Α΄ Έσδρας, κεφάλαιο 5
- 1
ΜΕΤΑ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν.
Μετὰ τὴν διαταγὴν αὐτὴν τοῦ βασιλέως τῶν Περσῶν Δαρείου ἀπεφάσισαν οἱ ἐπὶ κεφαλῆς τῶν πατριαρχικῶν οἰκογενειῶν τῶν Ἰουδαίων νὰ φύγουν καὶ νὰ ἔλθουν εἰς τὰ ὑψώματα τῆς Ἱερουσαλήμ. Ἐχωρίσθηκαν δηλαδὴ κατὰ φυλὰς καὶ ἐπῆραν μαζί των τὰς γυναῖκας των, τοὺς υἱούς των καὶ τὰς θυγατέρας των, καθὼς ἐπίσης καὶ τοὺς δούλους καὶ τὰς δούλας των καὶ τὰ ζῶα των.
- 2
καὶ Δαρεῖος συναπέστειλε μετ᾿ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτούς εἰς ῾Ιερουσαλὴμ μετ᾿ εἰρήνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ αὐλῶν·
Ὁ δὲ Δαρεῖος ἔστειλε μαζί των, διὰ νὰ τοὺς συνοδεύουν εἰς τὸν δρόμον, χιλίους ἱππεῖς μὲ τὴν ἐντολὴν νὰ τοὺς ὁδηγήσουν καὶ νὰ τοὺς ἐγκαταστήσουν εἰς τὴν Ἱερουσαλὴμ μὲ ἀσφάλειαν καὶ μὲ συνοδείαν μουσικῶν τυμπάνων καὶ αὐλῶν.
- 3
καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες, καὶ ἐποίησεν αὐτοῖς συναναβῆναι μετ᾿ ἐκείνων.
Ὅλοι δὲ οἱ συγγενεῖς τῶν Ἰουδαίων ἐπανηγύριζαν καὶ παρεκινήθησαν νὰ ἀνέβουν καὶ αὐτοὶ εἰς τὴν Ἱερουσαλὴμ μαζὶ μὲ ἐκείνους.
- 4
Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν.
Τὰ δὲ ὀνόματα τῶν ἀνδρῶν, ποὺ ἀνέβηκαν ἐλεύθεροι εἰς τὰ Ἱεροσόλυμα κατὰ οἰκογενείας καὶ κατὰ τὰς φυλάς των καὶ ἐγκατεστάθησαν εἰς τὰ κληρονομικὰ ἐδάφη των, ἦσαν τὰ ἑξῆς:
- 5
οἱ ἱερεῖς υἱοὶ Φινεὲς υἱοῦ ᾿Ααρών· ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ τοῦ Σαραίου καὶ ᾿Ιωακὶμ ὁ τοῦ Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυίδ, ἐκ τῆς γενεᾶς Φαρές, φυλῆς δὲ ᾿Ιούδα,
Πρωτίστως οἱ ἱερεῖς, οἱ ἀπόγονοι τοῦ Φινεές, ποὺ κατήγετο ἀπὸ τὸν Ἀαρών, Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσεδέκ, ποὺ ἦτο υἱὸς τοῦ Σαραίου, καὶ Ἰωακίμ, ὁ υἱὸς τοῦ Ζοροβάβελ, τοῦ υἱοῦ τοῦ Σαλαθιήλ, ποὺ κατήγετο ἀπὸ τὴν πατριαρχικὴν οἰκογένειαν τοῦ Δαβὶδ καὶ ἀνῆκεν εἰς τὴν γενεὰν τοῦ Φαρὲς τῆς φυλῆς Ἰούδα.
- 6
ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισὰν τοῦ πρώτου μηνός.
Ὁ Ζοροβάβελ ἦτο ἐκεῖνος, ὁ ὁποῖος ἐπὶ τοῦ βασιλέως τῶν Περσῶν Δαρείου καὶ κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας του καὶ συγκεκριμένως τὸν πρῶτον μῆνα Νισὰν εἶπε σοφὰ λόγια, ποὺ ἐπηρέασαν τὸν βασιλέα καὶ τὸν ἔκαμαν νὰ φανῇ εὐνοϊκὸς ὑπὲρ τῶν Ἰουδαίων.
- 7
εἰσὶ δὲ οὗτοι οἱ ἐκ τῆς ᾿Ιουδαίας ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα
Αὐτοὶ δὲ ποὺ κατήγοντο ἀπὸ τὴν Ἰουδαίαν καὶ ἐπανῆλθαν ἀπὸ τὸν τόπον τῆς αἰχμαλωσίας των, δηλαδὴ ἀπὸ τὴν Βαβυλῶνα, ὅπου τοὺς εἶχε μεταφέρει ὁ βασιλεὺς τῆς Βαβυλῶνος Ναβουχοδονόσορ, ἦσαν οἱ κατωτέρω.
- 8
καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλὴμ καὶ τὴν λοιπὴν ᾿Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβάβελ καὶ ᾿Ιησοῦ, Νεεμίου, Ζαραίου, Ρησαίου, ᾿Ενηνέος, Μαρδοχαίου, Βεελσάρου, ᾿Ασφαράσου, Ρεελίου, Ροΐμου, Βαανά, τῶν προηγουμένων αὐτῶν.
Ἐπέστρεψαν δὲ εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς τὴν ὑπόλοιπον Ἰουδαίαν καθένας εἰς τὴν πόλιν των μὲ ἐπὶ κεφαλῆς των τὸν Ζοροβάβελ, τὸν Ἰησοῦν, τὸν Νεεμίαν, τὸν Ζαραῖον, τὸν Ρησαῖον, τὸν Ἐνηνέον, τὸν Μαρδοχαῖον, τὸν Βεελσάρον, τὸν Ἀσφαράσον, τὸν Ρεελίαν, τὸν Ροΐμον καὶ τὸν Βαανά.
- 9
ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φόρος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομηκονταδύο. υἱοὶ Σαφὰτ τετρακόσιοι ἑβδομηκονταδύο.
Ὁ ἀριθμὸς ὅλων αὐτῶν τῶν ἀπογόνων τοῦ ἔθνους τῶν Ἰουδαίων μὲ τοὺς δώδεκα ἀρχηγούς των ἦτο ὁ ἑξῆς: Ἀπὸ τὴν πατριαρχικὴν οἰκογένειαν τοῦ Φόρος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομῆντα δύο (2.172). Ἀπὸ τὴν πατριαρχικὴν οἰκογένειαν τοῦ Σαφὰτ τετρακόσιοι ἑβδομῆντα δύο (472).
- 10
υἱοὶ ᾿Αρὲς ἑπτακόσιοι πεντηκονταέξ.
Ἑπτακόσιοι πενῆντα ἕξι (756) ἀπόγονοι τοῦ Ἀρές.
- 11
υἱοὶ Φαὰθ Μωὰβ εἰς τοὺς υἱοὺς ᾿Ιησοῦ καὶ ᾿Ιωὰβ δισχίλιοι ὀκτακόσιοι δεκαδύο.
Δύο χιλιάδες ὀκτακόσιοι δώδεκα (2.812) ἀπόγονοι τοῦ Φαὰθ Μωὰβ τῶν πατριαρχικῶν οἰκογενειῶν τοῦ Ἰησοῦ καὶ τοῦ Ἰωάβ.
- 12
υἱοὶ ᾿Ηλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες. υἱοὶ Ζαθουΐ ἐνακόσιοι ἑβδομηκονταπέντε. υἱοὶ Χορβὲ ἑπτακόσιοι πέντε. υἱοὶ Βανὶ ἑξακόσιοι τεσσαρακονταοκτώ.
Χίλιοι διακόσιοι πενῆντα τέσσερις (1.254) ἀπόγονοι τοῦ Ἠλάμ. Ἐννεακοσιοι ἑβδομῆντα πέντε (975) ἀπόγονοι τὸν Ζαθουΐ. Ἑπτακόσιοι πέντε (705) ἀπόγονοι τοῦ Χορβέ. Ἑξακόσιοι σαράντα ὀκτὼ (648) ἀπόγονοι τοῦ Βανί.
- 13
υἱοὶ Βηβαὶ ἑξακόσιοι τριακοντατρεῖς. υἱοὶ ᾿Αργαὶ χίλιοι τριακόσιοι εἰκοσιδύο.
Ἑξακόσιοι τριάντα τρεῖς (633) ἀπόγονοι τοῦ Βηβαί. Χίλιοι τριακόσιοι εἴκοσι δύο (1.322) ἀπόγονοι τοῦ Ἀργαί.
- 14
υἱοὶ ᾿Αδωνικὰν ἑξακόσιοι τριακονταεπτά. υἱοὶ Βαγοΐ δισχίλιοι ἑξακόσιοι ἕξ. υἱοὶ ᾿Αδινοὺ τετρακόσιοι πεντηκοντατέσσαρες.
Ἑξακόσιοι τριάντα ἑπτὰ (637) ἀπόγονοι τοῦ Ἀδωνικάν. Δύο χιλιάδες ἑξακόσιοι ἕξι (2.606) ἀπόγονοι τοῦ Βαγοΐ. Τετρακόσιοι πενῆντα τέσσερις (454) ἀπόγονοι τοῦ Ἀδινοῦ.
- 15
υἱοὶ ᾿Ατὴρ ᾿Εζεκίου ἐνενηκονταδύο. υἱοὶ Κιλὰν καὶ ᾿Αζηνὰν ἑξηκονταεπτά. υἱοὶ ᾿Αζαροὺ τετρακόσιοι τριακονταδύο.
Ἐνενήντα δύο (92) ἀπόγονοι τοῦ Ἀτήρ, τοῦ υἱοῦ τοῦ Ἐζεκίου. Ἑξῆντα ἑπτὰ (67) ἀπόγονοι τοῦ Κιλὰν καὶ τοῦ Ἀζηνάν. Τετρακόσιοι τριάντα δύο (432) ἀπόγονοι τοῦ Ἀζαρού.
- 16
υἱοὶ ᾿Αννὶς ἑκατὸν εἷς. υἱοὶ ᾿Αρὸμ τριακονταδύο. υἱοὶ Βασαὶ τριακόσιοι εἰκοσιτρεῖς. υἱοὶ ᾿Αρσιφουρὶθ ἑκατὸν δύο.
Ἑκατὸν ἕνας (101) ἀπόγονοι τοῦ Ἀννίς. Τριάντα δύο (32) ἀπόγονοι τοῦ Ἀρόμ. Τριακόσιοι εἴκοσι τρεῖς (323) ἀπόγονοι τοῦ Βασαί. Ἑκατὸν δύο (102) ἀπόγονοι τοῦ Ἀρσιφουρίθ.
- 17
υἱοὶ Βαιτηροὺς τρισχίλιοι πέντε. υἱοὶ ἐκ Βαιθλωμῶν ἑκατὸν εἰκοσιτρεῖς.
Τρεῖς χιλιάδες πέντε (3.005) ἀπόγονοι τοῦ Βαιτηρούς. Ἑκατὸν εἴκοσι τρεῖς (123) κάτοικοι τῆς Βαιθλωμῶν.
- 18
οἱ ἐκ Νετωφὰς πεντηκονταπέντε. οἱ ἐξ ᾿Αναθὼθ ἑκατὸν πεντηκονταοκτώ. οἱ ἐκ Βαιθασμὼν τεσσαρακονταδύο.
Πενῆντα πέντε (55) κάτοικοι τῆς Νετωφάς. Ἑκατὸν πενῆντα ὀκτὼ (158) κάτοικοι τῆς Ἀναθώθ. Σαράντα δύο (42) κάτοικοι τῆς Βαιθασμών.
- 19
οἱ ἐκ Καριαθιρὶ εἰκοσιπέντε. οἱ ἐκ Καφείρας καὶ Βηρὼγ ἑπτακόσιοι τεσσαρακοντατρεῖς.
Εἴκοσι πέντε (25) κάτοικοι τῆς Καριαθιρί. Ἑπτακόσιοι σαράντα τρεῖς (743) κάτοικοι τῆς Καφείρας καὶ τῆς Βηρώγ.
- 20
οἱ Χαδιασαὶ καὶ ᾿Αμμίδιοι τετρακόσιοι εἰκοσιδύο. οἱ ἐκ Κιραμᾶς καὶ Γαββῆς ἑξακόσιοι εἴκοσιν εἷς.
Τετρακόσιοι εἴκοσι δύο (422) Χαδιασαὶ καὶ Ἀμμίδιοι. Ἑξακόσιοι εἴκοσι ἕνας (621) ἀπὸ τὴν Κιραμὰς καὶ τὴν Γαββῆς.
- 21
οἱ ἐκ Μακαλὼν ἑκατὸν εἰκοσιδύο. οἱ ἐκ Βετολίω πεντηκονταδύο. υἱοὶ Νιφὶς ἑκατὸν πεντηκονταέξ.
Ἑκατὸν εἴκοσι δύο (122) ἀπὸ τὴν Μακαλών. Πενῆντα δύο (52) ἀπὸ τὴν Βετολίω. Ἑκατὸν πενῆντα ἕξι (156) ἀπόγονοι τοῦ Νιφίς.
- 22
υἱοὶ Καλαμωλάλου καὶ ᾿Ωνοὺς ἑπτακόσιοι εἰκοσιπέντε. υἱοὶ ῾Ιερεχοὺ διακόσιοι τεσαρακονταπέντε.
Ἑπτακόσιοι εἴκοσι πέντε (725) ἀπόγονοι τοῦ Καλαμωλάλου καὶ τοῦ Ὠνούς. Διακόσιοι σαράντα πέντε (245) ἀπόγονοι τοῦ Ἱερεχού.
- 23
υἱοὶ Σανάας τρισχίλιοι τριακόσιοι εἷς.
Τρεῖς χιλιάδες τριακόσιοι ἕνας (3.301) ἀπόγονοι τοῦ Σανάας.
- 24
οἱ ἱερεῖς οἱ υἱοὶ ᾿Ιεδδοὺ τοῦ ᾿Ιησοῦ εἰς τοὺς υἱοὺς Σανασὶβ ὀκτακόσιοι ἑβδομήκονταδύο. υἱοὶ ᾿Εμμηροὺθ διακόσιοι πεντηκονταδύο.
Ὀκτακόσιοι ἑβδομῆντα δύο (872) ἱερεῖς, ἀπόγονοι τοῦ Ἰεδδού, τοῦ υἱοῦ τοῦ Ἰησοῦ, ποὺ προήρχοντο ἀπὸ τὸν Σανασίβ. Διακόσιοι πενῆντα δύο (252) ἀπόγονοι τοῦ Ἐμμηρούθ.
- 25
υἱοὶ Φασσούρου χίλιοι τεσσαρακονταεπτά. υἱοὶ Χαρμὶ διακόσιοι δεκαεπτά.
Χίλιοι σαράντα ἑπτά( 1.047) ἀπόγονοι τοῦ Φασούρου. Διακόσιοι δεκαεπτά (217) ἀπόγονοι τοῦ Χαρμί.
- 26
οἱ Λευῖται οἱ υἱοὶ ᾿Ιησοῦ καὶ Καδμιήλου καὶ Βάννου καὶ Σουδίου ἑβδομηκοντατέσσαρες.
Ἑβδομῆντα τέσσερις (74) Λευῖται, ἀπόγονοι τοῦ Ἰησοῦ, τοῦ Καδοήλου, τοῦ Βάννου καὶ τοῦ Σουδίου.
- 27
οἱ ἱεροψάλται υἱοὶ ᾿Ασὰφ ἑκατὸν εἰκοσιοκτώ.
Ἑκατὸν εἴκοσι ὀκτώ (128) ἱεροψάλται, ἀπόγονοι τοῦ Ἀσάφ.
- 28
οἱ θυρωροὶ υἱοὶ Σαλούμ, υἱοὶ ᾿Ατάρ, υἱοὶ Τολμάν, υἱοὶ Δακούβ, υἱοὶ ᾿Ατητά, υἱοὶ Τωβίς, πάντες ἑκατὸν τριακονταεννέα.
Ἑκατὸν τριάντα ἐννέα (139) ἐν συνόλῳ θυρωροί, ἀπόγονοι τοῦ Σαλούμ, τοῦ Ἀτάρ, τοῦ Τολμάν, τοῦ Δακούβ, τοῦ Ἀτητὰ καὶ τοῦ Τωβίς.
- 29
οἱ ἱερόδουλοι, υἱοὶ ῾Ησαῦ, υἱοὶ ᾿Ασιφά, υἱοὶ Ταβαώθ, υἱοὶ Κηράς, υἱοὶ Σουδά, υἱοὶ Φαλαίου, υἱοὶ Λαβανά, υἱοὶ ᾿Αγραβά,
Καὶ οἱ ἑξῆς ὑπηρέται τοῦ Ναοῦ: Οἱ ἀπόγονοι τοῦ Ἡσαῦ, οἱ ἀπόγονοι τοῦ Ἀσιφά, οἱ ἀπόγονοι τοῦ Ταβαώθ, οἱ ἀπόγονοι τοῦ Κηράς, οἱ ἀπόγονοι τοῦ Σουδά, οἱ ἀπόγονοι τοῦ Φαλαίου, οἱ ἀπόγονοι τοῦ Λαβανά, οἱ ἀπόγονοι τοῦ Ἀγραβά,
- 30
υἱοὶ ᾿Ακούδ, υἱοὶ Οὐτά, υἱοὶ Κητάβ, υἱοὶ ᾿Ακκαβά, υἱοὶ Συβαΐ, υἱοὶ ᾿Ανάν, υἱοὶ Καθουά, υἱοὶ Γεδδούρ,
οἱ ἀπόγονοι τοῦ Ἀκούδ, οἱ ἀπόγονοι τοῦ Οὐτά, οἱ ἀπόγονοι τοῦ Κητάβ, οἱ ἀπόγονοι τοῦ Ἀκκαβά, οἱ ἀπόγονοι τοῦ Συβαΐ, οἱ ἀπόγονοι τοῦ Ἀνάν, οἱ ἀπόγονοι τοῦ Καθονά, οἱ ἀπόγονοι τοῦ Γεδδούρ,
- 31
υἱοὶ ᾿Ιαΐρου, υἱοὶ Δαισάν, υἱοὶ Νοεβά, υἱοὶ Χασεβά, υἱοὶ Καζηρά, υἱοὶ ᾿Οζίου, υἱοὶ Φινοέ, υἱοὶ ᾿Ασαρά, υἱοὶ Βασθαΐ, υἱοὶ ᾿Ασσανά, υἱοὶ Μανί, υἱοὶ Ναφισί, υἱοὶ ᾿Ακούφ, υἱοὶ ᾿Αχιβά, υἱοὶ ᾿Ασούβ, υἱοὶ Φαρακέμ, υἱοὶ Βασαλέμ,
οἱ ἀπόγονοι τοῦ Ἰαΐρου, οἱ ἀπόγονοι τοῦ Δαισάν, οἱ ἀπόγονοι τοῦ Νοεβά, οἱ ἀπόγονοι τοῦ Χασεβά, οἱ ἀπόγονοι τοῦ Καζηρά, οἱ ἀπόγονοι τοῦ Ὀζίου, οἱ ἀπόγονοι τοῦ Φινοέ, οἱ ἀπόγονοι τοῦ Ἀσαρά, οἱ ἀπόγονοι τὸν Βασθαΐ, οἱ ἀπόγονοι τοῦ Ἀσσανά, οἱ ἀπόγονοι τοῦ Μανί, οἱ ἀπόγονοι τοῦ Ναφισί, οἱ ἀπόγονοι τοῦ Ἀκούφ, οἱ ἀπόγονοι τοῦ Ἀχιβά, οἱ ἀπόγονοι τὸν Ἀσούβ, οἱ ἀπόγονοι τοῦ Φαρακέμ, οἱ ἀπόγονοι τοῦ Βασαλέμ,
- 32
υἱοὶ Μεεδδά, υἱοὶ Κουθά, υἱοὶ Χαρέα, υἱοὶ Βαρχουέ, υἱοὶ Σεράρ, υἱοὶ Θομοΐ, υἱοὶ Νασί, υἱοὶ ᾿Ατεφά.
οἱ ἀπόγονοι τοῦ Μεεδδά, οἱ ἀπόγονοι τοῦ Κονθά, οἱ ἀπόγονοι τοῦ Χαρέα, οἱ ἀπόγονοι τοῦ Βαρχονέ, οἱ ἀπόγονοι τοῦ Σεράρ, οἱ ἀπόγονοι τοῦ Θομοΐ, οἱ ἀπόγονοι τοῦ Νασί, οἱ ἀπόγονοι τοῦ Ἀτεφά.
- 33
υἱοὶ παίδων Σαλωμών, υἱοὶ ᾿Ασσαπφιώθ, υἱοὶ Φαριρά, υἱοὶ ᾿Ιειηλί, υἱοὶ Λοζών, υἱοὶ ᾿Ισραήλ, υἱοὶ Σαφυΐ,
Μαζί των ἐπίσης ἦσαν καὶ οἱ ἀπόγονοι τῶν δούλων τοῦ βασιλέως Σολομῶντος, οἱ ἀπόγονοι τοῦ Ἀσσαπφιώθ, οἱ ἀπόγονοι τοῦ Φαριρά, οἱ ἀπόγονοι τοῦ Ἰειηλί, οἱ ἀπόγονοι τοῦ Λοζών, οἱ ἀπόγονοι τοῦ Ἰσραήλ, οἱ ἀπόγονοι τοῦ Σαφυΐ,
- 34
υἱοὶ ᾿Αγιά, υἱοὶ Φαχαρέθ, υἱοὶ Σαβιή, υἱοὶ Σαρωθί, υἱοὶ Μισαίας, υἱοὶ Τάς, υἱοὶ ᾿Αδδούς, υἱοὶ Σουβά, υἱοὶ ᾿Αφερρά, υἱοὶ Βαρωδίς, υἱοὶ Σαφάγ, υἱοὶ ᾿Αλλών.
οἱ ἀπόγονοι τοῦ Ἀγιά, οἱ ἀπόγονοι τοῦ Φαχαρέθ, οἱ ἀπόγονοι τοῦ Σαβιή, οἱ ἀπόγονοι τοῦ Σαρωθί, οἱ ἀπόγονοι τοῦ Μισαίας, οἱ ἀπόγονοι τοῦ Τάς, οἱ ἀπόγονοι τοῦ Ἀδδούς, οἱ ἀπόγονοι τοῦ Σουβά, οἱ ἀπόγονοι τοῦ Ἀφερρά, οἱ ἀπόγονοι τοῦ Βαρωδίς, οἱ ἀπόγονοι τοῦ Σαφὰγ καὶ οἱ ἀπόγονοι τοῦ Ἀλλών.
- 35
πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμὼν τριακόσιοι ἑβδομηκονταδύο.
Ὅλοι αὐτοὶ οἱ ὑπηρέται τοῦ Ναοῦ μαζὶ μὲ τοὺς ἀπογόνους τῶν δούλων τοῦ βασιλέως Σολομῶντος ἦσαν τριακόσιοι ἑβδομῆντα δύο (372).
- 36
οὗτοι ἀναβάντες ἀπὸ Θερμελὲθ καὶ Θελερσάς, ἡγούμενος αὐτῶν Χαρααθαλὰν καὶ ᾿Ααλάρ.
Ἀνέβηκαν ἐπίσης μαζὶ μὲ τοὺς Ἰουδαίους καὶ ἐκεῖνοι ποὺ κατήγοντο ἀπὸ τὴν Θερμελὲθ καὶ τὴν Θελερσάς, μὲ ἀρχηγούς των τὸν Χαρααθαλὰν καὶ τὸν Ἀαλάρ.
- 37
καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεάς, ὡς ἐκ τοῦ ᾿Ισραήλ εἰσιν· υἱοὶ Δαλὰν τοῦ υἱοῦ τοῦ Βαενάν, υἱοὶ Νεκωδὰν ἑξακόσιοι πεντηκονταδύο.
Τοὺς ἀκολούθησαν ἐπίσης καὶ ὡρισμένοι, ποὺ δὲν ἠμποροῦσαν νὰ βεβαιώσουν ὅτι αἱ πατριαρχικαὶ οἰκογένειαί των καὶ αἱ γενεαί των ἀνῆκαν εἰς τὰς φυλὰς τοῦ Ἰσραήλ. Αὐτοὶ ἦσαν ἐν συνόλῳ ἑξακόσιοι πενῆντα δύο (652) καὶ ἀνῆκαν εἰς τὴν γενεὰν τοῦ Δαλάν, τοῦ υἱοῦ τοῦ Βαενάν, καὶ εἰς τὴν γενεὰν τοῦ Νεκωδάν.
- 38
καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν· υἱοὶ ᾿Οβδία, υἱοὶ ᾿Ακβώς, υἱοὶ ᾿Ιαδδοὺ τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ.
Ἀνέβηκαν ἐπίσης καὶ μερικοί, ποὺ ἔλεγαν ὅτι ἦσαν ἱερεῖς, ἀλλὰ δὲν ἠμποροῦσαν νὰ ἀποδείξουν μὲ γραπτὰ πιστοποιητικὰ τὴν ἱερατικήν των ἰδιότητα. Αὐτοὶ ἦσαν οἰ ἀπόγονοι τοῦ Ὀβδία, οἱ ἀπόγονοι τοῦ Ἀκβὼς καὶ οἱ ἀπόγονοι τοῦ Ἰαδδού, ὁ ὁποῖος εἶχε πάρει ὡς σύζυγόν του τὴν Αὐγίαν, μίαν ἀπὸ τὰς θυγατέρας τοῦ Φαηζελδαίου, καὶ ἐπῆρε μάλιστα τὸ ὄνομά του.
- 39
καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν.
Αὐτοί, ἀφοῦ ἔγινε ἔρευνα διὰ τὸ ἐὰν κατήγοντο ἢ ὄχι ἀπὸ τὴν ἱερατικὴν φυλὴν καὶ ἐπειδὴ δὲν εὑρέθη τὸ ὄνομά των εἰς τοὺς ἱερατικοὺς καταλόγους, ἀπεκλείσθησαν ἀπὸ τὴν ἱερατικὴν διακονίαν.
- 40
καὶ εἶπεν αὐτοῖς Νεεμίας καὶ ᾿Ατθαρίας μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν.
Τοὺς εἶπε δὲ ὁ Νεεμίας μαζὶ μὲ τὸν Ἀτθαρίαν νὰ μὴ μετέχουν εἰς τὰ ἱερὰ διακονήματα τοῦ Ναοῦ, ἕως ὅτου ἐκλεγῇ ἀρχιερεύς, ὁ ὁποῖος θὰ ἔφερεν ἐπάνω του τὰ δύο εἰδικὰ ἐμβλήματα τοῦ ἀρχιερατικοῦ ἀξιώματος, δηλαδὴ τὴν Δήλωσιν καὶ τὴν Ἀλήθειαν, μὲ τὰ ὁποῖα θὰ ἠμποροῦσε νὰ διακρίνῃ τὸ θέλημα τοῦ Κυρίου καὶ νὰ ἀποφανθῇ ἐπισήμως διὰ τὸ ἐὰν ἀνῆκαν καὶ αὐτοὶ εἰς τοὺς ἱερεῖς ἢ ὄχι.
- 41
οἱ δὲ πάντες ᾿Ισραὴλ ἦσαν ἀπὸ δωδεκαετοῦς καὶ ἐπάνω, χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά· ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαρακονταπέντε·
Ἐν συνόλῳ οἱ Ἰσραηλῖται, ποὺ ἔφυγαν ἐλεύθεροι ἀπὸ τὴν Βαβυλῶνα, ἡλικίας δώδεκα ἔτων καὶ ἄνω, χωρὶς τοὺς δούλους καὶ τὰς δούλας, ἦσαν σαράντα δύο χιλιάδες τριακόσιοι ἑξῆντα (42.360). Οἱ δοῦλοι των, ἄνδρες καὶ γυναῖκες, ἦσαν ἑπτὰ χιλιάδες τριακόσιοι τριάντα ἑπτὰ (7.337). Οἱ ἱεροψάλται, ὀργανοπαῖκται καὶ μουσικοὶ ἦσαν διακόσιοι σαράντα πέντε (245).
- 42
κάμηλοι τετρακόσιοι τριακονταπέντε καὶ ἵπποι ἑπτακισχίλιοι τριακονταέξ, ἡμίονοι διακόσιοι τεσσαρακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε.
Εἶχαν μαζί των τετρακόσιες τριάντα πέντε (435) καμῆλες, ἑπτὰ χιλιάδες τριάντα ἕξι (7.036) ἵππους, διακοσίους σαράντα πέντε (245) ἡμιόνους καὶ πέντε χιλιάδες πεντακοσίους εἴκοσι πέντε (5.525) ὄνους.
- 43
καὶ ἐκ τῶν ἡγουμένων κατὰ τάς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, τὸ ἐν ῾Ιερουσαλήμ, ηὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν
Ὅταν δὲ ἔφθασαν εἰς τὸν ἱερὸν χῶρον τῆς λατρείας τοῦ Θεοῦ, εἰς τὴν Ἱερουσαλήμ, πολλοὶ ἀπὸ τοὺς προεστοὺς τῶν πατριαρχικῶν οἰκογενειῶν ἔκαμαν τάματα, ἀναλόγως πρὸς τὴν οἰκονομικήν των δυνατότητα, διὰ νὰ ἀνοικοδομηθῇ ὁ Ναὸς εἰς τὸν τόπον, ὅπου εἶχε κτισθῇ ἀπὸ τὸν Σολομῶντα.
- 44
καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν.
Ὑποσχέθηκαν δηλαδὴ νὰ δώσουν εἰς τὸ ἱερὸν ταμεῖον διὰ τὴν ἀνέγερσιν τοῦ Ναοῦ χίλια (1.000) χρυσᾶ νομίσματα, ποὺ ἐλέγοντο μναῖ, πέντε χιλιάδες (5.000) ἀσημένια ὅμοια νομίσματα καὶ ἑκατὸν (100) ἱερατικὰς στολάς.
- 45
καὶ κατῳκίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν ῾Ιερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς ᾿Ισραὴλ ἐν ταῖς κώμαις αὐτῶν.
Καὶ ἐγκατεστάθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ο λαὸς τοῦ Θεοῦ εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς τὰ περίχωρά της. Οἱ δὲ ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ ὅλοι οἱ ὑπόλοιποι Ἰσραηλῖται ἐγκατεστάθησαν καθένας εἰς τὰς πόλεις καὶ τὰ χωριά των.
- 46
᾿Ενστάντος δὲ τοῦ ἑβδόμου μηνὸς καὶ ὄντων τῶν υἱῶν ᾿Ισραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ.
Ὅταν δὲ ἔφθασεν ὁ ἕβδομος μῆνας τοῦ ἔτους, ὁ λεγόμενος Τισρί, καὶ ἀφοῦ εἶχαν ἐγκατασταθῆ ἐλεύθεροι πλέον οἱ Ἰσραηλῖται καθένας εἰς τὸν τόπον του, ἐμαζεύθηκαν ὅλοι ὁμόψυχοι εἰς τὴν μεγάλην πλατεῖαν, ἐμπρὸς εἰς τὴν πρώτην πύλην τοῦ Ναοῦ, ποὺ ἔβλεπε πρὸς τὴν ἀνατολήν.
- 47
καὶ καταστὰς ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ Θεοῦ τοῦ ᾿Ισραὴλ
Καὶ ἀφοῦ ἀνέλαβε τὴν πρωτοβουλίαν ὁ ἱερεὺς Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσεδέκ, καὶ τὸν ἀκολούθησαν οἰ συγγενεῖς του ἱερεῖς καὶ ὁ Ζοροβάβελ, ὁ υἱὸς τοῦ Σαλαθιήλ, μαζὶ μὲ τοὺς συγγενεῖς του, κατεσκεύασαν τὸ θυσιαστήριον διὰ τὰς θυσίας πρὸς τιμὴν τοῦ Θεοῦ τῶν Ἰσραηλιτῶν.
- 48
προσενέγκαι ἐπ᾿ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ Θεοῦ διηγορευμένοις.
Καὶ ἔστησαν τὸ θυσιαστήριον διὰ νὰ προσφέρουν εἰς αὐτὸ θυσίας ὁλοκαυτώσεως, συμφώνως πρὸς ὅσα ἔχουν γραφῆ εἰς τὸ βιβλίον τοῦ Μωϋσέως, τοῦ ἀνθρώπου τοῦ Θεοῦ, δηλαδὴ εἰς τὴν Πεντάτευχον.
- 49
καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς, καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν, ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς. καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς, καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καί ὁλοκαυτώματα Κυρίῳ τὸ πρωϊνὸν καὶ τὸ δειλινὸν
Κατὰ τὸν καιρὸν ἐκεῖνον ὅμως συνασπίσθηκαν ἐναντίον τῶν Ἰσραηλιτῶν ὡρισμένοι ἄλλοι λαοὶ τῆς γῆς, διὰ νὰ τοὺς ἐμποδίσουν νὰ ἀνεγείρουν τὴν πόλιν καὶ τὸν Ναόν των. Παρὰ ταῦτα ὅμως, καὶ ἐνῷ οἱ ἐχθροὶ αὐτοὶ ἦσαν ἰσχυροὶ καὶ ὅλα τὰ ἔθνη τῆς γῆς εἶχαν ἐχθρικὰς διαθέσεις ἐναντίον των καὶ τοὺς ἐπίεζαν, αὐτοὶ κατώρθωσαν νὰ ἐγκαταστήσουν τὸ θυσιαστήριον εἰς τὸν τόπον τῆς λατρείας των. Καὶ προσέφεραν διαφόρων εἰδῶν θυσίας, κάθε μίαν εἰς τὸν καιρόν της, καθὼς καὶ τὰς καθημερινὰς θυσίας ὁλοκαυτώσεως πρὸς τὸν Κύριον, κάθε πρωῒ δηλαδὴ καὶ κάθε δειλινόν.
- 50
καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθ᾿ ἡμέραν, ὡς προσῆκον ἦν,
Ἑώρτασαν ἐπίσης τὴν ἑορτὴν τῆς Σκηνοπηγίας, ὅπως τὴν διέταξεν ὁ Κύριος μὲ τὸν Μωσαϊκὸν Νόμον, καὶ προσέφεραν κάθε ἡμέραν τὰς θυσίας τῆς ἑορτῆς αὐτῆς συμφώνως πρὸς τὸ Τυπικόν της.
- 51
καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων.
Προσέφεραν μετὰ ταῦτα τὰς τακτικὰς θυσίας τῆς κάθε ἡμέρας καὶ τὰς εἰδικὰς θυσίας τῶν Σαββάτων, τῶν ἑορτῶν τῆς πρώτης ἡμέρας κάθε μηνός, δηλαδὴ τῆς πρωτομηνιᾶς, καὶ ὅλων τῶν ἄλλων ἱερῶν καὶ ἁγίων ἑορτῶν πρὸς τιμὴν τοῦ Κυρίου.
- 52
καὶ ὅσοι ηὔξαντο εὐχὴν τῷ Θεῷ, ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τῷ Θεῷ, καὶ ὁ ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο.
Ὅσοι δὲ εἶχαν κάμει τάματα εἰς τὸν Κύριον, ἄρχισαν νὰ προσφέρουν τὰς θυσίας των πρὸς ἐκπλήρωσιν τῶν ταμάτων εἰς τὸ Θεὸν ἀπὸ τὴν πρωτομηνιὰν τοῦ ἑβδόμου μηνὸς Τισρί. Κατὰ τὸ διάστημα αὐτὸ δὲν εἶχεν ἀνοικοδομηθῇ ἀκόμη ὁ Ναὸς τοῦ Θεοῦ.
- 53
καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι καὶ ποτὰ καὶ βρωτὰ καὶ χάρα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εἰς τὸν ᾿Ιόπης λιμένα, κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως.
Ἔδωσαν λοιπὸν χρήματα εἰς τοὺς λατόμους καὶ τοὺς ξυλουργοὺς καὶ ποτὰ καὶ τροφὰς καὶ φρέσκο λάδι εἰς τοὺς κατοίκους τῆς Σιδῶνος καὶ τῆς Τύρου, διὰ νὰ ἐτοιμάσουν δι’ αὐτοὺς ξυλείαν ἀπὸ κέδρους τοῦ Λιβάνου καὶ νὰ τὴν μεταφέρουν με σχεδίας εἰς τὸ λιμάνι τῆς Ἰόππης, συμφώνως πρὸς τὴν γραπτὴν διαταγήν, ποὺ ἐξέδωσε δι’ αὐτοὺς ὁ βασιλεὺς τῶν Περσῶν Κῦρος.
- 54
καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ Θεοῦ εἰς ῾Ιερουσαλὴμ μηνὸς δευτέρου ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς ῾Ιερουσαλὴμ
Καὶ κατὰ τὸ δεύτερον ἔτος τῆς ἀφίξεώς των εἰς τὸν ἱερὸν τόπον τῆς λατρείας τοῦ Θεοῦ εἰς τὴν Ἱερουσαλήμ, καὶ συγκεκριμένως τὸν δεύτερον μῆνα, ἄρχισε ὁ Ζοροβάβελ, ὁ υἱὸς τοῦ Σαλαθιὴλ τὸ ἔργον τῆς ἀνεγέρσεως τοῦ Ναοῦ. Συνεργάτας του εἶχε τὸν Ἰησοῦν, τὸν υἱὸν τοῦ Ἰωσεδέκ, καὶ τοὺς συγγενεῖς των, καθὼς ἐπίσης καὶ τοὺς ἱερεῖς καὶ Λευΐτας καὶ ὅλους ἐκείνους, ποὺ εἶχαν ἔλθει εἰς τὴν Ἱερουσαλὴμ ἐλεύθεροι πλέον ἀπὸ τὰ δεσμὰ τῆς αἰχμαλωσίας.
- 55
καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ Θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνός, τοῦ δευτέρου ἔτους, ἐν τῷ ἐλθεῖν εἰς τὴν ᾿Ιουδαίαν καὶ ῾Ιερουσαλήμ.
Ἔβαλαν δὲ τὰ θεμέλια τοῦ Ναοῦ τοῦ Θεοῦ κατὰ τὴν πρωτομηνιὰν τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἀπὸ τὴν ἡμέραν τῆς ἐπιστροφῆς των εἰς τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλήμ.
- 56
καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ Κυρίου, καὶ ἔστη ᾿Ιησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιὴλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ ᾿Ημαδαβοῦν καὶ οἱ υἱοὶ ᾿Ιωδὰ τοῦ ῾Ηλιαδοὺδ σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται, ὁμοθυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ Κυρίου. καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ Κυρίου,
Ἐγκατέστησαν δὲ τοὺς Λευΐτας, ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω, εἰς τὰ ἱερὰ ἔργα των πρὸς τιμὴν τοῦ Κυρίου. Καὶ ἐγκατεστάθη ὁ Ἰησοῦς, ὡς ὁ προϊστάμενος τῶν Λευιτῶν, καὶ οἱ υἱοί του καὶ οἱ ἀδελφοί του, καθὼς ἐπίσης καὶ ὁ συγγενής του Καδμιὴλ καὶ οἱ υἱοὶ τοῦ Ἠμαδαβοῦν καὶ οἰ υἱοὶ τοῦ Ἰωδά, τοῦ υἱοῦ τοῦ Ἠλιαδούδ, μὲ τοὺς υἱοὺς καὶ ἀδελφούς των, ὅλοι γενικῶς οἱ Λευῖται. Μὲ μίαν δὲ ψυχὴν καὶ μίαν γνώμην ὅλοι αὐτοὶ ἀνέλαβαν τὸ ἔργον των καὶ κατηύθυναν τὰς ἐργασίας εἰς τὸν οἶκον τῆς λατρείας τοῦ Κυρίου. Καὶ ἔκτισαν οἱ οἰκοδόμοι τὸν Ναὸν τοῦ Κυρίου.
- 57
καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων καὶ οἱ Λευῖται υἱοὶ ᾿Ασὰφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ Κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυὶδ βασιλέα τοῦ ᾿Ισραὴλ
Καὶ ἐστάθηκαν ὄρθιοι οἱ ἱερεῖς, στολισμένοι μὲ τὰ ἄμφιά των, καὶ ἔπαιζαν μουσικὰ ὄργανα καὶ σάλπιγγας, οἱ δὲ Λευῖται, οἱ ἀπόγονοι τοῦ Ἀσάφ, ὑμνοῦσαν μὲ τὰ κύμβαλά των καὶ ἐδοξολογοῦσαν τὸν Κύριον, ὅπως εἶχε διδάξει καὶ διατάξει ὁ βασιλεὺς τοῦ Ἰσραὴλ Δαβίδ, ποὺ ἦτο καὶ μουσικός.
- 58
καὶ ἐφώνησαν δι᾿ ὕμνων εὐλογοῦντες τῷ Κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἐν παντὶ ᾿Ισραήλ.
Καὶ ὕψωσαν τὰς φωνάς των καὶ ἔψαλλαν ὕμνους δοξολογίας πρὸς τὸν Κύριον καὶ ἐπανελάμβαναν ὅτι ἡ ἀγαθωσύνη τοῦ Κυρίου καὶ ἡ δόξα Του ἐκδηλώνεται αἰωνίως εἰς τὸν Ἰσραήλ.
- 59
καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ὑμνοῦντες τῷ Κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου.
Μαζί των καὶ ὅλοι οἱ Ἰσραηλῖται μὲ τὴν συνοδείαν σαλπίγγων ἐφώναζαν μὲ μεγάλην φωνὴν καὶ ἐδοξολογοῦσαν τὸν Κύριον διὰ τὴν ἀνέγερσιν τοῦ Ναοῦ Του.
- 60
καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κλαυθμοῦ καὶ κραυγῆς μεγάλης
Ἦλθαν τότε οἱ γεροντότεροι ἀπὸ τοὺς ἱερεῖς καὶ τοὺς Λευΐτας καὶ ἀπὸ τοὺς ἐπὶ κεφαλῆς τῶν πατριαρχικῶν οἰκογενειῶν, οἱ ὁποῖοι εἶχαν ἰδεῖ πρὶν ἀπὸ τὴν αἰχμαλωσίαν τὸν προηγούμενον μεγαλοπρεπέστατον Ναόν, ποὺ εἶχεν ἀνεγεῖρει ὁ βασιλεὺς Σολομών, καί, ὅταν τὸν συνέκριναν μὲ τὸν μικρὸν καὶ πτωχὸν νέον Ναόν, ἔκλαυσαν καὶ ἐθρήνησαν καὶ ἐκραύγαζαν μὲ λύπην ψυχῆς.
- 61
καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ,
Ἐνῷ δὲ αὐτοὶ ἔκλαιαν, πολλοὶ ἄλλοι ἔψαλλαν μὲ σάλπιγγας καὶ ἐφώναζαν μὲ μεγάλην χαράν.
- 62
ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι.
Ὁ θρῆνος ὅμως καὶ ὁ κλαυθμὸς τῶν πρεσβυτέρων τοῦ λαοῦ ἦτο πολὺ μεγάλος καὶ δι’ αὐτὸ δὲν ἠμποροῦσε νὰ ἀκούσῃ ὁ λαὸς τὸν χαρμόσυνον ἦχον τῶν σαλπίγγων. Ἐσάλπιζαν δὲ οἱ Ἰσραηλῖται καὶ ἐφώναζαν μὲ μεγάλην φωνήν, ποὺ ἠκούετο ἀπὸ μακριά.
- 63
Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς ᾿Ιούδα καὶ Βενιαμὶν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων.
Ὅταν δὲ ἄκουσαν τὸν θόρυβον αὐτὸν οἱ ἐχθροὶ τῶν φυλῶν Ἰούδα καὶ Βενιαμίν, ἦλθαν διὰ να ἰδοῦν τὶ ἐσήμαιναν οἱ ἦχοι τῶν σαλπίγγων, ποὺ ἠκούοντο τόσον πολύ.
- 64
καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ ᾿Ισραήλ,
Καὶ διεπίστωσαν ἐπὶ τόπου ὅτι αὐτοί, ποὺ ἐπέστρεψαν ἐλεύθεροι ἀπὸ τὴν βαβυλώνιον αἰχμαλωσίαν, ἔκτιζαν τὸν Ναὸν πρὸς τιμὴν τοῦ Κυρίου καὶ Θεοῦ τοῦ Ἰσραήλ.
- 65
καὶ προσελθόντες ἐν τῷ Ζοροβάβελ καὶ ᾿Ιησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς· συνοικοδομήσωμεν ὑμῖν·
Καὶ ἀφοῦ ἐπλησίασαν τὸν Ζοροβάβελ καὶ τὸν Ἰησοῦν καὶ τοὺς ἀρχηγοὺς τῶν πατριαρχικῶν οἰκογενειῶν, τοὺς εἶπαν: Θὰ σᾶς βοηθήσωμεν καὶ ἐμεῖς εἰς τὴν ἀνοικοδόμησιν τοῦ Ναοῦ·
- 66
ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀφ᾿ ἡμερῶν ᾿Ασβασαρὲθ βασιλέως ᾿Ασσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα.
διότι καὶ ἐμεῖς, ὅπως καὶ σεῖς, ὑπακούομεν εἰς τὸν Κύριόν σας καὶ προσφέρομεν εἰς αὐτὸν τὰς θυσίας μας ἀπὸ τὴν ἐποχὴν τοῦ βασιλέως τῶν Ἀσσυρίων Ἀσβασαρέθ, ὁ ὁποῖος μᾶς ἔφερε καὶ μᾶς ἐγκατέστησεν ἐδῶ.
- 67
καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ ᾿Ιησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ ᾿Ισραήλ· οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν·
Ὁ Ζοροβάβελ ὅμως μαζὶ μὲ τὸν Ἰησοῦν καὶ τοὺς ἀρχηγοὺς τῶν πατριαρχικῶν οἰκογενειῶν τῶν Ἰσραηλιτῶν τοὺς εἶπαν: Οὔτε θέλομεν, ἀλλ’ οὔτε καὶ τὸ θεωροῦμεν σωστὸν νὰ κτίσωμεν μαζὶ μὲ σᾶς τὸν Ναὸν τοῦ Κυρίου καὶ Θεοῦ μας.
- 68
ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ ᾿Ισραὴλ ἀκολούθως, οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν.
Ἐμεῖς εἴμαστε διατεθειμένοι καὶ ἔχομεν ἀποφασίσει νὰ κτίσωμεν τὸν Ναὸν τοῦ Κυρίου τοῦ Ἰσραὴλ μόνοι μας, συμφώνως καὶ πρὸς ὅσα μᾶς καθώρισε καὶ διέταξεν ὁ βασιλεὺς τῶν Περσῶν Κῦρος.
- 69
τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῇ ᾿Ιουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν.
Ἐκτὸς ὅμως ἀπὸ αὐτοὺς τοὺς ἐχθρούς, ποὺ ἦσαν πιθανῶς Σαμαρεῖται, ἦλθαν ἐπὶ τόπου καὶ ἄλλοι εἰδωλολατρικοὶ λαοὶ καί, ἀφοῦ περικύκλωσαν τοὺς Ἰουδαίους, τοὺς ἐμπόδιζαν νὰ οἰκοδομοῦν τὸν Ναόν.
- 70
καὶ βουλὰς δημαγωγοῦντες καὶ συστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου. καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.
Ὅλοι αὐτοὶ οἱ ἐχθροὶ τῶν Ἰουδαίων ἔκαμναν μεγάλας συγκεντρώσεις καὶ ὑποκινοῦσαν ὀχλοκρατίας καὶ ἐμπόδισαν να ὁλοκληρωθῇ ἡ ἀνέγερσις τοῦ Ναοῦ. Ἡ κωλυσιεργία αὐτὴ διήρκεσε καθ’ ὅλον τὸν χρόνον τῆς ζωῆς καὶ βασιλείας τοῦ βασιλέως Κύρου. Ἔτσι ἐμποδίσθηκαν οἱ Ἰσραηλῖται καὶ τελικῶς διέκοψαν τὴν ἀνέγερσιν τοῦ Ναοῦ των ἐπὶ δύο ἔτη, μέχρις ὅτου ἀνέλαβε τὴν βασιλείαν ὁ Δαρεῖος, ὁ υἱὸς τοῦ Ὑστάσπους.
