Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Α΄ Παραλειπομένων, κεφάλαιο 9

44 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (29)
  1. 1

    ΚΑΙ πᾶς ᾿Ισραὴλ ὁ συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων ᾿Ισραὴλ καὶ ᾿Ιούδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν,

    Όλος ὁ Ἰσραηλιτικὸς λαὸς εἶχε καταγραφῆ εἰς τοὺς γενεαλογικοὺς καταλόγους κατὰ τὶς οἰκογένειές των καὶ ὅλοι αὐτοὶ ἦσαν καταχωρισμένοι εἰς τὸ «βιβλίον τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα» μαζὶ μὲ ἐκείνους, ποὺ εἶχαν μεταφερθῆ αἰχμάλωτοι εἰς τὴν Βαβυλῶνα πρὸς τιμωρίαν ἕνεκα τῶν ἁμαρτιῶν καὶ τῆς ἀποστασίας των.

  2. 2

    καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν ᾿Ισραήλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι.

    Οἱ πρῶτοι κάτοικοι, οἱ ὁποῖοι εἶχαν ἐγκατασταθῇ εἰς τὶς περιοχὲς καὶ τὶς πόλεις, ποὺ τοὺς εἶχαν παραχωρηθῇ, ὅταν κατεκτήθη ἡ Παλαιστίνη, ἦσαν: Οἱ Ἰσραηλῖται (λαϊκοί), οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ κατώτεροι ὑπηρέται τοῦ Ναοῦ.

  3. 3

    καὶ ἐν ῾Ιερουσαλὴμ κατῴκησαν ἀπὸ τῶν υἱῶν ᾿Ιούδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ ἀπὸ τῶν υἱῶν ᾿Εφραὶμ καὶ Μανασσῆ·

    Εἰς τὴν Ἱερουσαλὴμ ἑκατοίκησε λαὸς ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα καὶ ἀπὸ τὴν φυλὴν τοῦ Βενιαμὶν καὶ ἀπὸ τὶς φυλὲς τῶν Ἐφραὶμ καὶ Μανασσῆ. Ἑκατοίκησαν δηλαδή:

  4. 4

    Γνωθὶ καὶ υἱὸς ᾿Αμμιούδ, υἱοῦ ᾿Αμρί, υἱοῦ υἱῶν Φαρὲς υἱοῦ ᾿Ιούδα.

    Ὁ Γνωθί, ὁ υἱὸς τοῦ Ἀμμιούδ, ὁ ὁποῖος ἦταν υἱὸς τοῦ Ἀμρί, ὁ ὁποῖος ( Ἀμρί) ἦταν υἱὸς τῶν ἀπογόνων τὸν Φαρές, ὁ ὁποῖος (Φαρές) ἦταν υἱὸς τὸν Ἰούδα.

  5. 5

    καὶ ἐκ τῶν Σηλωνί· ᾿Ασαΐα πρωτότοκος αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ.

    Καὶ ἀπὸ τοὺς υἱούς (ἀπογόνονς) τὸν Σηλωνὶ ἑκατοίκησαν: Ὁ Ἀσαΐας, ὁ πρωτότοκος υἱός του, καὶ οἱ υἱοί (ἀπόγονοί) του.

  6. 6

    ἐκ τῶν υἱῶν Ζαρά· ᾿Ιεὴλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα.

    Ἀπὸ τοὺς υἱούς (ἀπογόνους) τοῦ Ζαρὰ ἐκατοίκησαν: Ὁ Ἰεὴλ καὶ οἱ ἀδελφοί (ἀπόγονοι ἢ συγγενεῖς) των. Συνολικῶς ἐκατοίκησαν εἰς τὴν Ἱερουσαλὴμ ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα ἑξακόσιοι ἐνενήντα (690).

  7. 7

    καὶ ἐκ τῶν υἱῶν Βενιαμίν· Σαλὼ υἱὸς Μοσολλὰμ υἱοῦ ᾿Ωδουΐα υἱοῦ ᾿Ασινοῦ

    Ἀπὸ τοὺς ἀπογόνους τῆς φυλῆς Βενιαμὶν ἐκατοίκησαν εἰς τὴν Ἱερουσαλήμ: Ὁ Σαλώ, ὁ υἱὸς τοῦ Μοσολλάμ, ὁ ὁποῖος ἦταν υἱὸς τοῦ Ὠδουΐα, υἱοῦ τοῦ Ἀσινοῦ.

  8. 8

    καὶ ᾿Ιεμναὰ υἱὸς ῾Ιεροβοὰμ καὶ ᾿Ηλώ· οὗτοι υἱοὶ ᾿Οζὶ υἱοῦ Μαχίρ· καὶ Μασσαλὴμ υἱὸς Σαφατία υἱοῦ Ραγουὴλ υἱοῦ ᾿Ιεμναΐ

    Καὶ ὁ Ἰεμναά, ὁ υἱὸς τοῦ Ἱεροβοάμ, καὶ ὁ Ἠλώ. Αὐτοὶ ἦσαν υἱοὶ τοῦ Ὀζί, υἱοῦ τοῦ Μαχίρ. Καὶ ὁ Μασαλλίμ, ὁ υἱὸς τοῦ Σαφατία, υἱοῦ τοῦ Ραγουήλ, ὁ ὁποῖος (Ραγουὴλ) ἦταν υἱὸς τοῦ Ἰεμναΐ.

  9. 9

    καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἐννακόσιοι πεντηκονταέξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν.

    Καὶ οἱ ἀδελφοί (ἀπόγονοι ἢ συγενεῖς) των κατὰ τὶς γενεές (οἰκογένειές) των, σννολικῶς ἐννιακόσιοι πενῆντα ἕξι (956)· ὅλοι αὐτοὶ οἱ ἄνδρες ἦσαν ἀρχηγοὶ τῶν πατριαρχικῶν οἰκογενειῶν των, κατὰ τὶς πατριαρχικές των οἰκογένειες.

  10. 10

    καὶ ἀπὸ τῶν ἱερέων· ᾿Ιωδαὲ καὶ ᾿Ιωαρὶμ καὶ ᾿Ιαχὶν

    Ἀπὸ τοὺς ἱερεῖς ἐκατοίκησαν εἰς τὴν Ἱερουσαλήμ: Ὁ Ἰωδαέ, ὁ Ἰωαρίμ, ὁ Ἰαχίν·

  11. 11

    καὶ ᾿Αζαρία υἱὸς Χελκία υἱοῦ Μοσολλὰμ υἱοῦ Σαδὼκ υἱοῦ Μαραϊὼθ υἱοῦ ᾿Αχιτὼβ ἡγούμενος οἴκου τοῦ Θεοῦ

    καὶ ὁ Ἀζαρία, ὁ υἱὸς τοῦ Χελκία, υἱὸν τὸν Μοσολλάμ, υἱὸν τὸν Σαδώκ, υἱοῦ τοῦ Μαραϊώθ, υἱοῦ τὸν Ἀχιτώβ, ὃ ὁποῖος ἦταν ἄρχων εἰς τὸν Ναὸν τὸν Θεόν.

  12. 12

    καὶ ᾿Αδαΐα υἱὸς ᾿Ιραὰμ υἱοῦ Φασχὼρ υἱοῦ Μελχία καὶ Μαασαία υἱὸς ᾿Αδιὴλ υἱοῦ ᾿Εζιρὰ υἱοῦ Μοσολλὰμ υἱοῦ Μασελμὼθ υἱοῦ ᾿Εμμὴρ

    Καὶ ὃ Ἀδάϊα, ὃ ὑΐός του Ἴρααμ, υἱοῦ τὸν Φασχώρ, νίον τοῦ Μελχία' καὶ ὃ Μαασαία, ὃ ὑΐός του Ἀδιήλ, υἱοῦ τοῦ Ἐζιρά, υἱοῦ τοῦ Μοσολλάμ, υἱοῦ τοῦ Μασελμώθ, υἱοῦ τοῦ Ἐμμήρ.

  13. 13

    καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν αὐτῶν χίλιοι καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα, ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ Θεοῦ.

    Καὶ οἱ ἀδελφοί (συγγενεῖς) των, ποὺ ἦσαν ἀρχηγοὶ πατριαρχικῶν οἰκογενειῶν, ἀνήρχοντο εἰς χιλίους ἑπτακοσίους ἑξῆντα (1.760). Ὅλοι αὐτοὶ ἦσαν δυνατοὶ καὶ πολὺ ἱκανοὶ διὰ τὰ βαριὰ διακονήματα καὶ τὶς ἐπίπονες ὑπηρεσίες, ποὺ ἦσαν ἀπαραίτητα εἰς τὸν Ναὸν τοῦ Θεοῦ.

  14. 14

    καὶ ἐκ τῶν Λευιτῶν· Σαμαΐα υἱὸς ᾿Ασὼβ υἱοῦ ᾿Εζρικὰμ υἱοῦ ᾿Ασαβία ἐκ τῶν υἱῶν Μεραρί,

    Ἀπὸ τοὺς Λευῖτες ἐκατοίκησαν εἰς τὴν Ἱερουσαλήμ: Ὁ Σαμαΐα, ὁ υἱὸς τοῦ Ἀσώβ, υἱοῦ τοῦ Ἐζρικάμ, υἱοῦ τοῦ Ἀσαβία, ἀπὸ τοὺς υἱοὺς (ἀπογόνους) τοῦ Μεραρί.

  15. 15

    καὶ Βακβακὰρ καὶ ᾿Αρὴς καὶ Γαλαὰλ καὶ Ματθανίας υἱὸς Μιχὰ υἱοῦ Ζεχρὶ υἱοῦ ᾿Ασὰφ

    Καὶ ὁ Βακβακάρ, ὁ Ἀρής, ὁ Γαλαὰλ καὶ ὁ Ματθανίας, ὁ υἱὸς τοῦ Μιχά, υἱοῦ τοῦ Ζεχρί, υἱοῦ τοῦ Ἀσάφ.

  16. 16

    καὶ ᾿Αβδία υἱὸς Σαμία υἱοῦ Γαλαὰλ υἱοῦ ᾿Ιδιθοῦν καὶ Βαραχία υἱὸς ᾿Οσσὰ υἱοῦ ῾Ελκανά, ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατί.

    Καὶ ὁ Ἀβδία, ὁ υἱὸς τοῦ Σαμία, υἱοῦ τοῦ Γαλαάλ, υἱοῦ τοῦ Ἰδιθούν· καὶ ὁ Βαραχία, ὁ υἱὸς τοῦ Ὀσσά, υἱοῦ τοῦ Ἐλκανά, ὁ ὁποῖος ἐκατοικοῦσε εἰς τὰ χωριὰ τῶν Νετωφατιτῶν.

  17. 17

    οἱ πυλωροί· Σαλώμ, ᾿Ακούμ, Τελμὼν καὶ Αἰμὰν καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ὁ ἄρχων·

    Οἱ Θυρωροί, ποὺ ἐκατοίκησαν εἰς τὴν Ἱερουσαλήμ, ἦσαν: Ὁ Σαλώμ, ὁ Ἀκούμ, ὁ Τελμών, ὁ Αἰμὰν καὶ οἱ ἀδελφοί (συγγενεῖς) των. Ὁ Σαλὼμ ἦταν ὁ ἀρχηγός των.

  18. 18

    καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ᾿ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευί.

    Μέχρι τῆς ἡμέρας αὐτῆς (τῆς ἡμέρας ποὺ ἔγραφεν ὁ ἱερὸς συγγραφεύς) ὁ Σαλὼμ ἐφρουροῦσε τὴν ἀνατολικὴν πύλην τοῦ Ναοῦ, διὰ τῆς ὁποίας ἔμπαινε εἰς τὸν Ναὸν ὁ βασιλιᾶς. Αὐτοὶ ἦσαν οἱ Θυρωροὶ τῆς κατασκηνώσεως (τοῦ στρατοπέδου) τῶν ἀπογόνων τῆς φυλῆς τοῦ Λευΐ. (Κατ' ἄλλην ἑρμηνείαν: Αὐτοὶ ἐφρουροῦσαν προηγουμένως τὶς πύλες τοῦ στρατοπέδου τῶν ἀπογόνων τῆς φυλῆς τοῦ Λευΐ).

  19. 19

    καὶ Σαλὼμ υἱὸς Κωρὴ υἱοῦ ᾿Αβιασὰφ υἱοῦ Κορέ. καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς Κυρίου φυλάσσοντες τὴν εἴσοδον.

    Ὁ Σαλώμ, ὁ υἱὸς τοῦ Κωρή, υἱοῦ τοῦ Ἀβιασάφ, υἱοῦ τοῦ Κορέ, καὶ οἱ ἀδελφοί (συγγενεῖς) του ἀπὸ τὴν οἰκογένειαν τοῦ πατέρα του, οἱ Κορῖται, ἦσαν ὑπεύθυνοι (σκοποί) διὰ τὴν φρούρησιν τῆς Σκηνῆς, ὅπως ἀκριβῶς καὶ οἱ προπάτορές των ἦσαν φύλακες καὶ φρουροὶ τῆς εἰσόδου εἰς τὸ στρατόπεδον τοῦ Κυρίου (τῶν Ἰσραηλιτῶν).

  20. 20

    καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ ἡγούμενος ἦν ἐπ᾿ αὐτῶν ἔμπροσθεν Κυρίου, καὶ οὗτοι μετ᾿ αὐτοῦ.

    Ὁ Φινεές, ὁ υἱὸς τοῦ Ἐλεάζαρ, ἦταν ὁ προϊστάμενός των ἐνώπιον τοῦ Κυρίου (κατὰ τὸ Ἑβραϊκόν: Εἴθε ὁ Κύριος νὰ εἶναι μαζί του), καὶ αὐτοὶ ἦσαν ὑπὸ τὶς διαταγές του.

  21. 21

    Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

    Ὁ Ζαχαρίας, ὁ υἱὸς τοῦ Μασαλαμί, ἦταν ὁ Θυρωρὸς καὶ φύλακας εἰς τὴν εἴσοδον τῆς Σκηνῆς τοῦ Μαρτυρίου.

  22. 22

    πάντες οἱ ἐκλεκτοὶ ἐπὶ τῆς πύλης ἐν ταῖς πύλαις διακόσιοι καὶ δεκαδύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησε Δαυὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν.

    Ὅλοι, ὅσοι εἶχαν ἐκλεγῆ φύλακες καὶ φρουροῖ διὰ τὶς εἰσόδους καὶ τὶς πύλες, ἦσαν διακόσιοι δώδεκα (212). Αὐτοὶ εἶχαν καταγραφῆ κατὰ τοὺς γενεαλογικοὺς καταλόγους τῶν τόπων, ὅπου ἐζοῦσαν. Ὅλους αὐτούς (κατ' ἄλλην ἑρμηνείαν: Τοὺς προγόνους ὅλων αὐτῶν) τοὺς ὥρισαν ὁ βασιλιᾶς Δαβὶδ καὶ ὁ προφήτης Σαμουὴλ εἰς τὶς ὑπεύθυνες αὐτές θέσεις, ἕνεκα τῆς πίστεως καὶ τῆς εὐσεβείας των εἰς τὸν Θεόν.

  23. 23

    καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ τῆς σκηνῆς τοῦ φυλάσσειν.

    Αὐτοὶ καὶ οἱ ἀπόγονοί των συνέχιζαν να φυλάττουν καὶ νὰ φρουροῦν τὶς πύλες τοῦ Ναοῦ τοῦ Κυρίου (ὅπως ἐφρουροῦσαν προηγουμένως) καὶ τὴν Σκηνὴν τοῦ Μαρτυρίου.

  24. 24

    κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατὰ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον.

    Οἱ πύλες ἦσαν στραμμένες πρὸς τὰ τέσσερα σημεῖα τοῦ ὁρίζοντος· πρὸς τὴν ἀνατολήν, πρὸς τὴν δύσιν, πρὸς τὸν βορρᾶν καὶ πρὸς τὸν νότον. Κάθε μία εἶχε καὶ τὸν ἀρχιφύλακά της.

  25. 25

    καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων.

    Καὶ οἱ ἀδελφοί (οἱ συγγενεῖς) τῶν φρουρῶν αὐτῶν, ποὺ ἔμεναν εἰς τὰ χωριά των, ἔπρεπε νὰ ἔρχωνται ἐπὶ μίαν ἑβδομάδα ἀπὸ καιροῦ εἰς καιρόν (κατὰ διαστήματα) διὰ νὰ τοὺς βοηθοῦν εἰς τὸ ἔργον τῆς φρουρήσεως.

  26. 26

    ὅτι ἐν πίστει εἰσὶ τέσσαρες δυνατοὶ τῶν πυλῶν. καὶ οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ Θεοῦ παρεμβάλλουσιν,

    Διότι τὴν σταθεράν, ἀποκλειστικὴν καὶ πλήρη εὐθύνην τῶν πυλῶν τὴν εἶχαν τέσσερις Λευῖται ἀρχηγοὶ τῶν θυρωρῶν - φυλάκων. Οἱ Λευῖται ἦσαν ἐπίσης ὑπεύθυνοι διὰ τὰ δωμάτια (κελλιά) τοῦ Ναοῦ καὶ διὰ τοὺς θησαυρούς (ἢ θησαυροφυλάκια) τοῦ Ναοῦ τοῦ Θεοῦ.

  27. 27

    ὅτι ἐπ᾿ αὐτοὺς ἡ φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωΐ πρωΐ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.

    Αὐτοὶ ἔμεναν μονίμως κοντὰ εἰς τὸν Ναόν, διότι εἶχαν ὡς ἔργον των τὴν εὐθύνην νὰ φρουροῦν τὸν Ναὸν καὶ τὴν εὐθύνην νὰ ἀνοίγουν κάθε πρωῒ τὶς πύλες τοῦ Ναοῦ.

  28. 28

    καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσι καὶ ἐν ἀριθμῷ ἐξοίσουσι.

    Ἄλλοι ἀπὸ τοὺς Λευῖτες ἦσαν ὑπεύθυνοι διὰ τὰ ἱερὰ σκεύη, ποὺ ἐχρησιμοποιοῦντο εἰς τὴν λατρείαν. Αὐτοὶ τὰ ἤλεγχαν καὶ τὰ ἐμετροῦσαν πάντοτε κάθε φορὰν ποὺ τὰ ἔβγαζαν (διὰ χρῆσιν) καὶ κάθε φορὰν ποὺ τὰ ἐμάζευαν (μετὰ τὴν χρῆσιν), ὥστε νὰ μὴ χαθῇ τίποτε.

  29. 29

    καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων.

    Ἄλλοι ἀπὸ τοὺς Λευῖτες εἶχαν ἀναλάβει τὴν ἐπίβλεψιν ὅλων τῶν ἄλλων ἱερῶν ἀντικειμένων τοῦ θυσιαστηρίου· ὅπως ἐπίσης καὶ τοῦ σιμιγδαλιοῦ, τοῦ κρασιοῦ, τοῦ λαδιοῦ, τοῦ λιβανιοῦ καὶ τῶν ἀρωμάτων.

  30. 30

    καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα.

    Ἀλλὰ τὴν εὐθύνην διὰ τὴν παρασκευὴν τῶν μύρων καὶ τῶν ἀρωμάτων τὴν εἶχαν ἄλλα εἰδικὰ καὶ ἱκανὰ πρόσωπα ἀπὸ τὴν τάξιν τῶν ἱερέων.

  31. 31

    καὶ Ματταθίας ἐκ τῶν Λευιτῶν (οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορίτῃ) ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως.

    Ἕνας ἀπὸ τοὺς Λευῖτες, ὁ Ματταθίας (αὐτὸς εἶναι ὁ πρωτότοκος υἱὸς τοῦ Σαλώμ, ἀπὸ τὴν οἰκογένειαν τοῦ Κορέ), ἦταν ὑπεύθυνος διὰ τὴν ἐπιμέλειαν τῶν θυσιῶν, ποὺ ἐτοιμάζοντο εἰς τὸ τηγάνι (εἰδικὲς οὐσίες ἀπὸ σιμιγδάλι ζυμωμένο μὲ λάδι, χωρὶς προζύμι) καὶ οἱ ὁποῖες προσεφέροντο εἰς τὸν Κύριον διὰ τὸν ἀρχιερέως.

  32. 32

    καὶ Βαναΐας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον.

    Ὁ Βαναΐας, ἀπὸ τὴν οἰκογένειαν τοῦ Καάθ, ἕνας ἀπὸ τοὺς ἀδελφούς (συγγενεῖς) τῶν Λευϊτῶν, ἦταν ὑπεύθυνος διὰ τὴν ἑτοιμασίαν κάθε Σάββατον τῶν δώδεκα ἱερῶν ἄρτων τῆς Προθέσεως.

  33. 33

    καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ᾿ αὐτοῖς ἐν τοῖς ἔργοις.

    Καὶ αὐτοί (κατ’ ἄλλην ἑρμηνείαν: Ὡρισμένοι ἀπὸ τὶς οἰκογένειες τῶν Λευιτῶν) ἦσαν οἱ ψάλται, ποὺ ἔψαλλαν μὲ τὴν συνοδείαν μουσικῶν ὀργάνων· ἦσαν δὲ ἀρχηγοὶ τῶν πατριαρχικῶν οἰκογενειῶν τῶν Λευϊτῶν καὶ χωρισμένοι κατὰ ἐφημερίες· (αὐτοὶ ἦσαν ἐλεύθεροι ἀπὸ ἄλλα καθήκοντα) διότι εὑρίσκοντο εἰς συνεχῆ ὑπηρεσίαν ἡμέραν καὶ νύκτα.

  34. 34

    οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν ῾Ιερουσαλήμ.

    Αὐτοὶ (ποὺ ἀνεφέρθησαν ἀνωτέρω) ἦσαν οἱ ἀρχηγοὶ τῶν πατριαρχικῶν οἰκογενειῶν τῶν Λευϊτῶν, ἀρχηγοὶ κατὰ τὴν γενεαλογικήν των σειράν. Αὐτοὶ ἐγκατεστάθησαν εἰς τὴν Ἱερουσαλήμ.

  35. 35

    καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαὼν ᾿Ιεήλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μααχά.

    Εἰς τὴν Γαβαὼν ἐγκατεστάθη ὁ Ἰεήλ, ὁ ἰδρυτὴς καὶ ἀρχηγὸς τῆς πόλεως Γαβαών, τὸ δὲ ὄνομα τῆς γυναίκας του ἦταν Μααχά.

  36. 36

    καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος ᾿Αβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ

    Ὁ πρωτότοκος υἱός του ἦταν ὁ Ἀβαδών. Οἱ ἄλλοι υἱοί του ἦσαν: Ὁ Σούρ, ὁ Κίς, ὁ Βαάλ, ὁ Νήρ, ὁ Ναδάβ,

  37. 37

    καὶ Γεδοὺρ καὶ ἀδελφὸς καὶ Ζακχοὺρ καὶ Μακελώθ.

    ὁ Γεδούρ, ὁ ἀδελφός του, ὁ Ζακχούρ, ὁ Μακελώθ.

  38. 38

    καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν ῾Ιερουσαλὴμ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.

    Ὁ δὲ Μακελὼθ ἐγέννησε τὸν Σαμαά. Αὐτοὶ ἐγκατεστάθησαν μεταξὺ τῶν ἀδελφῶν (συγγενῶν) των εἰς τὰ Ἱεροσόλυμα. Μεταξὺ τῶν ἀδελφῶν (συγγενῶν) των ἐκατοίκησαν.

  39. 39

    καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν ᾿Ιωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν ᾿Ασαβάλ.

    Καὶ ὁ Νὴρ ἐγέννησε τὸν Κίς, ὁ δὲ Κὶς ἐγέννησε τὸν Σαούλ. Ὁ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν, τὸν Μελχισουέ, τὸν Ἀμιναδὰβ καὶ τὸν Ἀσαβάλ.

  40. 40

    καὶ υἱὸς ᾿Ιωνάθαν Μεριβαάλ· καὶ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά.

    Υἱὸς τοῦ Ἰωνάθαν ἦταν ὁ Μεριβαάλ, ὁ δὲ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά.

  41. 41

    καὶ υἱοὶ Μιχά· Φιθὼν καὶ Μαλὰχ καὶ Θαράχ.

    Υἱοὶ τοῦ Μιχὰ ἦσαν: Ὁ Φιθών, ὁ Μαλάχ, ὁ Θαράχ.

  42. 42

    καὶ ᾿Αχὰζ ἐγέννησε τὸν ᾿Ιαδά, καὶ ᾿Ιαδὰ ἐγέννησε τὸν Γαλεμὲθ καὶ τὸν Γαζμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μασά,

    Καὶ ὁ Ἄχαζ ἐγέννησε τὸν Ἰαδὰ καὶ ὁ Ἰαδὰ ἐγέννησε τὸν Γαλεμέθ, τὸν Γαζμὼθ καὶ τὸν Ζαμβρί. Ὁ Ζαμβρὶ ἐγέννησε τὸν Μασά,

  43. 43

    καὶ Μασὰ ἐγέννησε τὸν Βαανά, Ραφαΐα υἱὸς αὐτοῦ, ᾿Ελασὰ υἱὸς αὐτοῦ, ᾿Εσὴλ υἱὸς αὐτοῦ.

    ὁ δὲ Μασὰ ἐγέννησε τὸν Βαανά. Ὁ Ραφαΐα ἦταν υἱὸς τοῦ Βαανά, ὁ Ἐλασὰ ἦταν υἱὸς τοῦ Ραφαΐα καὶ ὁ Ἐσὴλ ἦταν υἱὸς τοῦ Ἐλασά.

  44. 44

    καὶ τῷ ᾿Εσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· ᾿Εζρικὰμ πρωτότοκος αὐτοῦ καὶ ᾿Ισμαὴλ καὶ Σαραΐα καὶ ᾿Αβδία καὶ ᾿Ανὰν καὶ ᾿Ασά. οὗτοι υἱοὶ ᾿Εσήλ.

    Ὁ Ἐσηλ εἶχεν ἕξι υἱούς, τῶν ὁποίων τὰ ὀνόματα ἦσαν: Ἐζρικάμ, ὁ πρωτότοκος υἱὸς τοῦ Ἐσήλ· κατόπιν ὁ Ἰσμαήλ, ὁ Σαραΐα, ὁ Ἀβδία, ὁ Ἀνάν καὶ ὁ Ἀσά. Ὅλοι αὐτοὶ ἦσαν υἱοὶ τοῦ Ἐσήλ.