Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Α΄ Παραλειπομένων, κεφάλαιο 10

14 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (29)
  1. 1

    ΚΑΙ ἀλλόφυλοι ἐπολέμησαν πρὸς τὸν ᾿Ισραήλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουέ.

    Οἱ Φιλισταῖοι ἐπολέμησαν ἐναντίον τῶν Ἰσραηλιτῶν, ὁ δὲ στρατὸς τῶν Ἰσραηλιτῶν, ἐπειδὴ ἐνικήθη, ἐτράπη εἰς φυγήν, καὶ εἰς τὸ ὅρος Γελβοοὲ ἔπεσαν νεκροὶ πολλοὶ Ἰσραηλῖται.

  2. 2

    καὶ κατεδίωξαν οἱ ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω τῶν υἱῶν αὐτοῦ, καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν ᾿Ιωνάθαν καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν Μελχισουὲ υἱοὺς Σαούλ.

    Ἀλλὰ οἱ Φιλισταῖοι κατεδίωξαν τὸν βασιλιᾶ Σαούλ, ὁ ὁποῖος ἔφευγε, καὶ τοὺς υἱούς του, οἱ ὁποῖοι τὸν ἀκολουθοσαν εἰς τὴν φυγὴν οἱ Φιλισταῖοι τοὺς ἐπρόφθασαν καὶ ἐσκότωσαν τὸν Ἰωνάθαν καὶ τὸν Ἀμιναδσβ καὶ τὸν Μελχισουέ, τοὺς υἱοὺς τοῦ Σαούλ.

  3. 3

    καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τόξοις καὶ πόνοις, καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων.

    Τότε ὁ πόλεμος ἐναντίον τοῦ Σαοὺλ ἔγινε σκληρὸς καὶ βίαιος, οἱ δὲ Φιλισταῖοι τοξόται τὸν ἐκτύπησαν μὲ τὰ τόξα των καὶ ὁ Σαοὺλ ἐπληγώθη βαρειὰ καὶ ἐδοκίμασε πόνον ἀπὸ τὶς πληγές, ποὺ τοῦ ἐπροκάλεσαν τὰ βέλη.

  4. 4

    καὶ εἶπε Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· σπάσαι τὴν ρομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσί μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ρομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν.

    Τότε ὁ Σαοὺλ εἶπεν εἰς τὸν στρατιώτην (δοῦλον ὁπλοφόρον), ποὺ μετέφερε τὰ ὅπλα του: «Τράβηξε τὴν ρομφαίαν σου καὶ τρύπησέ με καὶ σκότωσέ μέ μὲ αὐτήν, διὰ νὰ μὴ ἔλθουν οἱ ἀπερίτμητοι αὐτοὶ Φιλισταῖοι καὶ χαιρεκακοῦντες μὲ ἐξευτελίσουν». Ἀλλὰ ὁ στρατιώτης, ποὺ μετέφερε τὰ ὅπλα τοῦ Σαούλ, δὲν ἤθελε νὰ γίνῃ ὁ φονιᾶς ἐκείνου, τὸν ὁποῖον ἔχρισε βασιλιᾶ ὁ Κύριος, διότι ἐφοβεῖτο πάρα πολύ. Ἔτσι ὁ Σαοὺλ ἐπῆρε μόνος του τὴν ρομφαίαν του καὶ ἔπεσεν ἐπάνω της καὶ αὐτοκτόνησε.

  5. 5

    καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανε Σαούλ, καὶ ἔπεσε καί γε αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε.

    Ὅταν ὁ στρατιώτης, ποὺ μετέφερε τὰ ὅπλα του, εἶδεν ὅτι ὀ Σαοὺλ ἦταν νεκρός, ἔπεσε καὶ αὐτὸς κατὰ τὸν ἴδιον τρόπον ἐπάνω εἰς τὴν ρομφαίαν του καὶ αὐτοκτόνησε.

  6. 6

    καὶ ἀπέθανε Σαοὺλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανε.

    Ἔτσι ἀπέθανεν ὁ Σαοὺλ καὶ οἱ τρεῖς υἱοί του κατὰ τὴν ἡμέραν ἐκείνην καὶ ὅλη ἡ οἰκογένειά του ἐπίσης ἀπέθανε κατὰ τὸν ἴδιον χρόνον.

  7. 7

    καὶ εἶδε πᾶς ἀνὴρ ᾿Ισραὴλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν ᾿Ισραὴλ καὶ ὅτι ἀπέθανε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον οἱ ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς.

    Ὅταν ὅλοι οἰ Ἰσραηλῖται, ποὺ ἦσαν εἰς τὴν πεδιάδα τῆς Ἰεζράελ, εἶδαν ὅτι ὁ Ἰσραηλιτικὸς στρατὸς ἐτράπη εἰς φυγὴν καὶ ὅτι ἀπέθανεν ὁ Σαοὺλ καί οἰ υἱοί του, ἐγκατέλειψαν τὶς πόλεις των καὶ ἐτράπησαν καὶ αὐτοὶ εἰς φυγήν. Τότε δὲ ἦλθαν οἱ Φιλισταῖοι, κατέλαβαν τὶς πόλεις καὶ ἐγκατεστάθησαν εἰς αὐτές.

  8. 8

    καὶ ἐγένετο τῇ ἑπομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν Σαοὺλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουέ.

    Καὶ συνέβη τοῦτο: Τὴν ἑπομένην ἡμέραν τῆς μάχης ἦλθαν οἱ Φιλισταῖοι διὰ νὰ λαφυραγωγήσουν τὰ νεκρὰ σώματα τῶν Ἰσραηλιτῶν καὶ εὑρῆκαν τὰ νεκρὰ σώματα τοῦ Σαοὺλ καὶ τῶν τριῶν υἱῶν του εἰς τὸ ὅρος Γελβουέ.

  9. 9

    καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ·

    Ἀφῄρεσαν ἀπὸ τὸν Σαοὺλ τὴν στολήν του, ἔκοψαν καὶ ἐπῆραν τὴν κεφαλήν του καὶ τὸν ὁπλισμόν του καὶ ὅλα αὐτὰ τὰ ἔστειλαν εἰς ὅλην τὴν περιοχὴν τῆς χώρας τῶν Φιλισταίων, διὰ να ἀναγγεῖλουν τὰ εὐχάριστα καὶ χαροποιὰ νέα τῆς νίκης των εἰς τὰ εἴδωλά των καὶ εἰς τὸν λαόν των.

  10. 10

    καὶ ἔθηκαν τὰ σκεύη αὐτῶν ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγών.

    Καὶ ἐτοποθέτησαν τὸν ὁπλισμὸν τοῦ Σαοὺλ εἰς τὸν ναὸν ἐνὸς ἀπὸ τοὺς εἰδωλολατρικοὺς θεούς των, τὴν δὲ κεφαλήν του τὴν ἐτοποθέτησαν εἰς τὸν ναὸν τοῦ θεοῦ των Δαγών.

  11. 11

    καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλαὰδ ἅπαντα, ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ υἱῷ ᾿Ισραήλ.

    Ὅταν ὅλοι οἱ κάτοικοι τῆς Γαλαὰδ ἄκουσαν ὅλα, ὅσα ἔκαμαν οἱ Φιλισταῖοι εἰς τὸν Σαοὺλ καὶ τὸν Ἰσραηλιτικὸν λαόν,

  12. 12

    καὶ ἠγέρθησαν ἐκ Γαλαὰδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς ᾿Ιαβὶς καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν ᾿Ιαβὶς καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας.

    ἐσηκωθησαν ὅλοι οἱ τολμηρότεροι καὶ γενναιότεροι ἄνδρες τῆς Γαλαὰδ καὶ ἐπῆγαν καὶ παρέλαβαν τὸ νεκρὸν σῶμα τοῦ Σαοὺλ καὶ τὰ νεκρὰ σώματα τῶν υἱῶν του καὶ τὰ μετέφεραν εἰς τὴν Ἰαβίς. Καὶ ἔθαψαν τὰ ὀστᾶ τῶν τεσσάρων νεκρῶν κάτω ἀπὸ μίαν βαλανιδιὰ εἰς τὴν Ἰαβὶς καὶ εἰς ἔνδειξιν πένθους ἐνήστευσαν ἑπτὰ ἡμέρες.

  13. 13

    καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησε τῷ Θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύλαξεν· ὅτι ἐπηρώτησε Σαοὺλ ἐν τῶ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης·

    Ὀ Σαοὺλ ἀπέθανεν ἕνεκα τῶν ἁμαρτιῶν του, τὶς ὁποῖες ἔπραξεν ἐνώπιον τὸν Θεοῦ· ἁμάρτησε, διότι παρέβη τὴν ἐντολὴν τοῦ Κυρίου καὶ διότι δὲν ἐφύλαξε τὸν Νόμον του. Ἀκόμη, ἐπειδὴ ὁ Σαοὺλ ἐζήτησε συμβουλὴν καὶ καθοδήγησιν ἀπὸ μίαν μάγισσαν διὰ νὰ πληροφορηθῇ μέσῳ τῶν πνευμάτων τῶν νεκρῶν τὸ μέλλον του καὶ ἀπεκρίθη εἰς αὐτὸν ὁ προφήτης Σαμουήλ.

  14. 14

    καὶ οὐκ ἐζήτησε Κύριον, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψε τὴν βασιλείαν τῷ Δαυὶδ υἱῷ ᾿Ιεσσαί.

    Κατέφυγεν εἰς τὴν μάγισσαν καὶ δὲν συνεβουλεύθη τὸν Κύριον. Διὰ τοῦτο ὁ Κύριος τὸν ἐθανάτωσε καὶ παρέδωκε τὴν βασιλικὴν ἐξουσίαν (εἰς τὸ βασίλειον τοῦ Ἰσραήλ) εἰς τὰ χέρια τοῦ Δαβίδ, τοῦ υἱοῦ τοῦ Ἰεσσαί.