Ζαχαρίας, κεφάλαιο 6
- 1
ΚΑΙ ἐπέστρεψα καὶ ᾖρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ.
Εστράφηκα καὶ ὕψωσα πάλιν τὰ μάτια μου καὶ εἶδα ἄλλην ὅρασιν. Ἰδού· τέσσερα ἅρματα ἔβγαιναν ἀνάμεσα ἀπὸ δύο ὅρη καὶ ἐπροχωροῦσαν καὶ τὰ ὅρη αὐτὰ ἦσαν χάλκινα.
- 2
ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες.
Εἰς τὸ πρῶτον ἅρμα ἦσαν ζευγμένα ἄλογα κοκκινωπὰ καὶ εἰς τὸ ἅρμα τὸ δεύτερον ἄλογα μαῦρα.
- 3
καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί.
Καὶ εἰς τὸ τρίτον ἅρμα ἄλογα λευκά, εἰς δὲ τὸ τέταρτον ἅρμα ἄλογα ποικιλόχρωμα, μὲ τρίχωμα ψαρόν.
- 4
καὶ ἀπεκρίθην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· τί ἐστι ταῦτα, κύριε;
Καὶ ἐρώτησα τὸν ἄγγελον, ποὺ συνωμιλοῦσε μαζί μου, καὶ τοῦ εἶπα: «Τί σημαίνουν αὐτά, Κύριε;»
- 5
καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπε· ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς·
Ὁ δὲ ἄγγελος, ποὺ συνωμιλοῦσε μαζί μου, ἀπάντησε καὶ μοῦ εἶπεν: «Αὐτὰ εἶναι οἱ τέσσερις ἄνεμοι τοῦ οὐρανοῦ, οἱ ὁποῖοι βγαίνουν καὶ προχωροῦν διὰ νὰ παρουσιασθοῦν ἐνώπιον τοῦ Κυρίου ὅλης τῆς γῆς».
- 6
ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου,
Τὰ μαῦρα ἄλογα, ποὺ ἦσαν ζευγμένα εἰς τὸ ἅρμα, ἐξήρχοντο καὶ ἐπροχωροῦσαν πρὸς τὴν χώραν τοῦ βορρᾶ, τὰ δὲ λευκὰ ἐξήρχοντο καὶ ἐπροχωροῦσαν ἀκολουθοῦντα πίσω ἀπὸ τὰ μαῦρα· καὶ τὰ ποικιλόχρωμα ἄλογα «τοῦ ἄλλου ἅρματος» ἐξήρχοντο καὶ ἐπροχωροῦσαν πρὸς τὴν χώραν τοῦ νότου,
- 7
καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν. καὶ εἶπε· πορεύεσθε καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν.
οἱ δὲ ἵπποι μὲ τὸ ψαρὸν τρίχωμα ἐξήρχοντο καὶ ἐπροχωροῦσαν καὶ ἐφαίνοντο ὅτι εἶχαν τὴν πρόθεσιν νὰ περιοδεύσουν ὅλην τὴν γῆν. Καὶ «ἕνας ἄγγελος» εἶπε πρὸς αὐτούς: «Πηγαίνετε καὶ περιοδεύσατε ὅλην τὴν γῆν». Πράγματι δὲ ἐκεῖνοι ἐβγῆκαν καὶ περιώδευσαν ὅλην τὴν γῆν.
- 8
καὶ ἀνεβόησε καὶ ἐλάλησε πρός με λέγων· ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βορρᾶ.
Καὶ ὁ ἄγγελος ἐφώναξε μὲ φωνὴν ἰσχυρὰν καὶ μοῦ εἶπε: «Νά· αὐτοί, οἱ ὁποῖοι ἐβγῆκαν καὶ ἐπροχώρησαν πρὸς τὴν χώραν τοῦ βορρᾶ, ἠρέμησαν «ἐσταμάτησαν» τὸν θυμόν μου εἰς τὴν χώραν αὐτὴν τοῦ βορρᾶ».
- 9
Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Τότε ὁ Κύριος ὡμίλησε πρὸς ἐμὲ καὶ μοῦ εἶπε:
- 10
λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ε᾿ς τὸν οἶκον ᾿Ιωσίου τοῦ Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος
«Λάβε τὶς δωρεὲς καὶ προσφορές, ποὺ ἔστειλαν οἱ Ἰουδαῖοι, οἱ ὁποῖοι ζοῦν εἰς τὴν αἰχμαλωσίαν δηλαδὴ οἱ ἄρχοντες καὶ οἱ ὠφέλιμοι, οἱ ἐνάρετοι καὶ καλῆς διαθέσεως, καὶ ἐκεῖνοι ποὺ ἀνεγνώρισαν καὶ ἐξετίμησαν τὸν παιδαγωγικὸν σκοπὸν τῆς αἰχμαλωσίας. Καὶ κατὰ τὴν ἰδίαν ἡμέραν θὰ εἰσέλθῃς εἰς τὸ σπίτι τοῦ Ἰωσίου, τοῦ υἱοῦ τοῦ Σοφονίου, ὁ ὁποῖος ἔχει ἔλθει ἀπὸ τὴν Βαβυλῶνα.
- 11
καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν ᾿Ιησοῦ τοῦ ᾿Ιωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου
Κατόπιν θὰ λάβῃς τὸ ἀσῆμι καὶ τὸ χρυσάφι, ποὺ προέρχονται ἀπὸ τὶς δωρεές, καὶ θὰ κατασκευάσῃς στεφάνι «διάδημα» καὶ θὰ τὸ τοποθετήσῃς εἰς τὴν κεφαλὴν τοῦ ἀρχιερέως Ἰησοῦ, υἱοῦ τοῦ Ἰωσεδέκ,
- 12
καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος παντοκράτωρ· ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου·
καὶ θὰ εἴπῃς πρὸς αὐτόν: «Αὐτὰ λέγει ὁ Κύριος ὁ παντοκράτωρ: Ἰδού· ἄνδρας, τοῦ ὁποίου τὸ ὄνομα εἶναι Ἀνατολή· ἀπὸ δὲ τὸν τόπον, εἰς τὸν ὁποῖον εὑρίσκεται «ἤ: Ἀπὸ τὴν ἰδικήν του ρίζαν», θὰ ἀνατείλῃ καὶ θὰ ὑψωθῇ καὶ θὰ οἰκοδομήσῃ τὸν ναὸν τοῦ Κυρίου.
- 13
καὶ αὐτὸς λήψεται ἀρετὴν καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέρων.
Καὶ αὐτὸς θὰ περιβληθῇ μὲ εὐπρέπειαν καὶ δόξαν, θὰ καθήσῃ δὲ εἰς τὸν βασιλικόν του θρόνον καὶ θὰ ἀσκήσῃ κατ’ ἀπόλυτον δικαίωμα τὴν ἐξουσίαν του, θὰ ἔχῃ δὲ εἰς τὰ δεξιά του τὴν ἱερωσύνην καὶ μεταξὺ τοῦ βασιλικοῦ καὶ ἱερατικοῦ ἀξιώματος θὰ ὑπάρχῃ σχέσις εἰρηνικὴ καὶ ἁρμονική.
- 14
ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσι καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱοῦ Σοφονίου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου.
Τὸ δὲ στεφάνι «διάδημα» θὰ ἀνήκῃ κατόπιν εἰς ἐκείνους, οἱ ὁποῖοι ἔδειξαν ὑπομονὴν κατὰ τὸν χρόνον τῆς ἐξορίας των, καὶ εἰς τοὺς ὠφελίμους, ἐναρέτους καὶ καλῆς διαθέσεως ἄνδρας τῆς ἐξορίας, καὶ εἰς ἐκείνους, ποὺ ἀνεγνώρισαν καὶ ἐξετίμησαν τὸν παιδαγωγικὸν σκοπὸν τῆς αἰχμαλωσίας, καὶ πρὸς τιμὴν τοῦ «Ἰωσίου» υἱοῦ τοῦ Σοφονίου, καὶ εἰς ἐκείνους, οἱ ὁποῖοι ἀγαποῦν καὶ ποθοῦν νὰ δοξολογῆται καὶ νὰ λατρεύεται ὁ Κύριος εἰς τὸν Ναόν.
- 15
καὶ οἱ μακρὰν ἀπ᾿ αὐτῶν ἥξουσι καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ Κυρίου, καὶ γνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέσταλκέ με πρὸς ὑμᾶς· καὶ ἔσται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν.
Καὶ ὄχι μόνον σεῖς, ἀλλὰ καὶ ἄλλοι, οἱ ὁποῖοι εὑρίσκονται μακριὰ ἀπὸ αὐτούς, θὰ ἔλθουν καὶ θὰ συμβάλουν εἰς τὴν ἀνοικοδόμησιν τοῦ ναοῦ τοῦ Κυρίου». Καὶ τότε θὰ ἐννοήσετε καλά, ὅτι ὁ Κύριος ὁ παντοκράτωρ μὲ ἀπέστειλε πρὸς σᾶς. Αὐτὰ δέ, δηλαδὴ ἡ ἐπιστροφὴ ἀπὸ τὴν αἰχμαλωσίαν καὶ ἡ ἀνοικοδόμησις τοῦ Ναοῦ, θὰ πραγματοποιηθοῦν, ἐὰν ὑπακούσετε μὲ προθυμίαν, ἐπιμέλειαν καὶ πιστότητα εἰς τὴν φωνὴν καὶ τὰ λόγια Κυρίου τοῦ Θεοῦ σας».
