Α΄ Έσδρας, κεφάλαιο 6
- 1
ΕΝ δὲ τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας ἐπροφήτευσεν ᾿Αγγαῖος καὶ Ζαχαρίας ὁ τοῦ ᾿Αδδὼ οἱ προφῆται ἐπὶ τοὺς ᾿Ιουδαίους τοὺς ἐν τῇ ᾿Ιουδαίᾳ καὶ ῾Ιερουσαλὴμ ἐπὶ τῷ ὀνόματι Κυρίου Θεοῦ ᾿Ισραὴλ ἐπ᾿ αὐτούς.
Κατὰ δὲ τὸ δεύτερον ἔτος τῆς βασιλείας τοῦ Δαρείου ἐπροφήτευαν μεταξὺ τῶν Ἰουδαίων, οἱ ὁποῖοι διέμεναν εἰς τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν, καὶ ὠμιλοῦσαν πρὸς αὐτοὺς ἐν ὀνόματι Κυρίου, τοῦ Θεοῦ τοῦ Ἰσραήλ, οἱ προφῆται Ἀγγαῖος καὶ Ζαχαρίας, ὁ ἀπόγονος τοῦ Ἀδδώ.
- 2
τότε στὰς Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ Κυρίου τὸν ἐν ῾Ιερουσαλήμ, συνόντων τῶν προφητῶν τοῦ Κυρίου βοηθούντων αὐτοῖς.
Τότε δὲ ἀκριβῶς ἀνέλαβε τὴν πρωτοβουλίαν ὁ Ζοροβάβελ, ὁ υἱὸς τοῦ Σαλαθιήλ, μαζὶ μὲ τὸν Ἰησοῦν, τὸν υἱὸν τοῦ Ἰωσεδέκ, καὶ ἄρχισαν τὸ ἔργον τῆς ἀνεγέρσεως τοῦ Ναοῦ τοῦ Κυρίου εἰς τὴν Ἱερουσαλήμ, μὲ τὴν συμπαράστασιν καὶ βοήθειαν τῶν δύο αὐτῶν Προφητῶν.
- 3
ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνεταῖροι καὶ εἶπαν αὐτοῖς·
Ἦλθεν ὅμως τότε καὶ τοὺς συνήντησεν ὁ ἔπαρχος τῆς Συρίας καὶ τῆς Φοινίκης Σισίννης μαζὶ μὲ τὸν Σαθραβουζάνην καὶ τοὺς συμμάχους των καὶ τοὺς εἶπαν:
- 4
τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε, καὶ τὴν στέγην ταύτην καὶ τὰ ἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες;
Ἀπὸ ποῖον ἐπήρατε τὴν ἔγκρισιν καὶ οἰκοδομεῖτε αὐτὸν τὸν Ναὸν καὶ βάζετε ἤδη καὶ τὴν στέγην του καὶ κάμνετε ὅλα αὐτά, ποὺ κάμνετε; Καὶ ποιοὶ εἶναι οἱ οἰκοδόμοι, ποὺ ἀνέλαβαν καὶ προχωροῦν αὐτὰ τὰ ἔργα;
- 5
καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ Κυρίου οἱ πρεσβύτεροι τῶν ᾿Ιουδαίων
Ἐφώτισε δὲ ὁ Κύριος, ποὺ ἐπέβλεπε μὲ εὐμένειαν πρὸς τοὺς ἀπελευθέρους ἀπὸ τὴν αἰχμαλωσίαν Ἰουδαίους, τοὺς προεστούς των καὶ ἔδωσαν ἀπαντήσεις, ποὺ ἰκανοποίησαν τὸν ἔπαρχον τῆς Συρίας καὶ τοὺς ὑπολοίπους.
- 6
καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς, μέχρις οὗ ὑποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι.
Ἔτσι δὲν ἐμποδίσθηκαν οἱ Ἰουδαῖοι εἰς τὸ ἔργον τῆς ἀνοικοδομήσεως. Συνέχισαν τὸ ἔργον τῶν καὶ κατὰ τὸ διάστημα ποὺ οἱ ἄρχοντες αὐτοὶ ἔστειλαν εἰδικὴν ἀναφορὰν εἰς τὸν βασιλέα Δαρεῖον διὰ τὸ θέμα αὐτὸ καὶ ἕως ὅτου πάρουν τὴν σχετικὴν ἀπάντησιν τοῦ βασιλέως.
- 7
᾿Αντίγραφον ἐπιστολῆς, ἧς ἔγραψε Δαρείῳ καὶ ἀπέστειλαν· «Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνεταῖροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες βασιλεῖ Δαρείῳ χαίρειν.
Τὸ δὲ ἀκριβὲς ἀντίγραφον τῆς ἐπιστολῆς, τὴν ὁποίαν ἔγραψαν καὶ ἀπέστειλαν αὐτοὶ εἰς τὸν Δαρεῖον, εἶναι τὸ ἑξῆς: Ὁ Σισίννης, ὁ ἔπαρχος τῆς Συρίας καὶ Φοινίκης, καὶ ὁ Σαθραβουζάνης καὶ οἱ σύμμαχοί των ἡγεμόνες, ποὺ εὑρίσκονται εἰς τὴν Συρίαν καὶ τὴν Φοινίκην, εὔχονται εἰς τὸν βασιλέα Δαρεῖον νὰ χαίρῃ καὶ νὰ εὐτυχῇ.
- 8
πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ, ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς ᾿Ιουδαίας καὶ ἐλθόντες εἰς ῾Ιερουσαλὴμ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν ᾿Ιουδαίων ἐν ῾Ιερουσαλὴμ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ Κυρίῳ μέγαν, καινὸν διὰ λίθων ξυστῶν πολυτελῶν, ξύλων τιθεμένων ἐν τοῖς τοίχοις,
Θέλομεν νὰ γνωστοποιήσωμεν τὰ πάντα εἰς τὸν κύριον καὶ βασιλέα μας διὰ τὸ ἑξῆς θέμα: Ἐπήγαμεν εἰς τὴν χώραν τῆς Ἰουδαίας καί, ὅταν ἐφθάσαμεν εἰς τὴν πόλιν Ἱερουσαλήμ, εἴδαμεν τοὺς προεστοὺς τῶν Ἰουδαίων, ποὺ εἶχαν ἐπιστρέφει ἀπὸ τὴν αἰχμαλωσίαν εἰς τὴν πόλιν Ἱερουσαλήμ, νὰ οἰκοδομοῦν πρὸς τιμὴν τοῦ Κυρίου νέον μεγάλον Ναὸν μὲ λίθους πολυτελεῖς πελεκητοὺς καὶ μὲ ξύλα, ποὺ τὰ ἐτοποθετοῦσαν ἐνδιαμέσως εἰς τοὺς τοίχους διὰ τὴν στερέωσίν των.
- 9
καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γινόμενα καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἐν πάσῃ δόξῃ, καὶ ἐπιμελείᾳ συντελούμενον.
Τὰ ἔργα αὐτὰ τὰ ἔκαμναν μὲ ζῆλον καὶ σπουδὴν καὶ τὸ ὅλον ἔργον τῆς ἀνοικοδομήσεως προώδευε χάρις εἰς τὸν κόπον τῶν χεριῶν των καὶ ἐγίνετο σπουδαῖον καὶ λαμπρόν, μὲ πολλὴν ἐπιμέλειαν.
- 10
τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες· τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα θεμελιοῦτε;
Ἐρωτήσαμεν τότε τοὺς προεστοὺς τῶν Ἰουδαίων καὶ τοὺς εἴπαμεν: Ποοὸς σᾶς ἔδωσε τὴν ἄδειαν καὶ οἰκοδομεῖτε αὐτὸν τὸν Ναὸν καὶ ἐθεμελιώσατε αὐτὰ τὰ ἔργα;
- 11
ἐπερωτήσαμεν οὖν αὐτοὺς εἵνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων.
Τοὺς ἐρωτήσαμεν δὲ λεπτομερῶς, διότι ἠθέλαμεν νὰ σοῦ γνωστοποιήσωμεν τὸ γεγονὸς καὶ νὰ σοῦ στείλωμεν κατάλογον ὀνομαστικὸν τῶν ἀνθρώπων, ποὺ πρωτοστατοῦν εἰς τὴν ἀνοικοδόμησιν τοῦ Ναοῦ των. Δι' αὐτὸ ἐζητήσαμεν τὰ ὀνόματα καὶ τὰ στοιχεῖα τῶν προϊσταμένων των.
- 12
οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες· ἡμεῖς ἐσμεν παῖδες τοῦ Κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν·
Καὶ αὐτοὶ ἀπεκρίθησαν καὶ μᾶς εἶπαν: Ἐμεῖς εἴμαστε δοῦλοι τοῦ Κυρίου, ὁ Ὁποῖος ἐδημιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν.
- 13
καὶ ᾠκοδόμητο οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ ᾿Ισραὴλ μεγάλου καὶ ἰσχυροῦ καὶ ἐπετελέσθη.
Εἰς τὸν τόπον αὐτόν, πρὶν ἀπὸ πολλὰ χρόνια, ἕνας δυνατὸς καὶ μεγάλος βασιλεὺς τοῦ Ἰσραὴλ ἔκτισε Ναὸν τοῦ Κυρίου καὶ τὸν ἀποπεράτωσε.
- 14
καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν Κύριον τοῦ ᾿Ισραὴλ τὸν οὐράνιον, παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος βασιλέως τῶν Χαλδαίων·
Ἐπειδὴ ὅμως οἱ πρόγονοί μας μὲ τὰς ἁμαρτίας των ἐλύπησαν καὶ ἐπίκραναν τὸν Κύριον καὶ Θεὸν τοῦ Ἰσραήλ, τὸν οὐράνιον βασιλέα μας, τοὺς ἐτιμώρησεν Ἐκεῖνος μὲ τὸ νὰ τοὺς παραδώσῃ εἰς τὰ χέρια τοῦ βασιλέως τῆς Βαβυλῶνος,ποὺ ἐλέγετο Ναβονχοδονόσορ καὶ ἦτο βασιλεὺς τῶν Χαλδαίων.
- 15
τόν τε οἶκον καθελόντες ἐνεπύρισαν καὶ τὸν λαὸν ἠχμαλώτευσαν εἰς Βαβυλῶνα.
Τότε λοιπὸν οἱ Χαλδαῖοι κατεκρήμνισαν καὶ ἔκαναν ἐκεῖνον τὸν Ναὸν καὶ αἰχμαλώτισαν τὸν Ἰουδαϊκὸν λαὸν καὶ τὸν ἔσυραν εἰς τὴν Βαβυλῶνα.
- 16
ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν ὁ βασιλεὺς Κῦρος τὸν οἶκον τοῦτον οἰκοδομῆσαι·
Κατὰ τὸ πρῶτον ὅμως ἔτος τῆς βασιλείας τὸν βασιλέως τὸν κράτους τῆς Βαβυλῶνος Κῦρου ἐδόθη ἀπὸ τὸν βασιλέα Κῦρον γραπτὴ ἄδεια καὶ ἐντολὴ διὰ τὴν ἀνοικοδόμησιν τὸν Ναοῦ αὐτοῦ.
- 17
καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ οἴκου τοῦ ἐν ῾Ιερουσαλὴμ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ αὐτοῦ ναῷ, πάλιν ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλωνίᾳ, καὶ παρεδόθη Σαβανασσάρῳ Ζοροβάβελ τῷ ἐπάρχῳ,
Ἔβγαλε μάλιστα ὁ βασιλεὺς Κῦρος ἀπὸ τὸν ναὸν τῆς Βαβυλῶνος καὶ τὰ ἱερὰ σκεύη, τὰ χρυσᾶ καὶ τὰ ἀσημένια, τὰ ὁποῖα εἶχε πάρει ὁ Ναβουχοδονόσορ ἀπὸ τὸν Ναὸν τῆς Ἱερουσαλὴμ καὶ τὰ εἶχε βάλει εἰς τὸν ναόν του, καὶ τὰ παρέδωσεν εἰς τὸν Σαβανάσσαρον Ζοροβάβελ, ποὺ ἦτο διοικητὴς τῶν Ἰουδαίων.
- 18
καὶ ἐπετάγη αὐτῷ, καὶ ἀπήνεγκε πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν ῾Ιερουσαλὴμ καὶ τὸν ναὸν τοῦ Κυρίου οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου.
Διέταξε δὲ ὁ βασιλεὺς Κῦρος τὸν Ζοροβάβελ καὶ τὰ ἐπανέφερεν εἰς τὸν τόπον των, διὰ να τὰ ἀποθέσῃ εἰς τὸν Ναὸν τῆς Ἱερουσαλήμ. Τὸν διέταξεν ἐπίσης νὰ κτίσῃ τὸν Ναὸν τὸν Κυρίου εἰς τὸν τόπον, ὅπου ἦτο κτισμένος προηγουμένως.
- 19
τότε ὁ Σαβανάσσαρος παραγενόμενος ἀνεβάλετο τοὺς θεμελίους τοῦ οἴκου Κυρίου τοῦ ἐν ῾Ιερουσαλήμ, καὶ ἀπ᾿ ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβε συντέλειαν.
Κατόπιν τῆς διαταγῆς αὐτῆς τοῦ βασιλέως ὁ Σαβανάσσαρος ἦλθεν ἐδῶ καὶ ἐθεμελίωσε τὸν Ναὸν τὸν Κυρίου εἰς τὴν Ἱερουσαλήμ. Αὐτὸς εἶναι ὁ Ναός, ποὺ οἰκοδομεῖται ἀπὸ ἐκείνην τὴν ἡμέραν ἕως τώρα καὶ ποὺ δὲν ἔχει ὁλοκληρωθῇ ἀκόμη.
- 20
νῦν οὖν εἰ κρίνεται, βασιλεῦ, ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ Κύρου·
Τώρα λοιπόν, μεγαλειότατε, ἐὰν τὸ κρίνετε σωστόν, ἂς γίνῃ ἔρευνα εἰς τὰ βασιλικὰ Ἀρχεῖα τὸν βασιλέως Κύρου.
- 21
καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου Κυρίου τοῦ ἐν ῾Ιερουσαλὴμ καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν, προσφωνησάτω ἡμῖν περὶ τούτων».
Καὶ ἐὰν διαπιστωθῆ ὅτι πράγματι ἡ ἀνοικοδόμησις αὐτὴ τοῦ Ναοῦ τοῦ Κυρίου εἰς τὴν Ἱερουσαλὴμ εἶναι σύμφωνος πρὸς τὴν γνώμην τὸν βασιλέως Κύρου καὶ ἐὰν ἐπίσης ἐγκρίνεται καὶ ἀπὸ σέ, τὸν κύριον καὶ βασιλέα μας, παρακαλοῦμεν νὰ μᾶς δώσετε κάποιαν ἀπάντησιν, διὰ νὰ γνωρίζωμεν τὶ νὰ κάμωμεν ὡς πρὸς τὰ θέματα αὐτά.
- 22
Τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι, και εὑρέθη ἐν ᾿Εκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ χώρᾳ τόμος εἷς, ἐν ᾧ ὑπομνημάτιστο τάδε·
Τότε ὁ βασιλεὺς Δαρεῖος διέταξε νὰ ἐρευνήσουν οἱ ἁρμόδιοι ὑπάλληλοι τὰ Ἀρχεῖα, ποὺ ὑπῆρχαν εἰς τὴν Βαβυλῶνα, καὶ εὑρέθη πράγματι εἰς τὸν πύργον τῶν Ἐκβατάνων, πόλεως τῆς χώρας Μηδίας, ἕνας τόμος, εἰς τὸν ὁποῖον εἶχαν καταγραφῆ τὰ ἑξῆς:
- 23
«῎Ετους πρώτου βασιλεύοντος Κύρου βασιλεὺς Κῦρος προσέταξε τὸν οἶκον τοῦ Κυρίου τὸν ἐν ῾Ιερουσαλὴμ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσι διὰ πυρὸς ἐνδελεχοῦς,
Κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας τοῦ Κύρου ὁ βασιλεὺς Κῦρος διέταξε νὰ ἀνεγείρουν τὸν Ναὸν τοῦ Κυρίου εἰς τὴν Ἱερουσαλήμ, εἰς τὸν ὁποῖον θὰ προσφέρωνται θυσίαι ἐπάνω εἰς τὴν φωτιὰν τοῦ θυσιαστηρίου, ποὺ θὰ καίῃ συνεχῶς.
- 24
οὗ τὸ ὕψος πηχῶν ἑξήκοντα, πλάτος πηχῶν ἑξήκοντα, διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός, καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως,
Τὸ ὕψος τοῦ Ναοῦ αὐτοῦ θὰ εἶναι ἑξῆντα πήχεις (τριάντα περίπου μέτρα) καὶ τὸ πλάτος του ἐπίσης ἑξῆντα πήχεις. Θὰ κτισθῇ δὲ μὲ τρεῖς σειρὰς πελεκητῶν λίθων καὶ μίαν σειρὰν ἐντοιχισμένου, ἐγχωρίου καινούργιου ξύλου. Τὰ ἔξοδα διὰ τὴν ἀνοικοδόμησίν του θὰ καλυφθοῦν ἀπὸ τὸ ταμεῖον τοῦ βασιλέως Κύρου.
- 25
καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου Κυρίου τά τε χρυσᾶ καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ οἴκου τοῦ ἐν ῾Ιερουσαλὴμ καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν ῾Ιερουσαλήμ, οὗ ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ.
Διέταξεν ἐπίσης ὁ βασιλεὺς Κῦρος νὰ ἐπιστραφοῦν εἰς τὴν θέσιν των καὶ νὰ τοποθετηθοῦν ἐκεῖ, ὅπου ἦσαν προηγουμένως, εἰς τὸν Ναὸν δηλαδὴ τῆς Ἱερουσαλήμ, τὰ ἱερὰ σκεύη τοῦ Ναοῦ τοῦ Κυρίου, καὶ τὰ χρυσᾶ καὶ τὰ ἀσημένια, τὰ ὁποῖα εἶχε πάρει ἀπὸ τὸν Ναὸν τῆς Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ καὶ τὰ εἶχε μεταφέρει εἰς τὴν Βαβυλῶνα.
- 26
προσέταξε δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνῃ καὶ τοῖς συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα Κυρίου Ζοροβάβελ, ἔπαρχον δὲ τῆς ᾿Ιουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν ᾿Ιουδαίων τὸν οἶκον τοῦ Κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου.
Κατόπιν τούτου ὁ βασιλεὺς Δαρεῖος διέταξε τὸν Σισίννην, τὸν ἔπαρχον τῆς Συρίας καὶ τῆς Φοινίκης, καὶ τὸν Σαθραβουζάνην καὶ τοὺς συντρόφους των, καθὼς καὶ τοὺς ἄλλους ἡγεμόνας, ποὺ ἦσαν τοποθετημένοι εἰς τὴν Συρίαν καὶ τὴν Φοινίκην, νὰ φροντίσουν, ὥστε νὰ ἀπέχουν ἀπὸ κάθε τι, ποὺ ἐσχετίζετο μὲ τὴν ἀνοικοδόμησιν τοῦ Ναοῦ εἰς τὸν τόπον ἐκεῖνον. Τοὺς διέταξε νὰ ἀφήσουν ἐλευθέρους τὸν δοῦλον τοῦ Κυρίου καὶ διοικητὴν τῆς Ἰουδαίας Ζοροβάβελ καὶ τοὺς προεστοὺς τῶν Ἰουδαίων νὰ ἀνοικοδομήσουν τὸν Ναὸν ἐκεῖνον τοῦ Κυρίου εἰς τὸν τόπον του.
- 27
καὶ ἐγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι καὶ ἀτενίσαι, ἵνα συμποιῶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς ᾿Ιουδαίας μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ Κυρίου·
Διατάσσω καὶ ἐγὼ προσωπικῶς, ἔγραψεν ὁ βασιλεὺς Δαρεῖος, νὰ ὁλοκληρωθῇ ἡ ἀνοικοδόμησις τοῦ Ναοῦ αὐτοῦ καὶ νὰ προσέξουν ὅλοι καλά, ὥστε νὰ συνεργασθοῦν καὶ νὰ βοηθήσουν αὐτούς, ποὺ ἐπέστρεψαν εἰς τὴν Ἰουδαίαν ἀπὸ τὴν αἰχμαλωσίαν, ἕως ὅτου ἀποπερατωθῇ ὁ Ναὸς τοῦ Κυρίου.
- 28
καὶ ἀπὸ τῆς φορολογίας Κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις εἰς θυσίαν τῷ Κυρίῳ, Ζοροβάβελ ἐπάρχῳ, εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας,
Διατάσσω ἐπίσης νὰ δίδεται μὲ κάθε ἐπιμέλειαν ἀπὸ τοὺς φόρους, ποὺ εἰσπράττονται εἰς τὴν Κοίλην Συρίαν καὶ τὴν Φοινίκην, οἰκονομικὴ βοήθεια εἰς τοὺς ἀνθρώπους αὐτοὺς ὡς θυσία εἰς τὸν Κύριον νὰ δίδωνται δηλαδὴ εἰς τὸν Ζοροβάβελ, τὸν διοικητὴν τῶν Ἰουδαίων, χρήματα διὰ νὰ ἀγοράζουν τοὺς ταύρους, τὰ κριάρια καὶ τὰ ἀρνιά.
- 29
ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἶνον καὶ ἔλαιον ἐνδελεχῶς κατ᾿ ἐνιαυτόν, καθὼς ἂν οἱ ἱερεῖς οἱ ἐν ῾Ιερουσαλὴμ ὑπαγορεύσωσιν ἀναλίσκεσθαι καθ᾿ ἡμέραν ἀναμφισβητήτως,
Νὰ δίδωνται ἐπίσης χωρὶς καμμίαν ἀντίρρησιν σιτάρι, ἁλάτι, κρασὶ καὶ λάδι συνεχῶς κάθε χρόνον, ὅσα ἀκριβῶς ζητήσουν οἱ ἱερεῖς τῆς Ἱερουσαλὴμ ὡς ἀπαραίτητα διὰ τὰς καθημερινὰς θυσίας των.
- 30
ὅπως προσφέρωνται σπονδαὶ τῷ Θεῷ τῷ ὑψίστῳ ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς,
Θὰ παίρνουν τὴν οἰκονομικὴν αὐτὴν βοήθειαν διὰ νὰ προσφέρουν σπονδὰς καὶ θυσίας εἰς τὸν ὕψιστον Θεὸν ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων του καὶ διὰ νὰ προσεύχωνται ὑπὲρ τῆς ζωῆς των.
- 31
καὶ προστάξαι ἵνα ὅσοι ἐὰν παραβῶσί τι τῶν γεγραμμένων καὶ ἀκυρώσωσι, ληφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπὶ τούτου κρεμασθῆναι καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά.
Εἶπεν ἐπίσης ὁ βασιλεὺς Δαρεῖος νὰ γραφῇ καὶ ἡ ἐξῆς διαταγή: Ὅσοι θὰ παραβοῦν κάτι ἀπὸ τὰς γραπτὰς αὐτὰς διαταγὰς καὶ ἀκυρώσουν κάποιαν ἐντολήν, θὰ κρεμασθοῦν ἐπάνω εἰς ἕνα ξύλον, ποὺ θὰ τὸ πάρουν μάλιστα ἀπὸ τὰ ἰδικά τους ξύλα. Ἐπὶ πλέον θὰ δημευθῇ ἡ περιουσία των καὶ θὰ περιέλθῃ εἰς τὸν βασιλέα.
- 32
διὰ ταῦτα καὶ ὁ Κύριος, οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ, ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον Κυρίου ἐκεῖνον τὸν ἐν ῾Ιερουσαλήμ.
Εὔχομαι λοιπόν, κατέληξεν ὁ βασιλεύς, ὁ Κύριος, τοῦ Ὁποίου τὸ ὄνομα λατρεύεται εἰς τὸν Ναὸν ἐκεῖνον, νὰ ἐξοντώσῃ κάθε βασιλέα ἡ λαόν, ὁ ὁποῖος θὰ ἀπλώσῃ τὸ χέρι του διὰ νὰ ἐμποδίσῃ τὴν ἀνέγερσιν ἢ νὰ βλάψῃ κατὰ ὁποιουδήποτε τρόπον τὸν Ναὸν ἐκεῖνον τοῦ Κυρίου εἰς τὴν Ἱερουσαλήμ.
- 33
ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίνεσθαι».
Ἐγώ, ὁ βασιλεὺς Δαρεῖος, ἀπεφάσισα καὶ διέταξα νὰ γίνουν ὅλα αὐτὰ μὲ κάθε ἐπιμέλειαν.
