Ζαχαρίας, κεφάλαιο 7
- 1
ΚΑΙ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει, ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου, ὅς ἐστι Χασελεῦ·
Κατὰ τὸ τέταρτον ἔτος τῆς βασιλείας τοῦ βασιλιᾶ τῶν Περσῶν Δαρείου Α' «τοῦ Ὑστάσπους» συνέβη τοῦτο: Ὁ Κύριος ὡμίλησε πρὸς τὸν Ζαχαρίαν κατὰ τὴν τετάρτην ἡμέραν τοῦ ἐνάτου μηνός «τοῦ Ἰουδαϊκοῦ θρησκευτικοῦ ἔτους», τοῦ Χασελεῦ, ἐξ ἀφορμῆς τοῦ ἀκολούθου περιστατικοῦ.
- 2
καὶ ἐξαπέστειλεν εἰς Βαιθὴλ Σαρασὰρ καὶ ᾿Αρβεσεὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν Κύριον
Ὁ Σαρασὰρ καὶ ὁ βασιλιᾶς Ἀρβεσεὲρ καὶ οἱ ἄνδρες τοῦ ἀπέστειλαν πρεσβείαν «ἐπιτροπήν» εἰς τὴν Βαιθήλ «ὀρθότερον: Εἰς τὸν οἶκον Κυρίου, τὸν ναὸν τοῦ Θεοῦ» διὰ νὰ ἐξιλεώσουν τὸν Θεὸν καὶ ζητήσουν τὴν εὐμένειάν του·
- 3
λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων· εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη.
καὶ ἐπὶ πλέον διὰ νὰ ἐρωτήσουν τοὺς ἱερεῖς, οἱ ὁποῖοι ὑπηρετοῦσαν εἰς τὸν ναὸν τοῦ Κυρίου παντοκράτορος, καὶ τοὺς προφήτας τὰ ἀκόλουθα: «Εἰσερχόμεθα τώρα εἰς τὴν νηστείαν τοῦ πέμπτου μηνός· θὰ συνεχίζωμεν λοιπὸν νὰ κάμνωμεν, ὅ,τι ἐκάμναμε ἤδη σχετικῶς μὲ τὸ θέμα τῆς νηστείας ἐπὶ πολλὰ χρόνια;»
- 4
καὶ ἐγένετο λόγος Κυρίου τῶν δυνάμεων πρὸς ἐμὲ λέγων·
Τότε ὁ Κύριος τῶν οὐρανίων δυνάμεων ὡμίλησε πρὸς ἐμέ «τὸν προφήτην Ζαχαρίαν» καὶ εἶπεν:
- 5
εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων· ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι;
«Εἰπὲ πρὸς ὅλον τὸν λαὸν τῆς χώρας καὶ εἰς τοὺς ἱερεῖς τὰ ἀκόλουθα: «Ἐὰν νηστεύσετε ἢ ἐὰν ἀρχίσετε ὀδυρμοὺς καὶ θρήνους κατὰ τὸν πέμπτον ἢ τὸν ἕβδομον μῆνα, δὲν ἔχετε νὰ ὠφεληθῆτε τίποτε. Νά· ἐπὶ ἑβδομῆντα ἔτη ἔχετε νηστεύσει ἐνηστεύατε ὅμως μήπως δι' ἐμὲ τὸν Κύριον;
- 6
καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἔσθετε καὶ πίνετε;
Καὶ ὅταν πάλιν ἐτρώγατε ἢ ἐπίνατε, διὰ τὸν ἑαυτόν σας δὲν ἐτρώγατε καὶ δὲν ἐπίνατε, χωρὶς νὰ ἐνθυμῆσθε Ἐμέ, τὸν Θεόν σας;»
- 7
οὐχ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Κύριος ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν ῾Ιερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις κυκλόθεν αὐτῆς καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο;
Τὰ ἴδια μήπως λόγια «μὲ τὰ ἀνωτέρω» δὲν σᾶς ἐκήρυξεν ὁ Κύριος διὰ τῶν προηγουμένων Προφητῶν, ὅταν ἀκόμη ἡ Ἱερουσαλὴμ ἦταν πόλις κατοικημένη «καὶ ὄχι ἐρήμη», ἀσφαλής, εὐτυχὴς καὶ δοξασμένη, ὅπως καὶ οἱ γύρω - γύρω ἀπὸ αὐτὴν πόλεις; Καὶ ὅταν τόσον ἡ ὀρεινή, ὅσον καὶ ἡ πεδινή, ἦσαν περιοχὲς ὄχι ἔρημες, ἀλλὰ κατοικημένες;»
- 8
καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων·
Ὁ Κύριος ὡμίλησε πάλιν πρὸς τὸν προφήτην Ζαχαρίαν καὶ τοῦ εἶπεν:
- 9
τάδε λέγει Κύριος παντοκράτωρ· κρίμα δίκαιον κρίνετε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ
«Αὐτὰ λέγει ὁ παντοκράτωρ Κύριος: «Κρίνετε μὲ δικαιοσύνην καὶ ὁ καθένας ἂς προσφέρῃ ἐλεημοσύνην καὶ ἂς φέρεται μὲ εὐσπλαγχνίαν καὶ συμπάθειαν πρὸς τὸν ἀδελφόν του.
- 10
καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν.
Καὶ μὴ καταπιέζετε ὡς δυνάσται τὴν χήραν, τὸν ὀρφανόν, τὸν ξένον «πάροικον» καὶ τὸν πτωχόν· κανεὶς δὲ ἀπὸ σᾶς ἂς μὴ κρατῇ εἰς τὴν καρδία του καὶ ἂς μὴ ἐνθυμῆται τὸ κακόν, τὸ ὁποῖον τυχὸν τοῦ ἐπροξένησε κάποιος ἀπὸ τοὺς ἀδελφούς του.
- 11
καὶ ἠπείθησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραφρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν
Ἐκεῖνοι ὅμως ἀρνήθηκαν νὰ πειθαρχήσουν καὶ δὲν ἠθέλησαν νὰ προσέξουν ἐπάνω δὲ εἰς τὴν παραφροσύνην των ἐγύρισαν περιφρονητικῶς τὴν πλάτην των πρὸς Ἐμέ, ἔκλεισαν καὶ κατέστησαν βαριὰ τὰ αὐτιά των, διὰ νὰ μὴ ἀκούσουν τὰ παραγγέλματά μου καὶ ὑπακούσουν εἰς τὶς συμβουλές μου.
- 12
καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ ἐσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος.
Καὶ τὴν καρδιά των ἐσκλήρυναν «ἔγιναν ἀπειθεῖς», ὥστε νὰ μὴ ὑπακούουν εἰς τὸν ἅγιον Νόμον μου καὶ εἰς τοὺς λόγους μου, τοὺς ὁποίους Ἐγώ, ὁ Κύριος ὁ παντοκράτωρ, εἶχα νομοθετήσει καὶ διατάξει διὰ τοῦ πνεύματός μου μέσῳ τῶν προφητῶν, ποὺ προηγήθησαν». Ἕνεκα δὲ τῆς συμπεριφορᾶς των αὐτῆς ἐξέσπασε θυμὸς καὶ μεγάλη ἀγανάκτησις ἐκ μέρους τοῦ παντοκράτορος Κυρίου ἐναντίον των».
- 13
καὶ ἔσται ὃν τρόπον εἶπε καὶ οὐκ εἰσήκουσαν, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω, λέγει Κύριος παντοκράτωρ.
Καὶ συνέβη τοῦτο: «Ὅπως, ὅταν ὠμιλοῦσε ὁ Κύριος, αὐτοὶ δὲν ὑπήκουσαν, ἔτσι καὶ ὅταν αὐτοὶ ἐφώναξαν δυνατὰ ἐπάνω εἰς τὴν θλῖψιν των, καὶ Ἐγὼ δὲν εἰσήκουσα τὴν ἱκεσίαν των», λέγει ὁ Κύριος ὁ παντοκράτωρ.
- 14
καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀφανισμόν.
«Τοὺς εἶχα διώξει καὶ διασκορπίσει εἰς ὅλα τὰ ἔθνη, τὰ ὁποῖα δὲν ἐγνώριζαν. Τοιουτοτρόπως δὲ μετὰ τὴν ἐκδίωξίν των ἡ χώρα των ἔμεινεν ἔρημος ἀπὸ κατοίκους καὶ κανεὶς δὲν διήρχετο, οὔτε ἐπέστρεφε διὰ μέσου αὐτῆς. Καὶ μὲ τὴν συμπεριφοράν των αὐτὴν ὠδήγησαν τὴν ὡραίαν καὶ ὑπέροχον χώραν των εἰς ἐρήμωσιν καὶ ἐξαφανισμόν».
