Α΄ Παραλειπομένων, κεφάλαιο 23
- 1
ΚΑΙ Δαυὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ ἐβασίλευσε Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐπὶ ᾿Ισραήλ.
Ο βασιλιᾶς Δαβὶδ εἶχεν ἤδη γηράσει καὶ ἔφθασεν εἰς ὥριμον καὶ βαθὺ γῆρας· ἀνέδειξε δὲ τὸν Σολομῶντα, τὸν υἱόν του, ὡς διάδοχόν του βασιλιᾶ τοῦ Ἰσραηλιτικοῦ λαοῦ.
- 2
καὶ συνήγαγε τοὺς πάντας ἄρχοντας ᾿Ισραὴλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας.
Κατόπιν συνεκέντρωσεν ὅλους τοὺς ἀρχηγοὺς τοῦ Ἰσραηλιτικοῦ λαοῦ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευῖτες.
- 3
καὶ ἠρίθμησαν οἱ Λευῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας.
Οἱ Λευῖται ἠριθμήθησαν ἀπὸ τὴν ἡλικίαν τῶν τριάντα ἐτῶν καὶ ἄνω· ὁ συνολικὸς ἀριθμός των εἰς ἄνδρας ἀνῆλθεν εἰς τριάντα ὀκτὼ χιλιάδες (38.000).
- 4
ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου Κυρίου εἰκοσιτέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι
Ἀπὸ αὐτοὺς οἱ εἴκοσι τέσσερις χιλιάδες (24.000) ἦσαν ὑπεύθυνοι διὰ τὴν ἐπίβλεψιν τῶν διαφόρων ὑπηρεσιῶν τοῦ Ναοῦ τοῦ Κυρίου, οἱ ἕξι χιλιάδες (6.000) ἦσαν γραμματεῖς καὶ κριταί·
- 5
καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ Κυρίῳ ἐν ὀργάνοις, οἷς ἐποίησε τοῦ αἰνεῖν τῷ Κυρίῳ.
τέσσερις χιλιάδες (4.000) ἦσαν θυρωροὶ καὶ τέσερρις χιλιάδες (4.000) ἦσαν οἱ μουσικοί, ποὺ ὑμνοῦσαν καὶ ἐδοξολογοῦσαν τὸν Κύριον μὲ ὄργανα, τὰ ὁποῖα κατεσκεύασεν ὁ Δαβὶδ διὰ νὰ ὑμνῆται ὁ Κύριος.
- 6
καὶ διεῖλεν αὐτοὺς Δαυὶδ ἐφημερίας τοῖς υἱοῖς Λευί, τῷ Γεδσών, Καὰθ καὶ Μεραρί.
Καὶ ὁ Δαβὶδ διήρεσε τοὺς Λευῖτες εἰς τρεῖς τάξεις μὲ βάσιν τοὺς ἀπογόνους τοῦ Λευΐ: Τὸν Γεδσών, τὸν Καὰθ καὶ τὸν Μεραρί.
- 7
καὶ τῷ Γεδσών· ᾿Εδὰν καὶ Σεμεΐ.
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Γεδσὼν ὑπῆρχαν ὁ Ἐδὰν καὶ ὁ Σεμεΐ.
- 8
υἱοὶ τῷ ᾿Εδάν· ἄρχων ᾿Ιεϊὴλ καὶ Ζηθὰν καὶ ᾿Ιωήλ, τρεῖς.
Οἱ υἱοὶ τοῦ Ἐδὰν ἦσαν: Ὁ ἄρχων Ἰεϊήλ, ὁ Ζηθὰν καὶ ὁ Ἰωήλ· συνολικῶς τρεῖς.
- 9
υἱοὶ Σεμεΐ· Σαλωμίθ, ᾿Ιεϊὴλ καὶ Δάν, τρεῖς. οὗτοι ἄρχοντες πατριῶν τῶν ᾿Εδάν.
Οἱ υἱοὶ τοῦ Σεμεῒ ἦσαν: Ὁ Σαλωμίθ, ὁ Ἰειὴλ καὶ ὁ Δὰν (κατ’ ἄλλην γραφήν: Αἰδάν)· συνολικῶς τρεῖς. Αὐτοὶ ἦσαν οἱ ἀρχηγοὶ τῶν πατριαρχικῶν οἰκογενειῶν τοῦ Ἐδάν.
- 10
καὶ τοῖς υἱοῖς Σεμεΐ· ᾿Ιὲθ καὶ Ζιζὰ καὶ ᾿Ιωὰς καὶ Βεριά· οὗτοι υἱοὶ Σεμεΐ τέσσαρες.
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Σεμεῒ ἦσαν: Ὁ Ἰέθ, ὁ Ζιζά, ὁ Ἰωὰς καὶ ὁ Βεριά. Αὐτοὶ ἦσαν ἀπόγονοι τοῦ Σεμεΐ· συνολικῶς τέσσερις.
- 11
καὶ ἦν ᾿Ιὲθ ὁ ἄρχων καὶ Ζιζὰ ὁ δεύτερος· καὶ ᾿Ιωὰς καὶ Βεριὰ οὐκ ἐπλήθυναν υἱοὺς καὶ ἐγένοντο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν.
Ὁ Ἰὲθ ἦταν ὁ ἀρχηγός· ὁ Ζιζὰ ἦταν ὁ δεύτερος μετὰ τὸν Ἰέθ ὅμως ὁ Ἰωὰς καὶ ὁ Βεριὰ δὲν ἀπέκτησαν πολλοὺς ἀπογόνους, δι’ αὐτὸ καὶ ὑπελογίζοντο ὡς μία πατριαρχικὴ οἰκογένεια, μία τάξις, διὰ μίαν θέσιν.
- 12
υἱοὶ Καάθ· ᾿Αμβράμ, ᾿Ισαάρ, Χεβρών, ᾿Οζιήλ, τέσσαρες.
Οἱ υἱοὶ τοῦ Καὰθ ἦσαν: Ὁ Ἀμβράμ, ὁ Ἰσαάρ, ὁ Χεβρών, ὁ Ὀζιήλ· συνολικῶς τέσσερις.
- 13
υἱοὶ ᾿Αμβράμ, ᾿Ααρὼν καὶ Μωυσῆς. καὶ διεστάλη ᾿Ααρὼν τοῦ ἁγιασθῆναι ἅγια ἁγίων, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος, τοῦ θυμιᾶν ἐναντίον τοῦ Κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος.
Οἱ υἱοὶ τοῦ Ἀμβράμ ἦσαν: Ὁ Ἀαρὼν καὶ ὁ Μωϋσῆς. Καὶ ὁ Ἀαρὼν ἐξεχωρίσθη καὶ ὡρίσθη εἰς τὸ νὰ προσφέρῃ θυσίες εἰς τὰ Ἅγια τῶν Ἁγίων, αὐτὸς κα οἱ ἀπόγονοί του αἰωνίως, παντοτινά. Ὡρίσθησαν νὰ προσφέρουν θυμίαμα ἐμπρὸς εἰς τὴν Σκηνὴν τοῦ Μαρτυρίου, νὰ ὑπηρετοῦν τὸν Θεὸν καὶ νὰ εὔχωνται ὑπὲρ τοῦ λαοῦ ἐπικαλούμενοι τὸ ὄνομα αὐτοῦ αἰωνίως, παντοτινά.
- 14
καὶ Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευί.
Τοῦ Μωϋσῆ, τοῦ ἀνθρώπου τοῦ Θεοῦ, οἱ υἱοὶ εἶχαν συγκαταριθμηθῆ γενικς εἰς τὴν φυλὴν τοῦ Λευΐ, ὡς ἀπλοῖ Λευῖται, καὶ ὄχι εἰς τὴν εἰδικὴν τάξιν τῶν ἱερέων.
- 15
υἱοὶ Μωυσῆ· Γηρσὰμ καὶ ᾿Ελιέζερ.
Οἱ δύο υἱοὶ τοῦ Μωϋσῆ ἦσαν: Ὁ Γηρσὰμ καὶ ὁ Ἐλιέζερ.
- 16
υἱοὶ Γηρσάμ· Σουβαὴλ ὁ ἄρχων.
Μεταξὺ τῶν υἱῶν τοῦ Γηρσὰμ ἀρχηγὸς ἦταν ὁ Σουβαήλ.
- 17
καὶ ἦσαν υἱοὶ τῷ ᾿Ελιέζερ· Ραβιὰ ὁ ἄρχων· καὶ οὐκ ἦσαν τῷ ᾿Ελιέζερ υἱοὶ ἕτεροι. καὶ υἱοὶ Ραβιὰ ηὐξήθησαν εἰς ὕψος.
Ὁ Ἐλιέζερ εἶχε μόνον ἕνα υἱόν, τὸν ἄρχοντα Ραβιά. Ὁ Ἐλιέζερ δὲν εἶχεν ἄλλους υἱούς· ὅμως οἱ υἱοὶ καὶ ἀπόγονοι τοῦ Ραβιὰ εἶχαν αύξηθῆ πάρα πολύ.
- 18
υἱοὶ ᾿Ισαάρ· Σαλωμὼθ ὁ ἄρχων.
Οἱ υἱοὶ τοῦ Ἰσαάρ (δευτέρου υἱοῦ τοῦ Καάθ) ἦσαν μόνον ἕνας· ὁ ἀρχηγὸς Σαλωμώθ.
- 19
υἱοὶ Χεβρών· ῾Ιεριὰ ὁ ἄρχων, ᾿Αμαδιὰ ὁ δεύτερος, ῾Ιεζιὴλ ὁ τρίτος, ᾿Ιεκεμίας ὁ τέταρτος.
Οἱ υἱοὶ τοῦ Χεβρών (τρίτου υἱοῦ τοῦ Καάθ) ἦσαν τέσσερις: Ὁ ἀρχηγὸς Ἱεριά, δεύτερος ὁ Ἀμαδιά, τρίτος ὁ Ἰεζιήλ, τέταρτος ὁ Ἰεκεμίας.
- 20
υἱοὶ ᾿Οζιήλ· Μιχὰ ὁ ἄρχων καὶ ᾿Ισιὰ ὁ δεύτερος.
Οἱ υἱοὶ τοῦ Ὀζιήλ (τετάρτου υἱοῦ τοῦ Καάθ) ἦσαν δύο: Ὁ ἀρχηγὸς Μιχὰ καὶ δεύτερος ὁ Ἰσιά.
- 21
υἱοὶ Μεραρί· Μοολὶ καὶ Μουσί. υἱοὶ Μοολί· ᾿Ελεάζαρ καὶ Κίς.
Οἱ υἱοὶ τοῦ Μεραρὶ ἦσαν δύο: Ὁ Μοολὸ καὶ ὁ Μουσί. Οἱ δὲ υἱοὶ τοῦ Μοολὶ ἦσαν ἐπίσης δύο: Ὁ Ἐλεάζαρ καὶ ὁ Κίς.
- 22
καὶ ἀπέθανεν ᾿Ελεάζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοί, ἀλλ᾿ ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κὶς ἀδελφοὶ αὐτῶν.
Ἀλλ’ ὁ Ἐλεάζαρ ἀπέθανε χωρὶς να ἀποκτήσῃ υἱούς, παρὰ μόνον θυγατέρες. Τὶς θυγατέρες αὐτὲς ἐνυμφεύθησαν οἱ υἱοὶ τοῦ Κίς, οἱ ἐξάδελφοί των.
- 23
υἱοὶ Μουσί· Μοολὶ καὶ ᾿Εδὲρ καὶ ᾿Ιαριμώθ, τρεῖς.
Οἱ υἱοὶ τοῦ Μουσὶ ἦσαν: Ὁ Μοολί, ὁ Ἐδὲρ καὶ ὁ Ἰαριμώθ· συνολικῶς τρεῖς.
- 24
οὗτοι υἱοὶ Λευὶ κατ᾿ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω.
Αὐτοὶ ἦσαν οἱ ἀπόγονοι τοῦ Λευῒ κατὰ τὰς πατριαρχικάς των οἰκογενείας, οἱ ἀρχηγοὶ τῶν πατριαρχικῶν των οἰκογενειῶν, ὅπως εἶχαν ἀπογραφῆ καὶ καταγραφῆ ἀριθμητικῶς, ὀνομαστικῶς καὶ ἀτομικῶς· αὐτοὶ εἶχαν ξεχωρισθῇ διὰ τὰ ἔργα τοῦ Ναοῦ τοῦ Κυρίου ἀπὸ ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω.
- 25
ὅτι εἶπε Δαυίδ· κατέπαυσε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ τῷ λαῷ αὐτοῦ καὶ κατεσκήνωσεν ἐν ῾Ιερουσαλὴμ ἕως αἰῶνος.
Διότι ὁ Δαβὶδ εἶπεν: «Ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἔδωκεν ἀνάπαυσιν καὶ εἰρήνην εἰς τὸν λαόν του, ὁ ἴδιος δὲ ἐγκατεστάθη εἰς τὴν Ἱερουσαλὴμ αἰωνίως, παντοτινά.
- 26
καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς·
Ἔτσι μετὰ τὴν μόνιμον αὐτὴν ἐγκατάστασιν οἱ Λευῖται δὲν εἶναι ἀπαραίτητον νὰ μεταφέρουν τὴν Σκηνὴν τοῦ Μαρτυρίου καὶ ὅλα τὰ ἱερὰ ἀντικείμενά της, ποὺ χρησιμοποιοῦνται εἰς τὴν λατρείαν».
- 27
ὅτι ἐν τοῖς λόγοις Δαυὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω·
Διότι σύμφωνα μὲ τὴν τελευταίαν ἐντολὴν τοῦ Δαβὶδ ἔγινε ὁ καθορισμὸς καὶ ἡ καταγραφὴ τῶν Λευϊτῶν ἀπὸ τῆς ἡλικίας τῶν εἴκοσι ἐτῶν καὶ ἄνω.
- 28
ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χειρὶ ᾿Ααρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων καὶ ἐπὶ τὰ ἔργα λειτουργίας οἴκου τοῦ Θεοῦ
Διότι ὁ Δαβὶδ καθώρισεν, ὥστε οἱ Λευῖται νὰ ὑπηρετοῦν ὑπὸ τὴν διεύθυνσιν τῶν ἀπογόνων τοῦ Ἀαρὼν εἰς τὸν Ναὸν τοῦ Κυρίου· δηλαδὴ εἰς τὶς αὐλές (ἐσωτερικὴν καὶ ἐξωτερικήν) τοῦ Ναοῦ, εἰς τὰ διάφορα διαμερίσματά του, νὰ φροντίζουν τὸν καθαρισμὸν ὅλων τῶν ἱερῶν ἀντικειμένων καὶ νὰ βοηθοῦν εἰς τὰ ἔργα τῆς ὑπηρεσίας τοῦ Ναοῦ τοῦ Θεοῦ.
- 29
καὶ εἰς τοὺς ἄρτους τῆς προθέσεως καὶ εἰς τὴν σεμίδαλιν τῆς θυσίας καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα καὶ εἰς τήγανον καὶ εἰς τὴν πεφυραμένην καὶ εἰς πᾶν μέτρον
Νὰ βοηθοῦν εἰς τὴν κατασκευὴν τῶν ἄρτων τῆς προθέσεως, εἰς τὴν ἀναίμακτον θυσίαν τοῦ σιμιγδαλιοῦ, εἰς τὶς ἄζυμες λαγάνες, εἰς τὶς (ἀναίμακτες) θυσίες, ποὺ ἐτοιμάζοντο εἰς τὸ τηγάνι, εἰς τὶς μικτὲς θυσίες (σιμιγδάλι ζυμωμένο μὲ λάδι) καὶ γενικῶς νὰ φροντίζουν, ὥστε οἱ ἀναλογίες τῶν διαφόρων θυσιῶν νὰ εἶναι οἱ κανονικές· αὐτὲς ποὺ καθωρίζοντο ἀπὸ τὸν Νόμον.
- 30
καὶ τοῦ στῆναι πρωΐ τοῦ αἰνεῖν καὶ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ οὕτω τὸ ἑσπέρας
Ἐπὶ πλέον οἱ Λευῖται ἔπρεπε νὰ εἶναι παρόντες κάθε πρωῒ διὰ νὰ προσφέρουν εὐχαριστίες καὶ δοξολογίες εἰς τὸν Κύριον, ὅπως ἐπίσης καὶ τὸ ἑσπέρας.
- 31
καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμόν, κατὰ τὴν κρίσιν ἐπ᾿ αὐτοῖς διαπαντὸς τῷ Κυρίῳ.
Ἐπίσης οἱ Λευῖται ἔπρεπε νὰ βοηθοῦν τοὺς ἱερεῖς, ποὺ προσέφεραν τὶς θυσίες τῶν ὁλοκαυτωμάτων εἰς τὸν Κύριον κατὰ τὰ Σάββατα καὶ κατὰ τὴν πρώτην ἡμέραν κάθε μηνός (κάθε νέας σελήνης) καὶ εἰς ὅλες τὶς ἄλλες ἐορτές, ἀναλόγως τοῦ ἀριθμοῦ τῶν θυσιῶν, ποὺ ἐπεβάλλετο σύμφωνα μὲ τὸν Νόμον νὰ προσφέρωνται πάντοτε εἰς τὸν Κύριον.
- 32
καὶ φυλάξουσι τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὴν φυλακὴν τοῦ ἁγίου καὶ τὰς φυλακὰς υἱῶν ᾿Ααρὼν ἀδελφῶν αὐτῶν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου.
Ἐπίσης οἱ Λευῖται ἔπρεπε νὰ προσέχουν, ὥστε νὰ φροντίζουν καὶ νὰ ἐπιμελοῦνται ὅλα τὰ τελετουργικὰ τὰ σχετικὰ μὲ τὴν Σκηνὴν τοῦ Μαρτυρίου καὶ τὰ σχετικὰ μὲ τὸν ἅγιον τόπον (κατ’ ἄλλην γραφήν: Τὸ ἱερὸν ἢ τὸ θυσιαστήριον) καὶ τὰ σχετικὰ μὲ τοὺς συγγενεῖς των ἱερεῖς, τοὺς ἀπογόνους τοῦ Ἀαρών· νὰ τοὺς βοηθοῦν καὶ νὰ τοὺς ὑπηρετοῦν εἰς τὶς λατρευτικές των ὑπηρεσίες εἰς τὸν Ναὸν τοῦ Κυρίου.
