29. 29

    τῷ Κίς· υἱοὶ τοῦ Κὶς ῾Ιεραμεήλ.

    Εἰς τὸν Κίς· υἱοὶ τοῦ Κὶς ἦταν μόνον ἕνας ὁ Ἱεραμεήλ.

  30. 30

    καὶ υἱοὶ τοῦ Μουσὶ Μοολὶ καὶ ᾿Εδὲρ καὶ ᾿Ιαριμώθ. οὗτοι υἱοὶ τῶν Λευιτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν.

    Υἱοὶ δὲ τοῦ Μουσὶ ἦσαν τρεῖς: Ὁ Μοολί, ὁ Ἐδὲρ καὶ ὁ Ἰαριμώθ. Αὐτοὶ ἦσαν οἱ ἀπόγονοι τῶν Λευϊτῶν, διηρημένοι κατὰ τὰς πατριαρχικάς των οἰκογενείας.

  31. 31

    καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ ᾿Ααρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ ᾿Αχιμέλεχ καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι ἀραὰβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.

    Οἱ Λευῖται αὐτοὶ ἔρριψαν κλήρους ὅπως καὶ οἱ ἀδελφοί (συγγενεῖς) των, οἱ ἀπόγονοι τοῦ Ἀαρών, παρουσία τοῦ βασιλιᾶ Δαβίδ, τοῦ ἀρχιερέως Σαδώκ, τοῦ Ἀχιμέλεχ καὶ ἐνώπιον τῶν ἀρχηγῶν τῶν ἱερατικῶν καὶ τῶν Λευϊτικῶν οἰκογενειῶν. Αὐτοὶ οἱ ἀρχηγοὶ τῶν πατριαρχικῶν οἰκογενειῶν (κατ’ ἄλλην γραφήν: Οἱ πρεσβύτεροι) ἦσαν ὅμοιοι (εἶχαν τὰ ἴδια δικαιώματα) μὲ τοὺς ἀδελφούς των τοὺς νεωτέρους.