Α΄ Παραλειπομένων, κεφάλαιο 11
- 1
ΚΑΙ ἦλθε πᾶς ᾿Ισραὴλ πρὸς Δαυὶδ ἐν Χεβρὼν λέγοντες· ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·
Καὶ ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἐπῆγε εἰς τὸν Δαβίδ, εἰς τὴν πόλιν Χεβρών, καὶ τὸν εἶπαν: «Νά, ὅλοι ἐμεῖς εἴμαστε ὀστά σου καὶ σάρκες σου, ἔχομεν κοινὴν καταγωγὴν μὲ σέ.
- 2
καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν ᾿Ισραήλ, καὶ εἶπεν ᾿Ισραὴλ Κύριός σοι· σὺ ποιμανεῖς τὸν λαόν μου τὸν ᾿Ισραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ ᾿Ισραήλ.
Εἰς τὸ παρελθὸν ἕως καὶ τώρα κατὰ τὸ διάστημα, ποὺ ἐβασίλευεν ὁ Σαούλ, σὺ ἤσουν οὐσιαστικῶς ἐκεῖνος, ὁ ὁποῖος ὠδηγοῦσες τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὸν πόλεμον καὶ τὸν ἔφερνες πίσω νικητὴν εἰς σὲ δὲ ὑπεσχέθη ὁ Κύριος καὶ σοῦ εἶπε: «Σὺ θὰ ποιμάνῃς καὶ θὰ κυβερνήσῃς τὸν λαόν μου, τὸν Ἰσραήλ, καὶ σὺ θὰ εἶσαι ἐκεῖνος, ποὺ θὰ ἡγῆσαι ἐπὶ κεφαλῆς τοῦ Ἰσραηλιτικοῦ λαοῦ».
- 3
καὶ ἦλθον πάντες πρεσβύτεροι ᾿Ισραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἔναντι Κυρίου, καὶ ἔχρισαν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ ᾿Ισραὴλ κατὰ τὸν λόγον Κυρίου, διὰ χειρὸς Σαμουήλ.
Δι’ αὐτὸ ἦλθαν ὅλοι οἱ προεστοὶ τοῦ Ἰσραηλιτικοῦ λαοῦ πρὸς τὸν βασιλιᾶ Δαβὶδ ἐκεῖ εἰς τὴν Χεβρών. Καὶ ὁ βασιλιᾶς Δαβὶδ συνῆψε μαζί των ἐπίσημον συμφωνίαν εἰς τὴν Χεβρὼν ἐνώπιον τοῦ Κυρίου· καὶ οἱ προεστοὶ ἔχρισαν τὸν Δαβὶδ βασιλιᾶ τοῦ Ἰσραηλιτικοῦ λαοῦ, σύμφωνα μὲ τὴν ὑπόσχεσιν, ποὺ ἔδωκεν ὁ Κύριος, διὰ τοῦ προφήτου Σαμουήλ.
- 4
Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς ῾Ιερουσαλὴμ (αὕτη ᾿Ιεβούς), καὶ ἐκεῖ οἱ ᾿Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν εἶπον τῷ Δαυίδ·
Κατόπιν ὁ βασιλιᾶς Δαβὶδ ἐπῆγε μὲ τοὺς ἄνδρες του εἰς τὴν Ἱερουσαλήμ (αὐτὴ ἦταν τότε γνωστὴ ὡς Ἰεβούς)· ἐκεῖ δὲ οἱ Ἰεβουσαῖοι, οἱ πρῶτοι κάτοικοι τῆς χώρας, εἶπαν εἰς τὸν Δαβίδ:
- 5
οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις Δαυίδ).
«Δὲν πρόκειται ποτὲ νὰ μπῇς εἰς τὴν πόλιν αὐτήν»! Ἐν τούτοις ὁ Δαβὶδ ἐκυρίευσε τὴν ὠχυρωμένην περιοχὴν τῆς Σιών, ποὺ ἦταν ἡ ἀκρόπολις τῆς πόλεως. (Αὐτὴ ἦταν ἡ πόλις, ἡ ὁποία ὠνομάσθη ἀργότερα «πόλις τοῦ Δαβίδ»).
- 6
καὶ εἶπε Δαυίδ· πᾶς τύπτων ᾿Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ᾿ αὐτὴν ἐν πρώτοις ᾿Ιωὰβ υἱὸς Σαρουΐα καὶ ἐγένετο εἰς ἄρχοντα.
Τότε ὁ Δαβὶδ εἶπεν εἰς τοὺς ἄνδρες του: «Ὁ πρῶτος ἄνθρωπος, ὁ ὁποῖος θὰ σκοτώσῃ Ἰεβουσαῖον, θὰ γίνῃ ἀρχηγὸς καὶ στρατηγός»! Πρῶτος ἀνέβη καὶ ἐπετέθη ἐναντίον τῆς ὠχυρωμένης πόλεως ὁ Ἰωάβ, ὁ υἱὸς τῆς Σαρουΐα, καὶ πρῶτος ἐφόνευσεν Ἰεβουσαῖον· ἔτσι ὁ Ἰωὰβ ἔγινε ἀρχηγός.
- 7
καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυίδ·
Καὶ ὁ Δαβὶδ ἐγκατεστάθη εἰς τὴν ὠχυρωμένην ἐκείνην περιοχὴν τῆς Σιών· διὰ τοῦτο ὠνόμασε τὸν τόπον «Πόλιν Δαβίδ».
- 8
καὶ ᾠκοδόμησε τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησε καὶ ἔλαβε τὴν πόλιν.
Ὁ Δαβὶδ ἔκτισε πάλιν (ἀνεκαίνισε) τὴν πόλιν καὶ τὴν ὠχύρωσε γύρω - γύρω, ἀφοῦ εἶχε πολεμήσει καὶ τὴν εἶχε κυριεύσει.
- 9
καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ.
Καὶ ὁ Δαβὶδ ἐπροχωροῦσε, ἀνέβαινε, προώδευε καὶ ἐγίνετο ὁλονὲν ἰσχυρότερος ἀπὸ ὅ,τι ἦταν. Ὁ δὲ Κύριος ὁ παντοκράτωρ ἦταν μαζί του, βοηθὸς καὶ ἐνισχυτής του.
- 10
Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυίδ, οἱ κατισχύοντες μετ᾿ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς ᾿Ισραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ ᾿Ισραήλ·
Αὐτοὶ δὲ εἶναι οἱ ἀρχηγοὶ τῶν γενναίων ἀνδρῶν, οἱ ὁποῖοι ἦσαν εἰς τὴν ὑπηρεσίαν τοῦ Δαβὶδ καὶ οἱ ὁποῖοι τὸν ἐβοήθησαν κατ’ ἀρχὰς νὰ γίνῃ βασιλιᾶς καὶ εἰς τὴν συνέχειαν μαζὶ μὲ ὅλον τὸν λαὸν νὰ στερεωθῇ καὶ νὰ μεγαλυνθῇ εἰς τὴν βασιλείαν, σύμφωνα μὲ τὴν ὑπόσχεσιν, ποὺ ἔδωκεν ὁ Κύριος εἰς τὸν Ἰσραηλιτικὸν λαόν.
- 11
καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυίδ· ᾿Ιεσεβάαλ υἱὸς ᾿Αχαμανὶ πρῶτος τῶν τριάκοντα· οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.
Αὐτὸς λοιπὸν εἶναι ὁ ἀριθμὸς (κατάλογος) τῶν γενναίων ἀνδρῶν τοῦ Δαβίδ: Ὁ Ἰεσεβάαλ, ὁ υἱὸς τοῦ Ἀχαμανί, ὁ ἀρχηγὸς τοῦ σώματος (ἢ τῆς ὁμάδος) τῶν «Τριάκοντα». Αὐτὸς κάποτε ἔσυρε τὴν ρομφαίαν του καὶ ἐπολέμησεν ἐναντίον τριακοσίων καὶ τοὺς ἐσκότωσεν ὅλους εἰς μίαν καὶ μόνην μάχην.
- 12
καὶ μετ᾿ αὐτὸν ᾿Ελεάζαρ υἱὸς Δωδαΐ ὁ ᾿Αχωχί· οὗτος ἦν ἐν τοῖς τρισὶ δυνατοῖς.
Ἔπειτα ἀπὸ αὐτὸν ἦταν ὁ Ἐλεάζαρ, ὁ υἱὸς τοῦ Δωδαΐ, ὁ Ἀχωχίτης. Αὐτὸς ἦταν ἕνας ἀπὸ τοὺς «Τρεῖς» γενναίους ἄνδρες.
- 13
οὗτος ἦν μετὰ Δαυὶδ ἐν Φασοδομίν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων·
Ὁ Ἐλεάζαρ ἦταν μαζὶ μὲ τὸν Δαβὶδ εἰς τὴν Φασοδομίν. Καὶ οἱ Φιλισταῖοι συνεκεντρώθησαν ἐκεῖ ἕτοιμοι διὰ πόλεμον. Ἐκεῖ εὑρίσκετο ἕνα τμῆμα γῆς σπαρμένον μὲ κριθάρι, οἱ δὲ Ἰσραηλῖται, μόλις εἶδαν τὸν στρατὸν τῶν Φιλισταίων, ἐτράπησαν εἰς φυγήν.
- 14
καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξε τοὺς ἀλλοφύλους, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην.
Ὅμως ὁ γενναῖος Ἐλεάζαρ ἐστάθη ὄρθιος εἰς τὴν μέσην τοῦ χωραφιοῦ ἐκείνου, ἔσωσε τὸ χωράφι καὶ ἐπολέμησε καὶ ἐσκότωσε τοὺς Φιλισταίους. Ἔτσι ὁ Κύριος ἐχάρισε μεγάλην νίκην καὶ ἔσωσε τὸν λαόν του.
- 15
καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυὶδ εἰς τὸ σπήλαιον ᾿Οδολλάμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων.
Μίαν ἡμέραν τρεῖς ἀπὸ τοὺς «Τριάκοντα» γενναίους στρατιωτικοὺς ἄρχοντες κατέβησαν καὶ ἦλθαν εἰς τὸν βράχον, ὅπου ἔμενεν ὁ Δαβίδ, κοντὰ εἰς τὸ σπήλαιον Ὀδολλάμ, καθ' ὃν χρόνον τὸ στρατόπεδον τῶν Φιλισταίων εὑρίσκετο εἰς τὴν «Κοιλάδα τῶν Γιγάντων» (μεταξὺ Ἱερουσαλὴμ καὶ Βηθλεέμ).
- 16
καὶ Δαυὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βηθλεέμ.
Τίς ἡμέρες ἐκεῖνες ὁ Δαβὶδ εὑρίσκετο εἰς τὸν ὀχυρὸν ἐκεῖνον λόφον, μία δὲ ὁμάδα Φιλισταίων εἶχε καταλάβει καὶ εὑρίσκετο εἰς τὴν Βηθλεέμ.
- 17
καὶ ἐπεθύμησε Δαυὶδ καὶ εἶπε· τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλεὲμ τοῦ ἐν τῇ πύλῃ;
Τότε ὁ Δαβίδ, ποὺ εἶχε διψάσει πολύ, ἐξέφρασε τὴν ἐπιθυμίαν του καὶ εἶπε: «Ποιὸς ἄραγε θὰ μοῦ φέρῃ νὰ πιῶ νερὸ ἀπὸ τὸ πηγάδι, ποὺ εὑρίσκεται κοντὰ εἰς τὴν πύλην τῆς Βηθλεέμ;»
- 18
καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεέμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυίδ, καὶ οὐκ ἠθέλησε Δαυὶδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ καὶ εἶπεν·
Ἀμέσως οἱ τρεῖς ἐκεῖνοι γενναῖοι στρατιωτικοὶ ἄνδρες τοῦ Δαβὶδ διέσχισαν τὸ στρατόπεδον τῶν Φιλισταίων καὶ ἔβγαλαν νερὸν ἀπὸ τὸν λάκκον (τὸ πηγάδι), ποὺ εὑρίσκετο κοντὰ εἰς τὴν πύλην τῆς Βηθλεέμ, τὸ ἐπῆραν καὶ ἦλθαν εἰς τὸν Δαβίδ. Ἀλλὰ ὁ Δαβὶδ δὲν ἠθέλησε νὰ πιῇ τὸ νερὸν αὐτό, καὶ τὸ ἔχυσεν ὡς θυσίαν σπονδῆς καὶ προσφορᾶς εἰς τὸν Κύριον καὶ εἶπεν:
- 19
ἵλεώς μου ὁ Θεὸς τοῦ ποιῆσαι τὸ ρῆμα τοῦτο, εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
«Ἐλέησέ με καὶ γίνε εὐσπλαγχνικὸς εἰς ἐμέ, Κύριε, ὁ Θεός μου, καὶ μὴ ἐπιτρέψῃς να κάμω αὐτὸ τὸ κακὸν καὶ να πιῶ αὐτὸ τὸ νερόν! Εἶναι δυνατὸν να πιῶ αὐτὸ τὸ νερόν, τὸ ὁποῖον οἰ ἄνδρες αὐτοὶ τὸ ἄντλησαν μὲ κίνδυνον τῆς ζωῆς των, κυριολεκτικὰ μὲ τὸ αἷμα των; Διότι αὐτοὶ τὸ ἔφεραν μὲ ἄμεσον κίνδυνον τῆς ζωῆς τῶν!» Ἔτσι ὁ Δαβὶδ ἀρνήθηκε νὰ πιῇ τὸ νερὸν αὐτό. Αὐτὰ ἔκαμαν ἕνεκα τῆς ἀφοσιώσεώς των πρὸς τὸν Δαβὶδ οἱ «Τρεῖς» γενναῖοι ἐκεῖνοι ἄνδρες.
- 20
καὶ ᾿Αβεσαὰ ἀδελφὸς ᾿Ιωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ρομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν,
Ὁ Ἀβεσαά, ὁ ἀδελφὸς τοῦ Ἰωάβ, ἦταν ἀρχηγὸς τῶν «Τριῶν» γενναίων ἀνδρῶν. Αὐτὸς ἔσυρε κάποτε τὴν ρομφαίαν του καὶ ἐπετέθη ἐναντίον τριακοσίων ἀνδρῶν καὶ τοὺς ἐσκότωσεν ὅλους εἰς μίαν καὶ μόνην μάχην. Αὐτὸς ἦταν περίφημος μεταξὺ τῶν «Τριῶν» ἐκείνων γενναίων ἀνδρῶν.
- 21
ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.
Ἦταν ὁ ἐνδοξότερος τῶν δύο ἄλλων καὶ ἔγινε ὁ ἀρχηγός των παρ’ ὅλα αὐτὰ δὲν ἦταν τόσον ἔνδοξος, ὅσον οἰ ἄλλοι πρῶτοι (οἱ προηγούμενοι) «Τρεῖς» (ἢ κατ’ ἄλλην ἑρμηνείαν: Τόσον ἴσος καὶ πρὸς τοὺς τρεῖς μαζί).
- 22
καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαήλ· οὗτος ἐπάταξε τοὺς δύο ἀριὴλ Μωὰβ καὶ οὗτος κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος·
Ὁ Βαναίας, ὁ υἱὸς τοῦ Ἰωδαέ, υἱὸς γενναίου ἀνδρός, ἔκαμε πολλὰ κατορθώματα πρὸς ὠφέλειαν τῆς πόλεως Καβασαήλ (ἀπὸ τὴν ὁποίαν κατήγετο). Αὐτὸς ἐσκότωσε τοὺς δύο ἰσχυροὺς Μωαβῖτες, ποὺ ἦσαν ὅπως τὰ λιοντάρια. Ὁ ἴδιος πάλιν (ὁ Βαναίας) κατέβη καὶ ἐσκότωσε τὸ λιοντάρι, τὸ ὁποῖον εὑρίσκετο εἰς ἕνα λάκκον, κάποιαν χειμωνιάτικη ἡμέραν ποὺ ἔπεφτε χιόνι.
- 23
καὶ οὗτος ἐπάταξε τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ᾿ αὐτὸν Βαναίας ἐν ράβδῳ καὶ ἀφείλετο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
Αὐτὸς ἐπίσης ἐσκότωσε τὸν ἄνδρα, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν Αἴγυπτον, ἄνδρα ποὺ ἔμοιαζε μὲ γίγαντα καὶ εἶχεν ὕψος πέντε πήχεις (περίπου 2,40 μέτρα)! Ὁ Αἰγύπτιος ἐκεῖνος ἐκρατοῦσε εἰς τὸ χέρι του ἕνα γιγαντιαῖον δόρυ, ὅπως τὸ ἀντὶ ἐκείνων ποὺ ὑφαίνουν (τὸ ξύλον τοῦ ὑφαντικοῦ ἰστοῦ, εἰς τὸ ὁποῖον τυλίγεται τὸ ὕφασμα ποὺ ὑφαίνεται)! Ὁ Βαναίας ἐπετέθη κατὰ τοῦ Αἰγυπτίου ἐκείνου γίγαντος μὲ ἕνα ραβδὶ καὶ ἅρπαξε ἀπὸ τὰ χέρια τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ τὸν ἐσκότωσε μὲ τὸ δικό του δόρυ!
- 24
ταῦτα ἐποίησε Βαναίας υἱὸς ᾿Ιωδαέ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶ τοῖς δυνατοῖς·
Αὐτὰ τὰ γενναῖα κατορθώματα ἔκαμεν ὁ Βαναίας, ὁ υἱὸς τοῦ Ἰωδαέ, καὶ ἀπέκτησεν ἔνδοξον ὄνομα μεταξὺ τῶν «Τριῶν» γενναίων ἀνδρῶν.
- 25
ὑπὲρ τοὺς τριάκοντα ἦν ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.
Αὐτὸς ἔγινε ὁ ἐνδοξότερος μεταξὺ τῶν «Τριάκοντα», ὄχι ὅμως τόσον περίφημος, ὅσον οἱ «Τρεῖς». Καὶ ὁ Δαβὶδ τὸν ἔβαλεν ἐπὶ κεφαλῆς τῆς φυλῆς του (κατ’ ἄλλην γραφήν: Τῆς μόνιμης προσωπικῆς του φρουρᾶς, δηλαδὴ τῶν σωματοφυλάκων Χελεθὶ καὶ Φελετί).
- 26
καὶ δυνατοὶ τῶν δυνάμεων· ᾿Ασαὴλ ἀδελφὸς ᾿Ιωάβ, ᾿Ελεανὰν υἱὸς Δωδωὲ ἐκ Βηθλεέμ,
Οἱ ἄλλοι γενναῖοι καὶ ἡρωικοὶ ἄνδρες τοῦ στρατοῦ τοῦ Δαβὶδ ἦσαν: Ὁ Ἀσαήλ, ὁ ἀδελφὸς τοῦ Ἰωάβ’ ὁ Ἐλεανάν, ὁ υἱὸς το Δωδωέ, ἀπὸ τὴν Βηθλεέμ·
- 27
Σαμμὼθ ὁ ᾿Αρωρί, Χελλὴς ὁ Φελωνί,
ὁ Σαμμώθ, ποὺ κατήγετο ἀπὸ τὴν Ἀρώδ (ἢ Ἀρώρ)· ὁ Χελλής, ποὺ κατήγετο ἀπὸ τὴν Φελών·
- 28
῾Ωρὰ υἱὸς ᾿Εκκὶς ὁ Θεκωί, ᾿Αβιέζερ ὁ ᾿Αναθωθί,
ὁ Ὠρά, ὁ υἱὸς τοῦ Ἐκκίς, ἀπὸ τὴν Θεκωέ· ὁ Ἀβιέζερ, ποὺ κατήγετο ἀπὸ τὴν Ἀναθώθ’
- 29
Σοβοχαὶ ὁ ᾿Ασωθί, ᾿Ηλὶ ὁ ᾿Αχωνί,
ὁ Σοβοχαὶ ἀπὸ τὴν Ἀσώθ· ὁ Ἠλὶ ἀπὸ τὴν Ἀχών (ἢ Ἀχώχ)·
- 30
Μοοραΐ ὁ Νετωφαθί, Χολὸδ υἱὸς Νοοζὰ ὁ Νετωφαθί,
ὁ Μοοραῒ ἀπὸ τὴν Νετωφάθ· ὁ Χολόδ, ὁ υἱὸς τοῦ Νοοζά, ἀπὸ τὴν Νετωφάθ·
- 31
Αἰρὶ υἱὸς Ρεβιὲ ἐκ βουνοῦ Βενιαμίν, Βαναίας ὁ Φαραθωνί,
ὁ Αἰρί, ὁ υἱὸς τοῦ Ρεβιέ, ποὺ κατήγετο ἀπὸ τὴν Γαβαὰ τῆς φυλῆς Βενιαμὶν ὁ Βαναίας, ποὺ κατήγετο ἀπὸ τὴν Φαραθών·
- 32
Οὐρὶ ἐκ Ναχαλὶ Γάας, ᾿Αβιὴλ ὁ Γαραβαιθί,
ὁ Οὐρὶ ἀπὸ τὴν Ναχάλ· ὁ Γάας (κατ’ ἄλλην γραφήν: Ὁ Οὐρὶ ἀπὸ τὶς κοιλάδες κοντὰ εἰς τὴν Γάας)· ὁ Ἀβιὴλ ἀπὸ τὴν Γαραβαίθ·
- 33
᾿Αζμὼθ ὁ Βαρωμί, ᾿Ελιαβὰ ὁ Σαλαβωνί,
ὁ Ἀζμὼθ ἀπὸ τὴν Βαρώμ· ὁ Ἐλιαβὰ ἀπὸ τὴν Σαλαβών·
- 34
υἱὸς ᾿Ασὰμ τοῦ Γιζωνίτου, ᾿Ιωνάθαν υἱὸς Σωλὰ ὁ ᾿Αραρί,
ὁ υἱὸς τοῦ Ἀσὰμ ἀπὸ τὴν Γιζών· ὁ Ἰωνάθαν, ὁ υἱὸς τοῦ Σωλά, ἀπὸ τὴν Ἀράρ·
- 35
᾿Αχὶμ υἱὸς ᾿Αχὰρ ὁ ᾿Αραρί, ᾿Ελφὰτ υἱὸς Θυροφὰρ
ὁ Ἀχίμ, ὁ υἱὸς τοῦ Ἀχάρ, ἀπὸ τὴν Ἀράρ· ὁ Ἐλφάτ, ὁ υἱὸς τοῦ Θυροφάρ,
- 36
ὁ Μεχωραθρί, ᾿Αχία ὁ Φελλωνί,
ποὺ κατήγετο ἀπὸ τὴν Μεχωράθ· ὁ Ἀχιὰ ἀπὸ τὴν Φελλών·
- 37
᾿Ησερὲ ὁ Χαρμαδαΐ, Νααραὶ υἱὸς ᾿Αζοβαί,
ὁ Ἠσερὲ ἀπὸ τὴν Χαρμαδά· ὁ Νααραί, ὁ υἱς τοῦ Ἀζοβαί·
- 38
᾿Ιωὴλ υἱὸς Νάθαν, Μεβαὰλ υἱὸς ᾿Αγαρί,
ὁ Ἰωήλ, ὁ υἱὸς τοῦ Νάθαν (κατ' ἄλλην γραφήν: Ὁ ἀδελφὸς τοῦ Νάθαν)· ὁ Μεβαάλ, ὁ υἱὸς τοῦ Ἀγάρ·
- 39
Σελὴ ὁ ᾿Αμμωνί, Ναχὼρ ὁ Βηρωθί, αἴρων σκεύη ᾿Ιωὰβ υἱῷ Σαρουΐα,
ὁ Σελὴ ἀπὸ τὴν Ἀμμὼν ὁ Ναχὼρ ἀπὸ τὴν Βηρώθ, ποὺ ἐβάσταζε τὰ πολεμικὰ ὅπλα τοῦ Ἰωάβ, υἱοῦ τῆς Σαρουΐας·
- 40
᾿Ιρὰ ὁ ᾿Ιεθρί, Γαρὴβ ὁ ᾿Ιεθρί,
ὁ Ἰρὰ ἀπὸ τὴν Ἰέθερ (ἢ Ἰεθρί)· ὁ Γαρὴβ ἀπὸ τὴν Ἰέθερ (ἢ Ἰεθρί)·
- 41
Οὐρία ὁ Χεττί, Ζαβὲτ υἱὸς ᾿Αχαϊά,
ὁ Οὐρία ὁ Χετταῖος· ὁ Ζαβέτ, ὁ υἱὸς τοῦ Ἀχαϊά·
- 42
᾿Αδινὰ υἱὸς Σαιζὰ τοῦ Ρουβὴν ἄρχων, καὶ ἐπ᾿ αὐτῷ τριάκοντα.
ὁ Ἀδινά, ὁ υἱὸς τοῦ Σαιζά, ὁ ὁποῖος ἦταν ἕνας ἀπὸ τοὺς ἀρχηγοὺς τῆς φυλῆς τοῦ Ρουβήν, μαζὶ μὲ τὴν ὁμάδα του τῶν τριάντα στρατιωτῶν·
- 43
᾿Ανὰν υἱὸς Μοωχά, καὶ ᾿Ιωσαφὰτ ὁ Ματθανί,
ὁ Ἀνάν, ὁ υἱὸς τοῦ Μοωχά· ὁ Ἰωσαφὰτ ἀπὸ τὴν Ματθάν·
- 44
᾿Οζία ὁ ᾿Ασταρωθί, Σαμαθὰ καὶ ᾿Ιειὴλ υἱοὶ Χωθὰμ τοῦ ᾿Αραρί,
ὁ Ὀζία ἀπὸ τὴν Ἀσταρώθ· οἱ Σαμαθὰ καὶ Ἰειήλ, οἱ υἱοὶ τοῦ Χωθάμ, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν Ἀρὰρ (ἢ Ἀροήρ)·
- 45
᾿Ιεδιὴλ υἱὸς Σαμερὶ καὶ ᾿Ιωζαὲ ὁ ἀδελφὸς αὐτοῦ ὁ Θωσαΐ,
ὁ Ἰεδιήλ, ὁ υἱὸς τοῦ Σαμερί, καὶ ὁ ἀδελφός του ὁ Ἰωζαὲ ἀπὸ τὴν Θωσά·
- 46
᾿Ελιὴλ ὁ Μαωΐ καὶ ᾿Ιαριβί, καὶ ᾿Ιωσία υἱὸς αὐτοῦ, ᾿Ελλαὰμ καὶ ᾿Ιεθαμὰ ὁ Μωαβίτης,
ὁ Ἐλιὴλ ἀπὸ τὴν Μαώ· ὁ Ἰαριβὶ καὶ ὁ υἱός του Ἰωσία· ὁ Ἐλλαὰμ καὶ ὁ Ἰεθαμὰ ἀπὸ τὴν Μωάβ·
- 47
Δαλιὴλ καὶ ᾿Ωβὴδ καὶ ᾿Ιεσσιὴλ ὁ Μεσωβία.
ὁ Δαλιήλ, ὁ Ὠβὴδ καὶ ὁ Ἰεσσιὴλ ἀπὸ τὴν Μεσωβία.
