Α΄ Έσδρας, κεφάλαιο 7
- 1
ΤΟΤΕ Σισίννης ἔπαρχος Κοίλης Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνης καὶ οἱ συνεταῖροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν
Μετὰ τὴν ἀπάντησιν αὐτὴν τοῦ βασιλέως Δαρείου ὁ Σισίννης, ὁ ἔπαρχος τῆς Κοίλης Συρίας καὶ τῆς Φοινίκης, καὶ ὁ Σαθραβουζάνης καὶ οἱ σύμμαχοί των ἡγεμόνες συνεμορφώθησαν ἀμέσως πρὸς τὰς διαταγὰς τοῦ βασιλέως.
- 2
ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν ᾿Ιουδαίων καὶ ἱεροστάταις.
Καὶ ἐπιστατοῦσαν μὲ μεγαλύτερον ἐνδιαφέρον εἰς τὰ ἱερὰ ἔργα τῆς ἀνοικοδομήσεως τοῦ Ναοῦ καὶ ἐβοηθοῦσαν τοὺς προεστοὺς τῶν Ἰουδαίων καὶ τοὺς προϊσταμένους τῶν ἱεροπραξιῶν τοῦ Ναοῦ.
- 3
καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων ᾿Αγγαίου καὶ Ζαχαρίου τῶν προφητῶν.
Ἔτσι ἐπροχωροῦσαν κανονικῶς τὰ ἱερὰ ἔργα μὲ τὴν βοήθειαν καὶ τῶν προφητῶν Ἀγγαίου καὶ Ζαχαρίου, οἱ ὁποῖοι ἐπροφήτευαν τότε καὶ καθωδηγοῦσαν τοὺς Ἰουδαίους ὡς ἐκπρόσωποι τοῦ Θεοῦ.
- 4
καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος Κυρίου Θεοῦ ᾿Ισραήλ, καὶ μετὰ τῆς γνώμης τοῦ Κύρου καὶ Δαρείου καὶ ᾿Αρταξέρξου βασιλέων Περσῶν
Κατευωδώθηκαν δὲ καὶ ὠλοκληρώθηκαν τὰ ἔργα τῆς ἀνεγέρσεως τοῦ Ναοῦ συμφώνως πρὸς τὴν ἐντολὴν τοῦ Κυρίου καὶ Θεοῦ τοῦ Ἰσραὴλ καὶ μὲ τὴν ἔγκρισιν τῶν βασιλέων τῶν Περσῶν Κύρου, Δαρείου καὶ Ἀρταξέρξου.
- 5
συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς ῎Αδαρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου.
Ἡ ἀποπεράτωσις τῆς ἀνεγέρσεως τοῦ ἁγίου Ναοῦ τοῦ Κυρίου ἔγινεν εἰς τὰς εἴκοσι τρεῖς τοῦ μηνὸς Ἄδαρ καὶ κατὰ τὸ ἕκτον ἔτος τῆς βασιλείας τοῦ Δαρείου.
- 6
καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ·
Ἐτήρησαν δὲ οἱ Ἰσραηλῖται καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ὑπόλοιποι, ποὺ ἐπανῆλθαν ἐλεύθεροι ἀπὸ τὴν αἰχμαλωσίαν, ὅλα, ὅσα ἦσαν γραμμένα εἰς τὸ θεόπνευστον βιβλίον τοῦ Μωϋσέως, δηλαδὴ τὴν Πεντάτευχον, σχετικῶς πρὸς τὸν οἶκον τῆς λατρείας τοῦ Κυρίου.
- 7
καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ Κυρίου ταύρους ἑκατόν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίους,
Διὰ να ἐγκαινιάσουν δὲ τὸν Ναὸν τοῦ Κυρίου προσέφεραν καὶ ἐθυσίασαν ἑκατὸν ταύρους, διακόσια κριάρια καὶ τετρακόσια ἀρνιά.
- 8
χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ ᾿Ισραὴλ δώδεκα πρὸς ἀριθμόν, ἐκ τῶν φυλάρχων τοῦ ᾿Ισραὴλ δώδεκα.
Προσέφεραν ἐπίσης, ὡς θυσίαν ἐξιλεώσεως διὰ τὰς ἁμαρτίας ὅλων τῶν Ἰσραηλιτῶν, δώδεκα τράγους, ὅσος ἦτο δηλαδὴ καὶ ὁ ἀριθμὸς τῶν ἀρχηγῶν τῶν δώδεκα φυλῶν των.
- 9
καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται κατὰ φυλὰς ἐστολισμένοι ἐπὶ τῶν ἔργων Κυρίου Θεοῦ ᾿Ισραὴλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ καὶ οἱ θυρωροὶ ἐφ᾿ ἑκάστου πυλῶνος.
Ἐστάθηκαν δὲ κατὰ πατριὰς οἱ ἱερεῖς καὶ οἱ Λευῖται μὲ τὰς ἱερατικὰς στολάς των διὰ νὰ λειτουργοῦν ἐνώπιον τοῦ Κυρίου καὶ Θεοῦ τοῦ Ἰσραήλ, συμφώνως πρὸς τὰς γραπτὰς ὁδηγίας τοῦ Θεοῦ, ποὺ ἐγράφησαν εἰς τὸ θεόπνευστον βιβλίον τοῦ Μωϋσέως. Ἐστάθηκαν ἐπίσης καὶ οἱ θυρωροὶ εἰς τὰς θέσεις των εἰς κάθε πύλην.
- 10
καὶ ἠγάγοσαν οἱ υἱοὶ ᾿Ισραὴλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πάσχα ἐν τῇ τεσσαρεσκαιδεκάτη τοῦ πρώτου μηνός· ὅτι ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἅμα
Καὶ ἀφοῦ εἶχαν ἑξαγνισθῆ πλέον ὅλοι μαζὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, ἑώρτασαν οἱ Ἰσραηλῖται, ποὺ ἐπανῆλθαν ἀπὸ τὴν αἰχμαλωσίαν, τὴν ἑορτὴν τοῦ Πάσχα κατὰ τὴν δεκάτην τετάρτην ἡμέραν τοῦ πρώτου μηνός, δηλαδὴ τοῦ Νισάν.
- 11
καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας, ὅτι ἡγνίσθησαν, ὅτι οἱ Λευῖται ἅμα πάντες ἡγνίσθησαν.
Ἑώρτασαν δὲ καὶ ὅλοι οἰ Ἰσραηλῖται, διότι εἶχαν ἐξαγνισθῆ καὶ αὐτοὶ μετὰ τὸν ἑξαγνισμὸν ὅλων μαζὶ τῶν Λευιτῶν.
- 12
καὶ ἔθυσαν τὸ πάσχα πᾶσι τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι καὶ ἑαυτοῖς.
Οἱ δὲ Λευῖται προσέφεραν καὶ ἐθυσίασαν τὸν πασχάλιον ἀμνὸν δι’ ὅλους τοὺς Ἰσμαηλίτας, ποὺ ἐγύρισαν εἰς τὴν πατρίδα των ἐλεύθεροι ἀπὸ τὴν αἰχμαλωσίαν, καθὼς ἐπίσης καὶ διὰ τοὺς ἀδελφούς των τοὺς ἱερεῖς καὶ διὰ τοὺς ἑαυτους των.
- 13
καὶ ἐφάγοσαν οἱ υἱοὶ ᾿Ισραὴλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς, ζητοῦντες τὸν Κύριον.
Καὶ ἔφαγαν ἔτσι τὸν πασχάλιον ἀμνὸν οἱ Ἰσραηλῖται, ποὺ ἐπέστρεψαν ἀπὸ τὴν αἰχμαλωσίαν, ὅλοι ἐκεῖνοι ποὺ ἀπεμακρύνθησαν ἀπὸ τὰ βδελυκτὰ εἴδωλα καὶ ἔθιμα τῶν εἰδωλολατρικῦν λαῶν τῆς γῆς καὶ εἶχαν θερμὸν πόθον νὰ λατρεύουν τὸν Κύριον.
- 14
καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι Κυρίου,
Ἑώρτασαν ἐπίσης ἐπὶ ἑπτὰ ἡμέρας καὶ τὴν ἑορτὴν τῶν Ἀζύμων καὶ εὐφραίνοντο ἐνώπιον τοῦ Κυρίου.
- 15
ὅτι μετέστρεψε τὴν βουλὴν τοῦ βασιλέως ᾿Ασσυρίων ἐπ᾿ αὐτοὺς κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα Κυρίου Θεοῦ ᾿Ισραήλ.
Ἡ χαρὰ καὶ ἡ εὐφροσύνη των ὠφείλετο εἰς τὸ ὅτι ἄλλαξε ὁ Κύριος τὴν διάθεσιν τοῦ βασιλέως τῶν Ἀσσυρίων ὑπὲρ αὐτῶν καὶ ἐδυνάμωσε τὰ χέρια των, ὥστε νὰ φέρουν εἰς πέρας τὰ ἱερὰ ἔργα τοῦ Ναοῦ τοῦ Κυρίου καὶ Θεοῦ τοῦ Ἰσραήλ.
