Α΄ Παραλειπομένων, κεφάλαιο 12
- 1
ΚΑΙ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Σικελάγ, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κίς, καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ
Αὐτοὶ εἶναι οἱ ἄνδρες, ποὺ ἦλθαν εἰς βοήθειαν τοῦ Δαβίδ, ὁ ὁποῖος εὑρίσκετο εἰς τὴν πόλιν Σικελάγ, ὅταν ἀκόμη ἐπιέζετο καὶ δὲν ἠμποροῦσε νὰ κινῆται ἐλεύθερα, ἐπειδὴ κατεδιώκετο ἀπὸ τὸν Σαούλ, τὸν υἱὸν τοῦ Κίς· οἱ ἄνδρες αὐτοὶ ἦσαν γενναῖοι, ἔμπιστοι καὶ πεπειραμένοι, ὥστε νὰ τοῦ δώσουν βοήθειαν εἰς τὸν πόλεμον.
- 2
καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις· ἐκ τῶν ἀδελφῶν Σαοὺλ ἐκ Βενιαμίν·
Αὐτοὶ ἦσαν ἱκανοὶ νὰ τοξεύουν τὸ τόξον μὲ τὸ δεξιὸν καὶ μὲ τὸ ἀριστερὸν χέρι· ἦσαν ὁπλῖται ὠπλιμένοι μὲ σφενδόνες, ποὺ ἔρριχναν πέτρες καὶ τόξα. Οἱ πολεμισταὶ αὐτοί, οἱ ὁποῖοι κατήγοντο ἀπὸ τοὺς συγγενεῖς τοῦ Σαούλ, μέλη τῆς φυλῆς Βενιαμίν, ἦσαν οἱ ἀκόλουθοι:
- 3
ὁ ἄρχων ᾿Αχιέζερ καὶ ᾿Ιωὰς υἱὸς ᾿Ασμὰ τοῦ Γαβαθίτου καὶ ᾿Ιωὴλ καὶ ᾿Ιωφαλὴτ υἱοὶ ᾿Ασμὼθ καὶ Βερχία καὶ ᾿Ιηοὺλ ὁ ᾿Αναθωθὶ
Ὁ ἀρχηγὸς Ἀχιέζερ καὶ ὁ Ἰωάς, υἱὸς τοῦ Ἀσμά, ποὺ κατήγετο ἀπὸ τὴν Γαβάθ· καὶ ὁ Ἰωὴλ καὶ ὁ Ἰωφαλήτ, υἱοὶ τοῦ Ἀσμώθ· ὁ Βερχία καὶ ὁ Ἰηούλ, ποὺ κατήγετο ἀπὸ τὴν Ἀναθώθ·
- 4
καὶ Σαμαΐας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα
ὁ Σαμαΐας, ποὺ κατήγετο ἀπὸ τὴν Γαβαών, περίφημος διὰ τὴν γενναιότητά του μεταξὺ τῶν «Τριάκοντα» γενναίων ἀνδρῶν καὶ ἀρχηγὸς τῶν «Τριάκοντα» ἐκείνων γενναίων.
- 5
῾Ιερεμία καὶ ᾿Ιεζιὴλ καὶ ᾿Ιωανὰν καὶ ᾿Ιωζαβὰθ ὁ Γαδαραθιίμ,
Ἐπίσης ὁ Ἱερεμία, ὁ Ἰεζιήλ, ὁ Ἰωανάν, ὁ Ἰωζαβὰθ ἀπὸ τὴν πόλιν Γάδαρα·
- 6
᾿Αζαΐ καὶ ᾿Ιαριμοὺθ καὶ Βααλιὰ καὶ Σαμαραΐα καὶ Σαφατίας ὁ Χαραιφιήλ,
ὁ Ἀζαΐ, ὁ Ἰαριμούθ, ὁ Βααλιά, ὁ Σαμαραΐα καὶ ὁ Σαφατίας ἀπὸ τὴν πόλιν Χαραίφ·
- 7
῾Ηλκανὰ καὶ ᾿Ιησουνὶ καὶ ᾿Οζριὴλ καὶ ᾿Ιωζαρὰ καὶ Σοβοκὰμ καὶ οἱ Κορῖται
ὁ Ἠλκανά, ὁ Ἰησουνί, ὁ Ὀζριήλ, ὁ Ἰωζαρά, ὁ Σοβοκὰμ καὶ οἱ Κορῖται·
- 8
καὶ ᾿Ιελία καὶ Ζαβαδία υἱοὶ ᾿Ιραὰμ καὶ οἱ τοῦ Γεδώρ.
ὁ Ἰελία καὶ ὁ Ζαβαδία, υἱοὶ τοῦ Ἰραάμ, καὶ οἱ ἄνδρες τοῦ Γεδώρ (κατὰ τὸ Ἑβραϊκόν: Ποὺ κατήγοντο ἀπὸ τὴν πόλιν Γεδώρ).
- 9
καὶ ἀπὸ τοῦ Γαδδὶ ἐχωρίσθησαν πρὸς Δαυὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος τὰ πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει·
Ἀπὸ τὴν φυλὴν τοῦ Γάδ, ἐχωρίσθησαν ἀπὸ τὴν δύναμιν τοῦ Σαοὺλ καὶ προσεχώρησαν εἰς τὸν Δαβίδ, ὅταν εὑρίσκετο εἰς τὴν ἔρημον, ἄνδρες γενναῖοι καὶ ἐμπειροπόλεμοι αὐτοὶ ἦσαν ὡπλισμένοι μὲ μακριὲς ἀσπίδες καὶ δόρατα, τὰ δὲ πρόσωπά των ἦσαν φοβερὰ καὶ γεμᾶτα θυμὸν καὶ ὁρμὴν ὅπως τὰ πρόσωπα τῶν λιονταριῶν, καὶ τὰ πόδια των τόσον ἐλαφρὰ καὶ εὐκίνητα, ὥστε ἔτρεχαν γρήγορα ὅπως τὰ ζαρκάδια εἰς τὰ βουνά.
- 10
᾿Αζὲρ ὁ ἄρχων, ᾿Αβδία ὁ δεύτερος, ᾿Ελιὰβ ὁ τρίτος,
Οἱ πολεμισταὶ αὐτοὶ ἦσαν: Ὁ ἀρχηγὸς Ἀζέρ, δεύτερος ὁ Ἀβδία, τρίτος ὁ Ἐλιάβ,
- 11
Μασμανὰ ὁ τέταρτος, ῾Ιερμιὰ ὁ πέμπτος,
τέταρτος ὁ Μασμανά, πέμπτος ὁ Ἱερμιά,
- 12
᾿Ιεθὶ ὁ ἕκτος, ᾿Ελιὰβ ὁ ἕβδομος,
ἕκτος ὁ Ἰεθί, ἕβδομος ὁ Ἐλιάβ,
- 13
Ἰωανὰν ὁ ὄγδοος, ᾿Ελιαζὲρ ὁ ἔνατος,
ὄγδοος ὁ Ἰωανάν, ἔνατος ὁ Ἐλιαζέρ,
- 14
῾Ιερμιὰ ὁ δέκατος, Μελχαβαναὶ ὁ ἑνδέκατος.
δέκατος ὁ Ἱερμιά, ἑνδέκατος ὁ Μελχαβαναί.
- 15
οὗτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.
Ὅλοι αὐτοὶ ἀνῆκαν εἰς τὴν φυλὴν τοῦ Γὰδ καὶ ἦσαν γενναῖα καὶ ἠγετικὰ στελέχη τοῦ στρατοῦ τοῦ Δαβίδ· ἦσαν τόσον γενναῖοι, ὥστε ὁ μικρότερος ἠμποροῦσε νὰ ἀντιμετωπίσῃ καὶ νὰ καταβάλῃ ἑκατὸν ἐχθρούς, ὁ δὲ μεγαλύτερος εἰς γενναιότητα νὰ ἀντιμετωπίσῃ καὶ νὰ καταβάλῃ χιλίους ἐχθρούς.
- 16
οὗτοι οἱ διαβάντες τὸν ᾿Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν.
Αὐτοὶ ἦσαν ἐκεῖνοι, οἱ ὁποῖοι ἐπέρασαν τὸν Ἰορδάνην κατὰ τὸν πρῶτον μῆνα (Φεβρουάριον - Μάρτιον), ὅταν ἦταν πλημμυρισμένος καὶ ξεχειλισμένος εἰς ὅλες τὶς ὄχθες του καὶ κατέβαινεν ὁρμητικὸς ἀπὸ τὶς πολλὲς βροχὲς καὶ τὰ χιόνια ποὺ ἔλειωναν· τὸν ἐπέρασαν χάρις εἰς τὴν τόλμην καὶ τὴν γενναιότητά των καὶ ἔδιωξαν ὅλους, ὅσοι ἑκατοικοῦσαν εἰς τὶς κοιλάδες, οἱ ὁποῖες εὑρίσκοντο εἰς τὰ ἀνατολικὰ καὶ δυτικὰ τοῦ Ἰορδάνη.
- 17
καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ᾿Ιούδα εἰς βοήθειαν τοῦ Δαυίδ,
Μίαν ἡμέραν ἦλθαν πολεμισταὶ ἀπὸ τὶς φυλὲς τοῦ Βενιαμὶν καὶ τοῦ Ἰούδα διὰ νὰ βοηθήσουν τὸν Δαβίδ.
- 18
καὶ Δαυὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς· εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καθ᾿ ἑαυτὴν ἐφ᾿ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ Θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.
Ὁ δὲ Δαβὶδ ἐβγῆκε διὰ νὰ τοὺς συναντήσῃ καὶ τοὺς εἶπεν: «Ἐὰν ἤλθατε ὡς φίλοι μὲ εἰρηνικὲς διαθέσεις, εἶσθε εὐπρόσδεκτοι· ἂς εἶναι ἡ καρδιά μου μαζί σας, φιλικὴ καὶ ἀφωσιωμένη. Ἐὰν ὅμως ἤλθατε διὰ νὰ μὲ προδώσετε καὶ νὰ μὲ παραδώσετε εἰς τοὺς ἐχθρούς μου καὶ ὄχι διὰ νὰ μὲ βοηθήσετε εἰλικρινῶς, τότε εἶθε ὁ Θεὸς τῶν πατέρων σας νὰ ἴδῃ τοὺς κακοὺς σκοπούς σας καὶ νὰ τιμωρήσῃ τὴν πρᾶξιν σας».
- 19
καὶ πνεῦμα ἐνέδυσε τὸν ᾿Αμασαὶ ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπε· πορεύου καὶ ὁ λαός σου Δαυὶδ υἱὸς ᾿Ιεσσαί· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου, ὅτι ἐβοήθησέ σοι ὁ Θεὸς σου. καὶ προσεδέξατο αὐτοὺς Δαυὶδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων.
Τότε τὸ Πνεῦμα τοῦ Θεοῦ ἐγέμισε τὴν καρδία καὶ ἐφώτισε τὴν σκέψιν τοῦ Ἀμασαί, τοῦ ἀρχηγοῦ των «Τριάκοντα» γενναίων, καὶ εἶπε: «Προχώρει σὺ καὶ ὁ λαός σου, Δαβίδ, υἱὲ τοῦ Ἰεσσαί! Εἰρήνη, εἰρήνη ὑπάρχει εἰς σὲ καὶ εἰρήνη εἰς τοὺς βοηθούς σου, διότι σὲ ἐβοήθησεν ὁ Θεός σου!» Καὶ ὁ Δαβὶδ τοὺς ἐδέχθη εὐχαρίστως καὶ τοὺς ἐγκατέστησεν ἀξιωματικοὺς τῶν στρατιωτικῶν του δυνάμεων.
- 20
καὶ ἀπὸ Μανασσῆ προσεχώρησαν πρὸς Δαυὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησεν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων· ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς κύριον αὐτοῦ Σαούλ·
Καὶ μερικοὶ στρατιῶται ἀπὸ τὴν φυλὴν τοῦ Μανασσῆ προσεχώρησαν εἰς τὸν στρατὸν τοῦ Δαβίδ, ὅταν οἱ Φιλισταῖοι ἐξεστράτευσαν ἐναντίον τοῦ Σαούλ ἀλλὰ ὁ Δαβὶδ δὲν ἐβοήθησε τοὺς Φιλισταίους, διότι οἱ στρατηγοὶ τῶν Φιλισταίων ἐξέφρασαν τοὺς φόβους καὶ τὶς ὑποψίες των διὰ τὸν Δαβὶδ καὶ εἶπαν: «Ὑποψιαζόμεθα ὅτι ὁ Δαβὶδ μὲ τὸ νὰ παραδώσῃ τὰ κεφάλια τῶν ἀνδρῶν μας θὰ συμφιλιωθῇ μὲ τὸν κύριόν του τὸν Σαοὺλ καὶ θὰ ἐπιστρέψῃ πάλιν κοντά του».
- 21
ἐν τῷ πορευθῆναι τὸν Δαυὶδ εἰς Σικελὰγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσῆ ᾿Εδνὰ καὶ ᾿Ιωζαβὰθ καὶ Ρωδιὴλ καὶ Μιχαὴλ καὶ ᾿Ιωσαβαὶθ καὶ ᾿Ελιμοὺθ καὶ Σεμαθί, ἀρχηγοὶ χιλιάδων εἰσὶ τοῦ Μανασσῆ.
Ὅταν ὁ Δαβὶδ ἐπῆγε εἰς τὴν Σικελάγ, προσεχώρησαν εἰς τὸν στρατόν του οἱ ἑξῆς ἄνδρες ἀπὸ τὴν φυλὴν τοῦ Μανασσῆ: Ὁ Ἐδνά, ὁ Ἰωζαβάθ, ὁ Ρωδιήλ, ὁ Μιχαήλ, ὁ Ἰωσαβαίθ, ὁ Ἐλιμούθ, ὁ Σεμαθί. Ὅλοι αὐτοὶ ἦσαν ἀξιωματικοί, ποὺ ἐδιοικοῦσαν μονάδες μιᾶς χιλιάδος ἀνδρῶν εἰς τὴν φυλὴν τοῦ Μανασσῆ.
- 22
καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει·
Αὐτοὶ ἐσυμμάχησαν μὲ τὸν Δαβὶδ καὶ τὸν ἐβοήθησαν ἐναντίον τῶν ληστρικῶν συμμοριῶν, διότι ὅλοι διεκρίνοντο διὰ τὴν γενναιότητά των καὶ ὅλοι ἔγιναν στρατηγοὶ τοῦ Ἰσραηλιτικοῦ στρατοῦ.
- 23
ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις τοῦ Θεοῦ.
Ἀπὸ ἡμέρας εἰς ἡμέραν ἐπροσχωροῦσαν εἰς τὴν δύναμιν τοῦ Δαβὶδ καὶ ἔτσι ὁ στρατός του ἐπληθύνετο, μέχρις ὅτου ἔγινε μεγάλη στρατιωτικὴ δύναμις, ὅπως ὁ στρατὸς τοῦ Θεοῦ.
- 24
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς, οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου.
Αὐτὰ εἶναι τὰ ὀνόματα τῶν ἀρχηγῶν τοῦ στρατοῦ, οἱ ὁποῖοι ἦλθαν εἰς τὸν Δαβὶδ εἰς τὴν Χεβρών, διὰ νὰ ἀφαιρέσουν τὴν βασιλείαν ἀπὸ τὸν Σαοὺλ καὶ νὰ τὴν παραδώσουν εἰς τὸν Δαβίδ, σύμφωνα μὲ τὴν ὑπόσχεσιν τοῦ Θεοῦ.
- 25
υἱοὶ ᾿Ιούδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως.
Ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα ἦσαν ἕξι χιλιάδες ὀκτακόσιοι (6.800) γενναῖοι καὶ ἐμπειροπόλεμοι ἄνδρες, ποὺ ἦσαν ὡπλισμένοι μὲ μακριὲς ἀσπίδες καὶ δόρατα.
- 26
τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν.
Ἀπὸ τὴν φυλὴν τοῦ Συμεὼν ἦσαν ἑπτὰ χιλιάδες ἑκατὸν (7.100) γενναῖοι καὶ ἐμπειροπόλεμοι ἄνδρες.
- 27
τῶν υἱῶν Λευὶ τετρακισχίλιοι καὶ ἑξακόσιοι.
Ἀπὸ τὴν φυλὴν τοῦ Λευῒ ἦσαν τέσσερις χιλιάδες ἑξακόσιοι (4.600).
- 28
καὶ ᾿Ιωδαὲ ὁ ἡγούμενος τῷ ᾿Ααρὼν καὶ μετ᾿ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι.
Ὁ Ἰωδαέ, ἀπόγονος τοῦ Ἀαρὼν καὶ ἀρχηγὸς εἰς τὴν οἰκογένειάν του, ἦλθε μαζὶ μὲ τρεῖς χιλιάδες ἑπτακοσίους (3.700) ἄνδρες Ἀαρωνῖτες.
- 29
καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύϊ καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἰκοσιδύο.
Ἦλθεν ἐπίσης καὶ ὁ νεαρὸς καὶ γενναῖος Σαδὼκ μαζὶ μὲ εἴκοσι δύο (22) συγγενεῖς του ἀρχηγούς.
- 30
καὶ τῶν υἱῶν Βενιαμὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαούλ.
Ἀπὸ τὴν φυλὴν τοῦ Βενιαμίν, (ἀπὸ) τοὺς συγγενεῖς τοῦ Σαούλ, ἦλθαν τρεῖς χιλιάδες (3.000)· διότι οἱ περισσότεροι ἀπὸ τὴν φυλὴν τοῦ Βενιαμὶν ἔμειναν πιστοὶ εἰς τὸν Σαοὺλ καὶ ὑπηρετοῦσαν ὡς φρουροὶ τοῦ βασιλικοῦ του οἴκου.
- 31
καὶ ἀπὸ υἱῶν ᾿Εφραὶμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύϊ, ἄνδρες ὀνομαστοὶ κατ᾿ οἴκους πατριῶν αὐτῶν.
Ἀπὸ τὴν φυλὴν τοῦ Ἐφραὶμ ἦλθαν εἴκοσι χιλιάδες ὀκτακόσιοι (20.800) ἰσχυροὶ καὶ γενναῖοι, ἄνδρες διάσημοι μεταξὺ τῶν πατριαρχικῶν οἰκογενειῶν των.
- 32
καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ δεκαοκτὼ χιλιάδες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυίδ.
Ἀπὸ τὸ ἥμισυ τῆς φυλῆς τοῦ Μανασσῆ (ποὺ ἑκατοικοῦσε εἰς τὰ δυτικὰ τοῦ Ἰορδάνη) ἦλθαν δεκαοκτὼ χιλιάδες (18.000), οἱ ὁποῖοι ἐκλήθησαν ὀνομαστικῶς διὰ να ἔλθουν νὰ βοηθήσουν, ὥστε νὰ ἀνακηρυχθῇ καὶ νὰ ἐγκατασταθῇ ὁ Δαβὶδ ὡς βασιλιᾶς.
- 33
καὶ ἀπὸ τῶν υἱῶν ᾿Ισσάχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι ᾿Ισραὴλ εἰς τὰς ἀρχὰς αὐτῶν, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ᾿ αὐτῶν.
Ἀπὸ τὴν φυλὴν τοῦ Ἰσσάχαρ ἦλθαν ἄνδρες γνωστικοὶ καὶ συνετοὶ εἰς τὰ πολιτικὰ πράγματα, καὶ ἕνεκα τοῦτον γνωρίζοντες πῶς καὶ πότε ἔπρεπε νὰ ἐνεργήσῃ καὶ να δράσῃ ὁ Ἰσραὴλ εἰς τὶς δύσκολες περιστάσεις οἱ γνωστικοὶ ἐκεῖνοι ἄνδρες ἦσαν διακόσιοι (200)· μαζί των καὶ ὑπὸ τὶς διαταγές των ἦσαν καὶ ὅλοι οἱ συγγενεῖς των.
- 34
καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσι σκεύεσι πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυὶδ οὐ χεροκένως.
Ἀπὸ τὴν φυλὴν τοῦ Ζαβουλὼν ἦλθαν ἄνδρες πειθαρχικοί, ἀξιόπιστοι καὶ ἐμπειροπόλεμοι μαζὶ μὲ ὅλην τὴν πολεμικὴν ἑξάρτυσιν, πενῆντα χιλιάδες (50.000). Αὐτοὶ ἦλθαν νὰ βοηθήσουν τὸν Δαβὶδ ὄχι μὲ ἄδεια, ἀλλὰ γεμᾶτα χέρια.
- 35
καὶ ἀπὸ Νεφθαλὶ ἄρχοντες χίλιοι καὶ μετ᾿ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασι τριακονταεπτὰ χιλιάδες.
Ἀπὸ τὴν φυλὴν τοῦ Νεφθαλὶ ἦλθαν χίλιοι (1.000) ἀρχηγοί, μαζί τους δὲ ἦσαν καὶ τριάντα ἑπτὰ χιλιάδες (37.000) ἄνδρες ὡπλισμένοι μὲ μακριὲς ἀσπίδες καὶ δόρατα.
- 36
καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἰκοσιοκτὼ χιλιάδες καὶ ὀκτακόσιοι.
Ἀπὸ τὴν φυλὴν τοῦ Δὰν ἦλθαν εἴκοσι ὀκτὼ χιλιάδες ὀκτακόσιοι (28.800) ἐκπαιδευμένοι πολεμισταί.
- 37
καὶ ἀπὸ τοῦ ᾿Ασὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες.
Ἀπὸ τὴν φυλὴν τοῦ Ἀσὴρ ἦλθαν διὰ νὰ βοηθήσουν τὸν Δαβὶδ εἰς τὸν πόλεμον σαράντα χιλιάδες (40.000).
- 38
καὶ ἐκ πέραν τοῦ ᾿Ιορδάνου ἀπὸ Ρουβὴν καὶ Γαδδὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν πᾶσι σκεύεσι πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες.
Ἀπὸ τὴν περιοχὴν ἀνατολικῶς τοῦ Ἰορδάνη καὶ ἀπὸ τὶς φυλὲς τοῦ Ρουβήν, τοῦ Γὰδ καὶ τὸ (ἄλλο) ἥμισυ τῆς φυλῆς Μανασσῆ ἦλθαν μὲ ὅλα τὰ πολεμικά των ὅπλα ἑκατὸν εἴκοσι χιλιάδες (120.000).
- 39
πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυὶδ ἐπὶ πάντα ᾿Ισραήλ· καὶ ὁ κατάλοιπος ᾿Ισραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυίδ.
Ὅλοι αὐτοὶ οἱ ἄνδρες ἦσαν ἐμπειροπόλεμοι καὶ ἐτοιμοπόλεμοι· ὅλοι των ἦλθαν μὲ πρόθεσιν εἰλικρινῆ καὶ ἀφωσιωμένην ψυχὴν εἰς τὴν Χεβρών, ἀποφασισμένοι νὰ ἐγκαταστήσουν καὶ ἀνακηρύξουν τὸν Δαβὶδ ὡς βασιλιᾶ ὁλοκλήρου τοῦ Ἰσραηλιτικοῦ λαοῦ. Ἀλλὰ καὶ ὅλος ὁ ὑπόλοιπος Ἰσραηλιτικὸς λαὸς ἦσαν ἐνωμένοι ὡς μία ψυχὴ διὰ τὴν ἀνακήρυξιν τοῦ Δαβὶδ ὡς βασιλιᾶ τοῦ Ἰσραήλ.
- 40
καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἰ ἀδελφοὶ αὐτῶν.
Ὅλοι, ὅσοι συνεκεντρώθησαν εἰς τὴν Χεβρών, ἔμειναν ἐκεῖ ἐπὶ τρεῖς ἡμέρες τρώγοντες καὶ πίνοντες, διότι οἰ ἀδελφοί των τοὺς εἶχαν προμηθεύσει καὶ προετοιμάσει πολλὰ φαγητὰ καὶ ποτά.
- 41
καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως ᾿Ισσάχαρ καὶ Ζαβουλὼν καὶ Νεφθαλὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν ᾿Ισραήλ.
Ἀλλὰ καὶ ὅσοι συνώρευαν μὲ τὴν φυλὴν τοῦ Ἰούδα, ὅπως ἐπίσης καὶ οἱ φυλές, ποὺ ἑκατοικοῦσαν εἰς τὰ βόρεια τῆς Παλαιστίνης μέχρι τῶν φυλῶν Ισσάχαρ, Ζαβουλὼν καὶ Νεφθαλί, ἔφεραν διὰ τοὺς πολεμιστάς, ποὺ εἶχαν συγκεντρωθῆ εἰς τὴν Χεβρών, ἐπάνω σὲ φορτωμένες καμῆλες, ὄνους, ἡμιόνους καὶ βόδια, τρόφιμα - ἀλεῦρι, ἀρμαθιές (τσαπέλες) σῦκα, σταφίδες, κρασί καὶ λάδι· ἐπίσης ἔφεραν καὶ πολλὰ μοσχάρια καὶ πρόβατα πρὸς σφαγήν. Ὅλα αὐτὰ ἦσαν ἔκφρασις τῆς πολλῆς χαρᾶς καὶ τοῦ ἐνθουσιασμοῦ, ποὺ ἐπικράτησε μεταξὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ.
