Α΄ Παραλειπομένων, κεφάλαιο 15
- 1
ΚΑΙ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυίδ, καὶ ἡτοίμασε τὸν τόπον τῇ κιβωτῷ τοῦ Θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.
Ο Δαβὶδ ἔκτισε διὰ τὸν ἑαυτόν του οἰκίες εἰς τὴν πόλιν τοῦ Δαβὶδ καὶ προετοίμασε τόπον διὰ τὴν Κιβωτὸν τοῦ Θεοῦ καὶ ἔστησε δι’ αὐτὴν σκηνήν.
- 2
τότε εἶπε Δαυίδ· οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀλλ᾿ ἢ τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος αἴρειν τὴν κιβωτὸν Κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.
Τότε εἶπεν ὁ Δαβίδ: «Κανεὶς ἄλλος δὲν ἐπιτρέπεται να μεταφέρῃ τὴν Κιβωτὸν τοῦ Θεοῦ, παρὰ μόνον οἱ Λευῖται, διότι αὐτοὺς ἐξέλεξε καὶ ὥρισεν ὁ Κύριος νὰ μεταφέρουν τὴν Κιβωτὸν τοῦ Κυρίου καὶ νὰ τὸν ὑπηρετοῦν διὰ παντός».
- 3
καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα ᾿Ισραὴλ ἐν ῾Ιερουσαλὴμ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ.
Κατόπιν ὁ Δαβὶδ συνεκέντρωσεν ὅλον τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν Ἱερουσαλήμ, διὰ νὰ μεταφέρουν τὴν Κιβωτὸν τοῦ Κυρίου εἰς τὸν τόπον, τὸν ὁποῖον εἶχεν ἑτοιμάσει δι’ αὐτήν.
- 4
καὶ συνήγαγε Δαυὶδ τοὺς υἱοὺς ᾿Ααρὼν τοὺς Λευίτας.
Ὁ Δαβὶδ συνεκέντρωσεν ἐπίσης καὶ ὅλους τοὺς ἀπογόνους τοῦ Ἀαρών (τοὺς ἱερεῖς) καὶ τοὺς Λευῖτες.
- 5
τῶν υἱῶν Καάθ· Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι.
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Καὰθ ἐκάλεσε τὸν ἄρχοντα Οὐριὴλ καὶ τοὺς συγγενεῖς του, συνολικῶς ἑκατὸν εἴκοσι (120).
- 6
τῶν υἱῶν Μεραρί· ᾿Ασαΐα ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι εἴκοσι.
Ἀπὸ τοὺς ἀπογόνους τὸν Μεραρὶ ἐκάλεσε τὸν ἄρχοντα Ἀσαΐα καὶ τοὺς συγγενεῖς του, συνολικῶς διακοσίους εἴκοσι (220).
- 7
τῶν υἱῶν Γηρσάμ· ᾿Ιωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν τριάκοντα.
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Γηρσὰμ ἐκάλεσε τὸν ἄρχοντα Ἰωὴλ καὶ τοὺς συγγενεῖς του, συνολικῶς ἑκατὸν τριάντα (130).
- 8
τῶν υἱῶν ᾿Ελισαφάν· Σεμεΐ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι.
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἐλισαφὰν ἐκάλεσε τὸν ἄρχοντα Σεμεῒ καὶ τοὺς ἀδελφούς του, συνολικῶς διακοσίους (200).
- 9
τῶν υἱῶν Χεβρών· ᾿Ελιὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὀγδοήκοντα.
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Χεβρὼν ἐκάλεσε τὸν ἄρχοντα Ἐλιὴλ καὶ τοὺς συγγενεῖς του, συνολικῶς ὀγδόντα (80).
- 10
τῶν υἱῶν ᾿Οζιήλ· ᾿Αμιναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δεκαδύο.
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ὀζιὴλ ἐκάλεσε τὸν ἄρχοντα Ἀμιναδὰβ καὶ τοὺς συγγενεῖς του, συνολικῶς ἑκατὸν δώδεκα (112).
- 11
καὶ ἐκάλεσε Δαυὶδ τὸν Σαδὼκ καὶ ᾿Αβιάθαρ, τοὺς ἱερεῖς, καὶ τοὺς Λευίτας, τὸν Οὐριήλ, ᾿Ασαΐαν καὶ ᾿Ιωὴλ καὶ Σαμαίαν καὶ ᾿Ελιὴλ καὶ ᾿Αμιναδάβ,
Κατόπιν ὁ Δαβὶδ ἐκάλεσε τοὺς ἀρχιερεῖς Σαδὼκ καὶ Ἀβιάθαρ καὶ τοὺς ἕξι Λευῖτες: Οὐριήλ, Ἀσαΐαν, Ἰωήλ, Σαμαίαν, Ἐλιὴλ καὶ Ἀμιναδάβ·
- 12
καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελφοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ Θεοῦ ᾿Ισραήλ, οὗ ἡτοίμασα αὐτῇ·
καὶ τοὺς εἶπε: «Σεῖς εἶσθε οἱ ἀρχηγοὶ τῶν πατριαρχικῶν οἰκογενειῶν τῶν Λευιτῶν καθαρισθῆτε σύμφωνα μὲ τὸν Νόμον σεῖς καὶ οἱ συγγενεῖς σας, διὰ νὰ μεταφέρετε τὴν Κιβωτὸν τοῦ Θεοῦ τοῦ Ἰσραὴλ εἰς τὸν τόπον, τὸν ὁποῖον προετοίμασα δι’ αὐτήν.
- 13
ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν ὁ Θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐξεζητήσαμεν ἐν κρίματι.
Γνωρίζετε πολὺ καλὰ τοῦτο: Ἐπειδή δὲν ἤσαστε ἐκεῖ τὴν πρώτην φορὰν διὰ νὰ μεταφέρετε τὴν Κιβωτὸν σεῖς, δι’ αὐτὸ μᾶς ἐτιμώρησεν ὁ Θεὸς μὲ τὸ νὰ θανατώσῃ ἕνα ἀπὸ ἡμᾶς, ἐπειδὴ δὲν ἐπραγματοποιήσαμεν τὴν μεταφορὰν ὅπως ἔπρεπε, σύμφωνα μὲ τὸν Νόμον τοῦ Θεοῦ».
- 14
καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν Θεοῦ ᾿Ισραήλ.
Ἔτσι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται, διὰ νὰ μεταφέρουν τὴν Κιβωτὸν τοῦ Θεοῦ τοῦ Ἰσραηλιτικοῦ λαοῦ.
- 15
καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ Θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ Θεοῦ κατὰ τὴν γραφήν, ἐν ἀναφορεῦσιν ἐπ᾿ αὐτούς.
Καὶ οἱ Λευῖται παρέλαβαν τὴν Κιβωτὸν τοῦ Θεοῦ καὶ τὴν ἐκράτησαν μὲ ἀναφορες ἐπάνω εἰς τοὺς ὤμους των, ὅπως εἶχε διατάξει ὁ Μωϋσῆς σύμφωνα μὲ τὸν γραπτὸν λόγον τοῦ Θεοῦ.
- 16
καὶ εἶπε Δαυὶδ τοῖς ἄρχουσι τῶν Λευιτῶν· στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις, νάβλαις, κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης.
Ἐπίσης ὁ Δαβὶδ εἶπεν εἰς τοὺς ἀρχηγοὺς τῶν Λευϊτῶν: «Ὁρίσατε καὶ ἐγκαταστήσατε τοὺς συγγενεῖς σας, οἱ ὁποῖοι θὰ ψάλλουν μὲ τὴν συνοδείαν μουσικῶν ὀργάνων, μὲ νάβλες (λύρες ἢ ἄρπες), κινύρες (κιθάρες ἢ ἄρπες) καὶ κύμβαλα, διὰ νὰ παιανίζουν εἰς ὑψηλοὺς τόνους καὶ νὰ ψάλλουν ὕμνους εὐφροσύνους».
- 17
καὶ ἔστησαν οἱ Λευῖται τὸν Αἰμὰν υἱὸν ᾿Ιωήλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ ᾿Ασὰφ υἱὸς Βαραχία. καὶ ἐκ τῶν υἱῶν Μεραρὶ ἀδελφῶν αὐτοῦ Αἰθὰν υἱὸς Κισαίου.
Καὶ οἱ Λευΐται καθώρισαν καὶ ἐγκατέστησαν τὸν Αἰμάν, υἱὸν τοῦ Ἰωήλ· καὶ ἀπὸ τοὺς συγγενεῖς του τὸν Ἀσάφ, υἱὸν τοῦ Βαραχία· ἀπὸ δὲ τοὺς ἀπογόνους τοῦ Μεραρὶ ἐξεχώρισαν τὸν Αἰθάν, υἱὸν τοῦ Κισαίου.
- 18
καὶ μετ᾿ αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι Ζαχαρίας καὶ ᾿Οζιὴλ καὶ Σεμιραμὼθ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Ελιωὴλ καὶ ᾿Ελιὰβ καὶ Βαναία καὶ Μαασαΐα καὶ Ματταθία καὶ ᾿Ελιφαλία καὶ Μακενία καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Οζίας, οἱ πυλωροί.
Μαζὶ μὲ αὐτοὺς ἦσαν ὡς βοηθοί των οἱ δευτέρας σειρᾶς συγγενεῖς των: Ζαχαρίας, Ὀζιήλ, Σεμιραμώθ, Ἰεϊήλ, Ἐλιωήλ, Ἐλιάβ, Βαναία, Μαασαΐα, Ματταθία, Ἐλιφαλιά, Μακενία, Ἀβδεδόμ, Ἰεϊὴλ καὶ Ὀζίας, οἱ θυρωροί.
- 19
καὶ οἱ ψαλτῳδοί, Αἰμάν, ᾿Ασὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι·
Οἱ ψάλται Αἰμάν, Ἀσὰφ καὶ Αἰθὰν εἶχαν χάλκινα κύμβαλα, τὰ ὁποῖα ἐκτυποῦσαν, ὥστε νὰ ἀκούωνται δυνατὰ καὶ νὰ συντονίζουν τὸ βῆμα.
- 20
Ζαχαρίας καὶ ᾿Οζιήλ, Σεμιραμώθ, ᾿Ιεϊήλ, ᾿Ωνί, ᾿Ελιάβ, Μασαίας, Βαναίας ἐν νάβλαις ἐπὶ ἀλαιμώθ.
Ὁ Ζαχαρίας, ὁ Ὀζιήλ, ὁ Σεμιραμώθ, ὁ Ἰεϊήλ, ὁ Ὠνί, ὁ Ἐλιάβ, ὁ Μασαίας καὶ ὁ Βαναίας εἶχαν λύρες (ἄρπες) ὑψίφωνες.
- 21
καὶ Ματταθίας καὶ ᾿Ελιφαλίας καὶ Μακενίας καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεϊὴλ καὶ ᾿Οζίας ἐν κινύραις ἀμασενὶθ τοῦ ἐνισχῦσαι.
Ὁ Ματταθίας, ὁ Ἐλιφαλίας, ὁ Μακενίας, ὁ Ἀβδεδόμ, ὁ Ἰεϊὴλ καὶ ὁ Ὀζίας εἶχαν κινύρες (κιθάρες ἢ ἄρπες) βαθύφωνες, διὰ νὰ συνοδεύουν τήν μουσικὴν συμφωνίαν.
- 22
καὶ Χωνενία ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν.
Καὶ ὁ Χωνενία, ὁ ἀρχηγὸς τῶν Λευιτῶν, ἦταν ταυτοχρόνως καὶ ὁ ἀρχηγὸς τῶν Λευιτῶν - μουσικῶν, διότι ἦταν ἐπιδέξιος εἰς τὴν μουσικήν.
- 23
καὶ Βαραχία καὶ ᾿Ελκανὰ πυλωροὶ τῆς κιβωτοῦ.
Ὁ Βαραχία καὶ ὁ Ἐλκανὰ ἦσαν οἱ φύλακες τῆς Κιβωτοῦ. Αὐτοὶ ἦσαν ἐμπρὸς ἀπὸ τὴν Κιβωτόν.
- 24
καὶ Σοβνία καὶ ᾿Ιωσαφὰτ καὶ Ναθαναὴλ καὶ ᾿Αμασαΐ καὶ Ζαχαρία καὶ Βαναΐ καὶ ᾿Ελιέζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ Θεοῦ. καὶ ᾿Αβδεδὸμ καὶ ᾿Ιεΐα πυλωροὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ.
Οἱ ἱερεῖς Σοβνία, Ἰωσαφάτ, Ναθαναήλ, Ἀμασαΐ, Ζαχαρία, Βαναῒ καὶ Ἐλιέζερ ἐσάλπιζαν μὲ τὶς σάλπιγγες καὶ ἐπροπορεύοντο τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Οἱ δὲ Ἀβδεδὸμ καὶ Ἰεϊὰ ἦσαν φύλακες τῆς Κιβωτοῦ καὶ ἀκολουθοῦσαν εὐθὺς μετὰ τὴν Κιβωτόν.
- 25
καὶ ἦν Δαυὶδ καὶ οἱ πρεσβύτεροι ᾿Ισραὴλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης ἐξ οἴκου ᾿Αβδεδὸμ ἐν εὐφροσύνῃ.
Εἰς τὴν πανηγυρικὴν λιτανευτικὴν πομπὴν τῆς μεταφορᾶς ἔλαβαν ἐπίσης μέρος ὁ Δαβὶδ καὶ οἱ πρεσβύτεροι τοῦ Ἰσραηλιτικοῦ λαοῦ καὶ οἱ χιλίαρχοι τοῦ στρατοῦ. Ὅλοι αὐτοὶ ἦσαν ἐκεῖνοι, ποὺ ἐπῆγαν διὰ να μεταφέρουν τὴν Κιβωτὸν τῆς Διαθήκης ἀπὸ τὸ σπίτι τοῦ Ἀβδεδὸμ μὲ μεγαλοπρέπειαν καὶ χαρούμενη πομπήν.
- 26
καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν Θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
Ὅταν ὁ Θεὸς ἐνίσχυσε καὶ ἀξίωσε τοὺς Λευῖτες νὰ σηκώσουν εἰς τοὺς ὤμους των τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου, προσέφεραν θυσίαν εἰς τὸν Θεὸν ἑπτὰ μοσχάρια καὶ ἑπτὰ κριάρια.
- 27
καὶ Δαυὶδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενίας ὁ ἄρχων τῶν ᾠδῶν τῶν ἆδόντων, καὶ ἐπὶ Δαυὶδ στολὴ βυσσίνη.
Καὶ ὁ Δαβὶδ ἐφοροῦσε λεπτὸν λινὸν χιτῶνα. Παρόμοιαν λεπτὴν λινὴν στολὴν μὲ ἐκείνην τοῦ Δαβὶδ ἐφοροῦσαν καὶ ὅλοι οἱ Λευῖται, οἱ ὁποῖοι ἐκρατοῦσαν εἰς τοὺς ὤμους των τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου, ὅπως ἐπίσης καὶ οἱ ψάλται καὶ ὁ Χωνενίας, ὁ ἀρχηγὸς τῶν ψαλτῶν, ποὺ ἔψαλλαν. Καὶ ὁ Δαβὶδ ἐφοροῦσε μακράν, λεπτόν, λινὸν χιτῶνα.
- 28
καὶ πᾶς ᾿Ισραὴλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἐν σημασίᾳ καὶ ἐν φωνῇ σωφὲρ καὶ ἐν σάλπιγξι καὶ ἐν κυμβάλοις, ἀναφωνοῦντες ἐν νάβλαις καὶ ἐν κινύραις.
Ἔτσι ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς μετέφεραν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου μὲ σαλπίσματα, μὲ ἰαχὲς καὶ ζητωκραυγὲς χαρᾶς, μὲ τοὺς ἤχους σαλπίγγων καὶ κυμβάλων καὶ μὲ τὶς δυνατὲς ἀντηχήσεις τῶν μουσικῶν ὀργάνων λυρῶν (ἄρπων) καὶ κινυρῶν ( κιθαρῶν ).
- 29
καὶ ἐγένετο ἡ κιβωτὸς διαθήκης Κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυίδ, καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ παρέκυψε διὰ τῆς θυρίδος καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον καὶ παίζοντα, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.
Συνέβη δὲ τοῦτο: Ὅταν ἡ Κιβωτὸς τῆς Διαθήκης τοῦ Κυρίου ἔφθασεν εἰς τὴν πόλιν τοῦ Δαβίδ, ἡ σύζυγος τοῦ Δαβὶδ Μελχόλ, ἡ ὁποία ἦταν κόρη τοῦ Σαούλ, ἔσκυψεν ἀπὸ τὸ παράθυρόν της καὶ εἶδε τὸν βασιλιᾶ Δαβὶδ νὰ χορεύῃ καὶ νὰ πηδᾷ ἀπὸ χαράν. Τὸ θέαμα αὐτὸ τοῦ Δαβὶδ τὴν ἔκαμε νὰ τὸν κατακρίνῃ ἐσωτερικῶς καὶ νὰ τὸν περιφρονήσῃ.
