Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Α΄ Παραλειπομένων, κεφάλαιο 14

17 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (29)
  1. 1

    ΚΑΙ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.

    Μετὰ τὴν κατάληψιν τῆς Ἱερουσαλὴμ ἀπὸ τὸν Δαβίδ, ὁ Χιράμ, ὁ βασιλιᾶς τῆς Τύρου, ἔστειλεν ἀπεσταλμένους πρὸς τὸν Δαβὶδ καὶ ξύλα ἀπὸ κέδρον καὶ οἰκοδόμους καὶ ξυλουργούς, διὰ νὰ κτίσουν διὰ τὸν Δαβὶδ παλάτι.

  2. 2

    καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ ᾿Ισραήλ.

    Ὁ Δαβὶδ ἐκατάλαβε πλέον καὶ ἐβεβαιώθη, ὅτι ὁ Κύριος τὸν προετοίμασε καὶ τὸν κατέστησε βασιλιᾶ τοῦ Ἰσραηλιτικοῦ λαοῦ, διότι ἡ βασιλεία του ὑψώθη καὶ ἡ κυριαρχία του ἐπεξετάθη χάριν τοῦ λαοῦ του, τοῦ Ἰσραηλιτικοῦ.

  3. 3

    Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας ἐν ῾Ιερουσαλήμ, καὶ ἐτέχθησαν Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.

    Ὁ Δαβὶδ ἐνυμφεύθη καὶ ἄλλες ἀκόμη γυναῖκες εἰς τὴν Ἱερουσαλήμ, ἀπὸ αὐτὲς δὲ ἀπέκτησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες.

  4. 4

    καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν ῾Ιερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμὼν

    Αὐτὰ δὲ εἶναι τὰ ὀνόματα τῶν υἱῶν, ποὺ ἐγεννήθησαν εἰς τὸν Δαβὶδ καὶ οἱ ὁποῖοι ἔμεναν κοντά του εἰς τὴν Ἱερουσαλήμ: Σαμαά, Σωβάβ, Νάθαν, Σαλωμών,

  5. 5

    καὶ ᾿Ιβαὰρ καὶ ᾿Ελισαὲ καὶ ᾿Ελιφαλὲτ

    Ἰβαάρ, Ἐλισαέ, Ἐλιφαλέτ,

  6. 6

    καὶ Ναγὲθ καὶ Ναφὰγ καὶ ᾿Ιαφιὲ

    Ναγέθ, Ναφάγ, Ἰαφιέ,

  7. 7

    καὶ ᾿Ελισαμαὲ καὶ ᾿Ελιαδὲ καὶ ᾿Ελιφαλέτ.

    Ἐλισαμαέ, Ἐλιαδὲ καὶ Ἐλιφαλέτ.

  8. 8

    Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυὶδ βασιλεὺς ἐπὶ πάντα ᾿Ισραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς.

    Ὅταν οἱ Φιλισταῖοι ἐπληροφορήθησαν ὅτι ὁ Δαβὶδ ἐχρίσθη βασιλιᾶς ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ, εἰσέβαλαν ὅλοι, διὰ νὰ τὸν εὔρουν καὶ τὸν φονεύσουν. Ὁ Δαβὶδ ἐπληροφορήθη περὶ τῆς εἰσβολῆς καὶ ἐβγῆκε διὰ νὰ τοὺς ἀντιμετωπίσῃ.

  9. 9

    καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων.

    Οἱ Φιλισταῖοι ἦλθαν καὶ ἀνέπτυξαν τὸν στρατόν των εἰς τὴν κοιλάδα τῶν Γιγάντων (νοτιοδυτικῶς τῆς Ἱερουσαλὴμ ).

  10. 10

    καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Θεοῦ λέγων· εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ Κύριος· ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου.

    Ὁ Δαβὶδ ἐρώτησε τότε τὸν Θεόν (διὰ τοῦ ἀρχιερέως) καὶ εἶπεν: «Ἐὰν ἐπιτεθῶ ἐναντίον τῶν Φιλισταίων, θὰ τοὺς παραδώσῃς εἰς τὰ χέρια μου;» Ὁ Θεὸς τοῦ ἀπεκρίθη: «Ναί· νὰ ἐπιτεθῇς καὶ ἐγὼ θὰ τοὺς παραδώσω εἰς τὰ χέρια σου».

  11. 11

    καὶ ἀνέβη εἰς Βαὰλ Φαρασὶν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυίδ· καὶ εἶπε Δαυίδ· διέκοψεν ὁ Θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρασίν.

    Καὶ ὁ Δαβὶδ ἀνέβη εἰς Βαὰλ Φαρασίν, τοὺς ἐπετέθη καὶ ἐκεῖ τοὺς συνέτριψε. Τότε εἶπεν ὁ Δαβίδ: «Ὁ Θεὸς ἔκαμε ρῆγμα μεταξὺ τῶν ἐχθρῶν μου μὲ τὸ χέρι μου, ποὺ ἐχρησιμοποίησεν ὡς ὄργανον· ἔκαμε ρῆγμα, ὅπως τὸ νερὸν ἀνοίγει μὲ τὴν δύναμίν του ρῆγμα καὶ πέρασμα». Διὰ τοῦτο ὁ Δαβὶδ ὠνόμασε τὸν τόπον ἐκεῖνον «Διακοπὴ Φαρασίν».

  12. 12

    καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν οἱ ἀλλόφυλοι, καὶ εἶπε Δαυὶδ κατακαῦσαι αὐτοὺς ἐν πυρί.

    Οἱ νικημένοι Φιλισταῖοι ἐγκατέλειψαν ἐκεῖ εἰς τὸ πεδίον τῆς μάχης τὰ εἴδωλα τῶν θεῶν των, καὶ ὁ Δαβὶδ διέταξε νὰ τὰ ρίξουν εἰς τὴν φωτιὰ καὶ νὰ τὰ καύσουν

  13. 13

    καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων.

    Ἀλλὰ οἱ Φιλισταῖοι ἐπέδραμαν πάλιν καὶ ἀνέπτυξαν πάλιν τὸν στρατόν των εἰς τὴν κοιλάδα τῶν Γιγάντων.

  14. 14

    καὶ ἠρώτησε Δαυὶδ ἔτι ἐν Θεῷ, καὶ εἶπεν αὐτῷ ὁ Θεός· οὐ πορεύσῃ ὀπίσω αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων·

    Ὁ Δαβὶδ ἐρώτησε πάλιν τὸν Θεόν (διὰ τοῦ ἀρχιερέως) τὶ ἔπρεπε νὰ κάμῃ, καὶ ὁ Θεὸς τοῦ ἀπάντησε: «Νὰ μὴ ἐπιτεθῇς κατὰ μέτωπον ἐναντίον των ἀπὸ ἐδῶ· νὰ ἀπομακρυνθῇς ἀπὸ αὐτούς, πήγαινε ἀπὸ πίσω τους καὶ πλησίασέ τους κοντὰ εἰς τὶς ἀπιδιές.

  15. 15

    καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων, τότε εἰσελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ Θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.

    Ὅταν δὲ ἀκούσῃς τὸν Θόρυβον τῶν κορυφῶν τῶν ἀπιδιῶν, τότε νὰ ἐπιχειρήσῃς τὴν ἐπίθεσιν ἐναντίον των· διότι ὁ θόρυβος αὐτὸς εἶναι σημεῖον, ὅτι ο Θεὸς ἐβγῆκε καὶ προχωρεῖ ἐμπρός σου διὰ να ἐπιτεθῇ καὶ συντρίψῃ τοὺς Φιλισταίους».

  16. 16

    καὶ ἐποίησε καθὼς ἐνετείλατο αὐτῷ ὁ Θεός, καὶ ἐπάταξε τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γαζηρά.

    Ὁ Δαβὶδ ἔκαμεν, ὅπως ἀκριβῶς τοῦ ἔδωκεν ἐντολὴν ὁ Θεός· ἐπετέθη καὶ συνέτριψε τὸ στρατόπεδον τῶν Φιλισταίων καὶ ἔδιωξε τοὺς Φιλισταίους ἀπὸ τὴν Γαβαὼν μέχρι τὴν περιοχὴν τῆς πόλεως Γαζηρά

  17. 17

    καὶ ἐγένετο ὄνομα Δαυὶδ ἐν πάσῃ τῇ γῇ, καὶ Κύριος ἔδωκε τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.

    Ἔτσι ἡ ἔνδοξος φήμη τοῦ Δαβὶδ ἀπλώθη εἰς ὅλην τὴν χώραν καὶ ὁ Κύριος τὸν κατέστησε φοβερὸν εἰς ὅλα τὰ ἔθνη.