Α΄ Παραλειπομένων, κεφάλαιο 26
- 1
ΕΙΣ διαιρέσεις τῶν πυλῶν· υἱοὶ Κορεΐμ Μοσελλεμία υἱὸς Κωρὴ ἐκ τῶν υἱῶν ᾿Ασάφ.
Σχετικῶς μὲ τὴν διαίρεσιν τῶν Λευϊτῶν καὶ τὴν ἀνάθεσιν εἰς αὐτοὺς τῆς εὐθύνης τοῦ θυρωροῦ εἰς τὶς εἰσόδους τοῦ Ναοῦ: Ἀπὸ τοὺς ἀπογόνους τοῦ Κορὲ ἦσαν ὁ Μοσελλεμία, ὁ υἱὸς τοῦ Κωρή, ἀπὸ τὴν οἰκογένειαν τοῦ Ἀσάφ.
- 2
καὶ τῷ Μοσελλεμίᾳ υἱοί· Ζαχαρίας ὁ πρωτότοκος, ᾿Ιαδιὴλ ὁ δεύτερος, Ζαβαδία ὁ τρίτος, ᾿Ιεθνουὴλ ὁ τέταρτος,
Ὁ Μοσελλεμία εἶχεν ὀκτὼ υἱούς, οἱ ὁποῖοι κατὰ σειρὰν ἡλικίας ἦσαν: Ζαχαρίας ὁ πρωτότοκος, Ἰαδιὴλ ὁ δεύτερος, Ζαβαδία ὁ τρίτος, Ἰεθνουὴλ ὁ τέταρτος,
- 3
᾿Ιωλὰμ ὁ πέμπτος, ᾿Ιωνάθαν ὁ ἕκτος, ᾿Ελιωναΐ ὁ ἕβδομος, ᾿Αβδεδὸμ ὁ ὄγδοος.
Ἰωλὰμ ὁ πέμπτος, Ἰωνάθαν ὁ ἕκτος, Ἐλιωναῒ ὁ ἕβδομος, Ἀβδεδὸμ ὁ ὄγδοος.
- 4
καὶ τῷ ᾿Αβδεδὸμ υἱοί· Σαμαίας ὁ πρωτότοκος, ᾿Ιωζαβὰθ ὁ δεύτερος, ᾿Ιωὰθ ὁ τρίτος, Σαχὰρ ὁ τέταρτος, Ναθαναὴλ ὁ πέμπτος,
Ὁ Ἀβδεδὸμ εἶχεν ὀκτὼ υἱούς, οἱ ὁποῖοι κατὰ σειρὰν ἡλικίας ἦσαν: Σαμαίας ὁ πρωτότοκος, Ἰωζαβὰθ ὁ δεύτερος, Ἰωὰθ ὁ τρίτος, Σαχὰρ ὁ τέταρτος, Ναθαναὴλ ὁ πέμπτος,
- 5
᾿Αμιὴλ ὁ ἕκτος, ᾿Ισσάχαρ ὁ ἕβδομος, Φελαθὶ ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ Θεός.
Ἀμιὴλ ὁ ἕκτος, Ἰσσάχαρ ὁ ἕβδομος, Φελαθὶ ὁ ὄγδοος· ὁ Ἀβδεδὸμ εἶχεν ὀκτὼ υἱούς, διότι τὸν εὐλόγησεν ὁ Θεός, ἐπειδὴ ἔμεινεν εἰς τὸ σπίτι του ἡ Κιβωτὸς τῆς Διαθήκης.
- 6
καὶ τῷ Σαμαίᾳ υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ρωσαὶ εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν.
Εἰς τὸν Σαμαίαν, τὸν υἱὸν τοῦ Ἀβδεδόμ, ἐγεννήθησαν ἀπόγονοι διὰ τοῦ πρωτοτόκου υἱοῦ του, τοῦ Ρωσαί, οἱ ὁποῖοι ὑπῆρξαν ἀρχηγοὶ εἰς τὸν πατρικόν των οἶκον, διότι ἦσαν ἄνδρες χαρακτηριστικῆς ἱκανότητος καὶ δυνάμεως.
- 7
υἱοὶ Σαμαΐ· ᾿Οθνὶ καὶ Ραφαὴλ καὶ ᾿Ωβὴδ καὶ ᾿Ελζαβὰθ καὶ ᾿Αχιούδ, υἱοὶ δυνατοί, ῾Ελιοῦ καὶ Σαβαχία καὶ ᾿Ισβακώμ.
Οἱ υἱοὶ τοῦ Σαμαΐ (=Σαμαία), πρωτοτόκου υἱοῦ τοῦ Ἀβδεδόμ, ἧσαν: Ὁ Ὀθνί, ὁ Ραφαήλ, ὁ Ὠβήδ, ὁ Ἐλζαβάθ, ὁ Ἀχιούδ, ἄνδρες χαρακτηριστικῆς δυνάμεως, ὁ Ἐλιοῦ, ὁ Σαβαχία καὶ ὁ Ἰσβακώμ.
- 8
πάντες ἀπὸ τῶν υἱῶν ᾿Αβδεδόμ, αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ ᾿Αβδεδόμ.
Ὅλοι αὐτοὶ ἦσαν ἀπόγονοι τοῦ Ἀβδεδόμ· αὐτοὶ δὲ καὶ οἱ υἱοί των καὶ οἱ ἀδελφοί των ἦσαν ἄνδρες μὲ προσόντα καὶ χαρίσματα, γενναῖοι καὶ ἰσχυροὶ εἰς τὸ ἔργον ποὺ τοὺς ἀνετέθη. Ὅλοι οἱ ἀπόγονοι τοῦ Ἀβδεδὸμ ἦσαν ἑξῆντα δύο (62).
- 9
καὶ τῷ Μοσελλεμίᾳ υἱοὶ καὶ ἀδελφοὶ δεκακαιοκτὼ δυνατοί.
Ὁ Μοσελλεμὶ εἶχε δεκαοκτώ (18) υἱοὺς καὶ ἀδελφοὺς γενναίους, μὲ ἰδιαίτερα προσόντα καὶ χαρίσματα.
- 10
καὶ τῷ ᾿Ωσᾷ τῶν υἱῶν Μεραρὶ υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος, καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα τῆς διαιρέσεως τῆς δευτέρας.
Ὁ Ὀσᾶ, ἀπὸ τοὺς ἀπογόνους τοῦ Μεραρί, ἀπέκτησεν υἱούς, οἱ ὁποῖοι ἀνέλαβαν τὴν ἀρχηγίαν, διότι ὁ Ὀσὰ δὲν ἦταν ὁ πρωτότοκος. Διὰ τοῦτο ὁ πατέρας του τὸν ἔκαμεν ἀρχηγὸν τῆς δευτέρας τάξεως τῶν Λευϊτῶν - θυρωρῶν. (Κατὰ τὸ Ἑβραϊκόν: Ὁ Ὀσᾶ, ἀπὸ τοὺς ἀπογόνους τοῦ Μεραρί, ἀπέκτησεν υἱούς. Ὁ Σιμρὶ ἦταν ὁ πρῶτος· αὐτόν, ἂν καὶ δὲν ἦταν ὁ πρωτότοκος, ὁ πατέρας του τὸν ἔκαμεν ἀρχηγόν).
- 11
Χελκίας ὁ δεύτερος, Ταβλαὶ ὁ τρίτος, Ζαχαρίας ὁ τέταρτος· πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ ᾿Οσᾷ τρισκαίδεκα.
Δεύτερος υἱὸς τοῦ Ὀσᾶ ἦταν ὁ Χελκίας, τρίτος ὁ Ταβλαί, τέταρτος ὁ Ζαχαρίας. Ὅλοι αὐτοί, υἱοὶ καὶ ἀδελφοὶ τοῦ Ὀσᾶ, ἦσαν δεκατρεῖς.
- 12
τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ Κυρίου.
Εἰς τὶς τάξεις αὐτῶν εἶχεν ἀνατεθῇ τὸ ἔργον τοῦ θυρωροῦ· οἱ τάξεις αὐτὲς τῶν θυρωρῶν, ποὺ εἶχαν προσδιορισθῆ κατὰ τοὺς ἀρχηγούς των, ἀνέλαβαν ἐφημερίες ὅπως καὶ οἱ ἀδελφοί των, ὥστε νὰ ὑπηρετοῦν ἐκ περιτροπῆς εἰς τὸ ἔργον τοῦ θυρωροῦ εἰς τὸν Ναὸν τοῦ Κυρίου.
- 13
καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κατ᾿ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα.
Καὶ ἔβαλαν κλήρους, διὰ νὰ καθορίσουν τὶς ἐφημερίες των ἔβαλαν κλήρους ὄχι κατὰ σειρὰν ἡλικίας καὶ ἀρχαιότητος, ἀλλ’ ἀδιακρίτως μικροί (νεώτεροι) καὶ μεγάλοι (πρεσβύτεροι) κατὰ τὶς πατριαρχικὲς τῶν οἰκογένειες, διὰ κάθε θύραν τοῦ Ναοῦ.
- 14
καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σελεμίᾳ καὶ Ζαχαρίᾳ· υἱοὶ ᾿Ιωὰς τῷ Μελχίᾳ ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος Βορρᾶ·
Καὶ ὁ κλῆρος διὰ τὴν φύλαξιν τῆς ἀνατολικῆς θύρας ἔπεσεν εἰς τὸν Σελεμίαν καὶ τὸν Ζαχαρίαν. Οἱ υἱοὶ τοῦ Ἰωὰς ἔβαλαν κλήρους διὰ τὸν Μελχίαν καὶ ἔπεσεν ὁ κλῆρος διὰ τὴν φύλαξιν τῆς βορεινῆς θύρας.
- 15
τῷ ᾿Αβδεδὸμ Νότον κατέναντι οἴκου ἐσεφίν.
Εἰς τὸν Ἀβδεδὸμ ἔπεσεν ὁ κλῆρος διὰ τὴν φύλαξιν τῆς νοτίας θύρας, ἡ ὁποία εὑρίσκετο ἀπέναντι τοῦ οἴκου τῆς συναθροίσεως (προσώπων ἢ πραγμάτων· μᾶλλον τῆς ἀποθήκης).
- 16
εἰς δεύτερον· τῷ ᾿Οσᾷ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς.
Ἐρρίφθη πάλιν κλῆρος διὰ τὸν Ὀσᾶ, εἰς τὸν ὁποῖον ἐκληρώθη ἡ φύλαξις τῆς δυτικῆς θύρας, ποὺ εὑρίσκετο κοντὰ εἰς τὴν θύραν τοῦ σκευοφυλακίου, τὸ ὁποῖον (σκευοφυλάκων) εὑρίσκετο εἰς τὸν ἀνηφορικὸν δρόμον. Κάθε φρουρὰ εὑρίσκετο ἀπέναντι τῆς ἄλλης.
- 17
πρὸς ἀνατολὰς ἕξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸν ἐσεφὶν δύο·
Οἱ ἀντίστοιχοι φρουροὶ τῶν θυρῶν ἦσὰν διατεταγμένοι ὡς ἑξῆς: Πρὸς ἀνατολὰς ἦσαν ἕξι Λευῖται κάθε ἡμέραν· πρὸς βορρᾶν ἦσαν τέσσερις κάθε ἡμέραν πρὸς νότον ἦσαν τέσσερις κάθε ἡμέραν· καὶ εἰς τὸν τόπον τῆς συναθροίσεως (προσώπων ἢ πραγμάτων μᾶλλον τῆς ἀποθήκης) δύο Λευῖται (κατὰ τὸ Ἑβραϊκόν: Δύο καὶ δύο Λευῖται).
- 18
εἰς διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὴν τρίβον δύο διαδεχομένους.
Πρὸς τὸ μέρος τῶν παραρτημάτων (κατὰ τὸ Ἑβραϊκόν: Διὰ τὸ περιστύλιον) καὶ πρὸς τὰ δυτικὰ ἦσαν τέσσερις φύλακες καὶ δύο πρὸς τὸν δρόμον τῶν παραρτημάτων (συνεχομένων δωματίων τοῦ Ναοῦ),
- 19
αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς τοῦ Κορέ, καὶ τοῖς υἱοῖς Μεραρί.
Αὐτὲς ἦσαν οἱ τάξεις τῶν θυρωρῶν Λευιτῶν, οἱ ὁποῖοι ἦσαν ἀπόγονοι τοῦ Κορὲ καὶ τοῦ Μεραρί.
- 20
Καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων·
Οἱ δὲ Λευῖται, οἱ ἀδελφοί (συγγενεῖς) τῶν ἀνωτέρω Λευϊτῶν, οἱ ὁποῖοι εἶχαν τὴν εὐθύνην τῆς φυλάξεως τῶν θησαυρῶν (προσφορῶν καὶ προσόδων) τοιΐ Ναοῦ τοῦ Κυρίου καὶ τῶν ἱερῶν ἀφιερωμάτων, τῶν καθηγιασμένων θησαυρῶν (τῶν πολεμικῶν λαφύρων, ποὺ εἶχαν κατατεθῇ κατὰ καιροὺς εἰς τὸν Ναόν), ἦσαν:
- 21
υἱοὶ Λαδὰν οὖτοι, υἱοὶ τῷ Γηρσωνὶ τῷ Λαδάν, ἄρχοντες πατριῶν τῷ Λαδὰν τῷ Γηρσωνὶ ᾿Ιεϊήλ.
Ἀπό τοὺς υἱοὺς τοῦ Λαδάν, δηλαδὴ ἀπόγονοι τῶν Γηρσωνιτῶν - οἱ ἀρχηγοὶ τῶν οἰκογενειῶν τοῦ Λαδὰν κατήγοντο ἀπὸ τὸν Λαδὰν τὸν Γηρσωνίτην - ἦταν Ἰεϊήλ.
- 22
υἱοὶ ᾿Ιεϊὴλ Ζεθὸμ καὶ ᾿Ιωὴλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου.
Οἱ υἱοὶ τοῦ Ἰεϊὴλ Ζεθὸμ καὶ Ἰωήλ, οἱ ἀδελφοί (κατ’ ἄλλην ἑρμηνείαν: Ζεθὸμ καὶ Ἰωήλ, καὶ οἱ ἀδελφοί των), εἶχαν τὴν εὐθύνην τῆς φυλάξεως τῶν θησαυρῶν (προσφορῶν, προσόδων, περιουσίας) τοῦ Ναοῦ τοῦ Κυρίου.
- 23
τῷ ᾿Αμβρὰμ καὶ ᾿Ισάαρ, Χεβρὼν καὶ ᾿Οζιήλ·
Ἐπὶ κεφαλῆς τῶν ἀπογόνων τοῦ Ἀμβράμ, τοῦ Ἰσαάρ, τοῦ Χεβρὼν καὶ τοῦ Ὀζιὴλ
- 24
καὶ Σουβαὴλ ὁ τοῦ Γηρσὰμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν.
ἦταν ὁ Σουβαήλ, ὁ υἱὸς τοῦ Γηρσάμ, υἱοῦ τοῦ Μωϋσῆ· αὐτὸς ἦταν ὁ ἀρχηγός, ὁ γενικὸς διοικητής (ἐπόπτης) τῶν θησαυρῶν τοῦ Ναοῦ (τόσον τῆς περιουσίας, ὅσον καὶ τῶν ἱερῶν ἀφιερωμάτων).
- 25
καὶ τῷ ἀδελφῷ αὐτοῦ ᾿Ελιέζερ Ραβίας υἱὸς καὶ ᾿Ιωσίας καὶ ᾿Ιωρὰμ καὶ Ζεχρὶ καὶ Σαλωμώθ.
Οἱ ἀδελφοὶ δὲ αὐτοῦ, ποὺ προῆλθαν ἀπὸ τὸν Ἐλιέζερ, ἦσαν ὁ Ραβίας, ὁ υἱὸς τοῦ Ἐλιέζερ, καὶ ὁ Ἰωσίας, ὁ υἱὸς τοῦ Ραβία, καὶ ὁ Ἰωράμ, ὁ υἱὸς τοῦ Ἰωσία, καὶ ὁ Ζεχρί, ὁ υἱὸς τοῦ Ἰωράμ, καὶ ὁ Σαλωμώθ.
- 26
αὐτὸς Σαλωμὼθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως,
Ὁ Σαλωμὼθ αὐτὸς καὶ οἱ ἀδελφοί (συγγενεῖς) του ἦσαν ὑπεύθυνοι διὰ τὴν φύλαξιν ὅλων τῶν θησαυρῶν (ἱερῶν ἀφιερωμάτων), τοὺς ὁποίους ἀφιέρωσεν εἰς τὸν Θεὸν καὶ κατέθεσεν εἰς τὸν Ναὸν ὁ βασιλιᾶς Δαβὶδ καὶ οἰ ἀρχηγοὶ τῶν πατριαρχικῶν φυλῶν τοῦ Ἰσραήλ, οἱ χιλίαρχοι καί οἰ ἑκατόνταρχοι καὶ οἱ (ἄλλοι) ἀρχηγοὶ τοῦ στρατοῦ (ἀρχιστράτηγοι).
- 27
ἃ ἔλαβεν ἐκ πόλεων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ᾿ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ Θεοῦ,
Τοὺς θησαυροὺς αὐτοὺς ἔλαβαν ἀπὸ τὶς πόλεις, ποὺ κατέκτησαν, καὶ ἀπὸ τὰ λάφυρα, ποὺ ἐκυρίευσαν, καὶ τοὺς ἀφιέρωσαν, ὥστε νὰ χρησιμεύσουν διὰ τὴν σύντομον ἀνοικοδόμησιν τοῦ Ναοῦ τοῦ Θεοῦ.
- 28
καὶ ἐπὶ πάντων τῶν ἁγίων τοῦ Θεοῦ Σαμουὴλ τοῦ προφήτου καὶ Σαοὺλ τοῦ Κὶς καὶ ᾿Αβεννὴρ τοῦ Νὴρ καὶ ᾿Ιωὰβ τοῦ Σαρουΐα· πᾶν ὃ ἡγίασαν, διὰ χειρὸς Σαλωμὼθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
Οὐσιαστικῶς ὁ Σαλωμὼθ καὶ οἱ συγγενεῖς του ἦσαν ὑπεύθυνοι δι' ὅλους τοὺς θησαυρούς - ἀφιερώματα, ποὺ ἀφιερώθησαν εἰς τὸν Θεὸν ἐκ μέρους τοῦ προφήτου Σαμουὴλ καὶ τοῦ Σαούλ, υἱοῦ τοῦ Κίς, καὶ τοῦ Ἀβεννήρ, υἱοῦ τοῦ Νήρ, καὶ τοῦ Ἰωάβ, υἱοῦ τῆς Σαρουΐας. Εἰς τὴν πραγματικότητα ὅλα, ὅσα ἀφιέρωσαν, εὑρίσκοντο κάτω ἀπὸ τὴν εὐθύνην τοῦ Σαλωμὼθ καὶ τῶν συγγενῶν του.
- 29
Τῷ ᾿Ισσααρὶ Χωνενία καὶ υἱοὶ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν ᾿Ισραὴλ τοῦ γραμματεύειν καὶ διακρίνειν.
Μεταξὺ τῶν ἀπογόνων τοῦ Ἰσσάαρ ὁ Χωνενία καὶ οἱ υἱοὶ τοῦ ἀνέλαβαν τὴν εὐθύνην καὶ ἐπίβλεψιν ἐξωτερικῶν ἐργασιῶν (ποὺ δὲν εἶχαν σχέσιν μὲ τὸν Ναόν) ἐπὶ τοῦ Ἰσραηλιτικοῦ λαοῦ ὡς γραμματεῖς (διοικητικοὶ ἄρχοντες) καὶ δικασταί.
- 30
τῷ Χεβρωνὶ ᾿Ασαβίας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ ᾿Ισραήλ, πέραν τοῦ ᾿Ιορδάνου πρὸς δυσμαῖς, εἰς πᾶσαν λειτουργίαν Κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως.
Μεταξὺ τῶν ἀπογόνων τοῦ Χεβρὼν ὁ Ἀσαβίας καὶ οἱ ἀδελφοί (συγγενεῖς) του, χίλιοι ἑπτακόσιοι (1.700) ταλαντοῦχοι καὶ γενναῖοι ἄνδρες, εἶχαν ἀναλάβει τὴν ἐποπτείαν (διοίκησιν) τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ποὺ ἦταν ἐγκατεστημένος πέραν τοῦ Ἰορδάνη, εἰς τὰ δυτικά, δι' ὅλες τὶς θρησκευτικὲς ὑποθέσεις, δηλαδὴ ἐκεῖνες ποὺ ἀφωροῦσαν τὰ καθήκοντα τοῦ λαοῦ πρὸς τὸν Ναὸν καὶ τὴν λατρείαν τοῦ Θεοῦ, καὶ δι’ ὅλες τὶς πολιτικὲς ὑποθέσεις, δηλαδὴ ἐκεῖνες ποὺ ἀφωροῦσαν τὰ καθήκοντα τοῦ λαοῦ πρὸς τὸν βασιλιᾶ.
- 31
τοῦ Χεβρωνί· ᾿Ιωρίας ὁ ἄρχων τῶν Χεβρωνὶ κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν ᾿Ιαζὴρ τῆς Γαλααδίτιδος,
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Χεβρών: Ὁ Ἰωρίας ἦταν ὁ ἀρχηγὸς τῶν Χεβρωνιτῶν κατὰ τὶς γενεαλογίες των καὶ κατὰ τὶς πατριαρχικὲς οἰκογένειες. Κατὰ τὸ τεσσαρακοστὸν ἔτος τῆς βασιλείας τοῦ Δαβὶδ ἔγινε ἐπιθεώρησις μεταξὺ τῶν μελῶν καὶ τῶν συγγενῶν τῶν ἀπογόνων τῶν Χεβρωνιτῶν καὶ εὑρέθη ὅτι ὑπῆρχαν μεταξὺ αὐτῶν, εἰς τὴν πόλιν Ἰαζὴρ τῆς χώρας Γαλαάδ, ἄνδρες ταλαντοῦχοι μὲ ἰδιαίτερα προσόντα καὶ γενναῖοι.
- 32
καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, δισχίλιοι ἑπτακόσιοι οἱ ἄρχοντες τῶν πατριῶν· καὶ κατέστησεν αὐτοὺς Δαυὶδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ρουβηνὶ καὶ Γαδδὶ καὶ ἡμίσους φυλῆς Μανασσῆ εἰς πᾶν πρόσταγμα Κυρίου καὶ λόγον βασιλέως.
Οἱ ταλαντοῦχοι καὶ γενναῖοι αὐτοὶ ἀδελφοὶ (συγγενεῖς) τοῦ Ἰωρία ἦσαν δύο χιλιάδες ἑπτακόσιοι (2.700) ἀρχηγοὶ πατριαρχικῶν οἰκογενειῶν. Ὅλους αὐτοὺς ὁ βασιλιᾶς Δαβὶδ τοὺς διώρισεν ἐπὶ κεφαλῆς τῶν Ἰσραηλιτῶν, οἱ ὁποῖοι ἀνῆκαν εἰς τὶς φυλὲς τοῦ Ρουβὴν καὶ τοῦ Γὰδ καὶ εἰς τὸ ἥμισυ τῆς φυλῆς τοῦ Μανασσῆ· τοὺς διώρισε διὰ νὰ διοικοῦν ὅλες τὶς θρησκευτικὲς καὶ πολιτικὲς ὑποθέσεις.
