Σοφία Σειράχ, κεφάλαιο 24
- 1
ΑΙΝΕΣΙΣ ΣΟΦΙΑΣ. - ῾Η σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται.
Η Σοφία θὰ ἐξυμνήσῃ τὸν ἑαυτόν της καὶ θὰ καυχηθῇ ἐν μέσῳ τοῦ λαοῦ της.
- 2
ἐν ἐκκλησίᾳ ῾Υψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται·
Θὰ ἀνοίξῃ τὸ στόμα της ἐνώπιον συναθροίσεως τοῦ λαοῦ τοῦ Ὑψίστου καὶ θὰ καυχηθῇ ἐνώπιον τῆς δυνάμεως καὶ τῶν ἀγγελικῶν στρατιῶν του.
- 3
ἐγὼ ἀπὸ στόματος ῾Υψίστου ἐξῆλθον, καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
Ἐγὼ ἡ Σοφία ἐβγῆκα ἀπὸ τὸ στόμα τοῦ Ὑψίστου καὶ σὰν ὁμίχλη ἐσκέπασα ὅλην τὴν γῆν.
- 4
ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·
Ἐγὼ εἰς τὰ ὕψη τοῦ οὐρανοῦ ἔστησα τὴν σκηνὴν καὶ διαμονήν μου, καὶ ὁ θρόνος μου εὑρίσκεται ἐπὶ στύλου νεφέλης.
- 5
γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
Μόνη μου περιῆλθον καὶ ἐτακτοποίησα τὸν γῦρον τοῦ οὐρανοῦ καὶ περιεπάτησα εἰς τὰ βάθη τῶν θαλασσῶν.
- 6
ἐν κύμασι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην.
Ἔχω ἐξουσίαν καὶ κυριαρχίαν ἐπὶ τῶν κυμάτων τῆς θαλάσσης καὶ εἰς ὅλην τὴν γῆν, εἰς κάθε λαὸν καὶ ἔθνος.
- 7
μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι.
Μεταξὺ ὅλων αὐτῶν ἐζήτησα τόπον ἀναπαύσεως καὶ εἶπα: Εἰς τίνος τὴν κληρονομίαν καὶ περιοχὴν θὰ καταυλισθῶ καὶ θὰ διαμείνω;
- 8
τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου καὶ εἶπεν· ἐν ᾿Ιακὼβ κατασκήνωσον καὶ ἐν ᾿Ισραὴλ κατακληρονομήθητι.
Τότε μου ἔδωκεν ἐντολὴν ὁ Κτίστης ὅλων τῶν δημιουργημάτων καὶ Ἐκεῖνος, ποὺ ἔκτισε καὶ ὥρισε τὸν τόπον τῆς σκηνῆς καὶ διαμονῆς μου καὶ εἶπεν: Εἰς τὴν χώραν τοῦ Ἰακὼβ κατοίκησε καὶ λάβε κληρονομίαν καὶ ἰδιοκτησίαν μεταξὺ τοῦ Ἰσραὴλ.
- 9
πρὸ τοῦ αἰῶνος ἀπ᾿ ἀρχῆς ἔκτισέ με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω.
Προτοῦ ὑπάρξῃ χρόνος, εὐθὺς ἐξ ἀρχῆς μὲ ἐδημιούργησε, καὶ δὲν θὰ παύσω ποτὲ νὰ ὑπάρχω.
- 10
ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιὼν ἐστηρίχθην·
Εἰς τὴν ἁγίαν του Σκηνὴν τοῦ μαρτυρίου καὶ τοῦ Ναοῦ ὑπηρέτησα καὶ τοιουτοτρόπως ἐγκατεστάθην μονίμως εἰς τὴν Σιών.
- 11
ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσε, καὶ ἐν ῾Ιερουσαλὴμ ἡ ἐξουσία μου·
Ὁμοίως μὲ ἀνέπαυσεν εἰς πόλιν ἀγαπημενην ὑπ' Αὐτοῦ, καὶ ἡ Ἱερουσαλὴμ ἐτέθη ὑπὸ τὴν ἐξουσίαν μου.
- 12
καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ.
Καὶ ἔρριψα ρίζας εἰς λαὸν δοξασμένον, ποὺ ἦτο μερίδιον τῆς κληρονομίας τοῦ Κυρίου.
- 13
ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν ᾿Αερμών·
Ὑψώθηκα, ὅπως ὑψοῦται κέδρος εἰς τὸ ὄρος τοῦ Λιβάνου καὶ σὰν κυπαρίσσι εἰς τὰ ὅρη Ἀερμών.
- 14
ὡς φοῖνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς καὶ ὡς φυτὰ ρόδου ἐν ῾Ιεριχώ, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος.
Ἀνυψώθηκα, ὅπως ἀνυψοῦται τὸ δένδρον τοῦ φοίνικος εἰς τὰ παράλια τῆς Παλαιστίνης καὶ ὅπως τὰ φυτὰ τῆς τριανταφυλλιᾶς εἰς τὴν Ἱεριχῶ καὶ σὰν ἔλαια ὡραῖα εἰς τὴν πεδιάδα, καὶ ἀνυψώθηκα σὰν πλάτανος.
- 15
ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ.
Σὰν τὴν εὐώδη κανέλλαν καὶ σὰν τὸν ἀσπάλαθον τῆς Αἰγύπτου, τὸ ἀρωματικὸν αὐτὸ καὶ γεμᾶτον ἀγκάθια δενδρύλλιον, τοῦ ὁποίου τὸ ἄνθος ἦτο ὅμοιον πρὸς τὰ ρόδα, ἀναδίδω εὐχάριστον μυρωδιάν, καὶ σὰν ἐκλεκτὴ σμύρνα ἐσκόρπισα εὐωδίαν, καὶ σὰν τὸ ἰατρικὸν κόμμι, ποὺ λέγεται χαλβάνη, καὶ τὸν ὄνυχα τὸν ἀρωματωδη, ποὺ βγαίνει ἀπὸ ὄστρακον, καὶ σὰν τὴν ρητινώδη καὶ εὐωδιάζουσαν στακτὴν καὶ σὰν θυμίαμα λιβάνου εἰς τὴν σκηνήν.
- 16
ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
Ἐγὼ ἥπλωσα τοὺς κλάδους μου σὰν τερέβινθος, καὶ εἶναι οἱ κλάδοι μου αὐτοὶ μεγαλοπρεπεῖς καὶ χαριτωμένοι.
- 17
ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.
Ἐγὼ εἶμαι σὰν ἄμπελος, ποὺ ἐβλάστησε βλαστοὺς γεμάτους χάριν, καὶ τὰ ἄνθη μου δίδουν καρπὸν φημισμένον καὶ πλούσιον.
- 18
[ἐγὼ μήτηρ τῆς ἀγαπήσεως τῆς καλῆς, καὶ φόβου καὶ γνώσεως καὶ τῆς ὁσίας ἐλπίδος, δίδομαι οὖν πᾶσι τοῖς τέκνοις μου, ἀειγενὴς τοῖς λεγομένοις ὑπ' αὐτοῦ].
Ἐγὼ εἶμαι ἡ μητέρα τῆς ἀγάπης τῆς καλῆς, Γῆς ἁγνῆς δηλαδὴ καὶ ἀνιδιοτελοῦς καὶ πεφωτισμένης· εἶμαι μητέρα καί τοῦ θείου φόβου καὶ τῆς ἀληθοῦς γνώσεως καὶ τῆς ἁγίας ἐλπίδος. Δίδω λοιπὸν ταῦτα εἰς ὅλα μου τὰ τέκνα, πάντοτε γεννωμένη ἀπὸ τὴν διδασκαλίαν τῶν λεγομένων ὑπὸ τοῦ Θεοῦ.
- 19
προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γεννημάτων μου ἐμπλήσθητε·
Πλησιάσατέ με, ὅσοι μὲ ἐπιθυμεῖτε, καὶ χορτάσθητε ἀπὸ τοὺς καρποὺς καὶ τὰ γεννήματά μου.
- 20
τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον.
Θὰ χορτασθῆτε δέ, διότι καὶ μόνη ἡ ἐνθύμησίς μου εἶναι γλυκυτέρα ἀπὸ τὸ μέλι, καὶ ἡ κληρονομία, ποὺ χαρίζω, εἶναι γλυκυτέρα ἀπὸ τὴν κηρήθραν τοῦ μέλιτος.
- 21
οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.
Δὲν ὑπάρχει φόβος νὰ δοκιμάσετε κόρον καὶ ἀηδίαν. Ὅσοι μὲ τρώγουν, θὰ πεινάσουν περισσότερον, καὶ ὅσοι μὲ πίνουν, θὰ διψάσουν πιὸ πολύ.
- 22
ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι.
Ὅποιος ὑπακούει εἰς ἐμέ, δὲν θὰ ἐντροπιασθῇ, καὶ ὅσοι ἐργάζονται ὑπὸ τὰς ἐμπνεύσεις καὶ ὁδηγίας μου, δὲν θὰ ἁμαρτήσουν.
- 23
ταῦτα πάντα βίβλος διαθήκης Θεοῦ ῾Υψίστου, νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς ᾿Ιακώβ.
Ὅλα αὐτὰ καὶ ὅλαι αὐταὶ αἱ ὑποσχέσεις ἀποτελοῦν τὴν Βίβλον τῆς Διαθήκης τοῦ Θεοῦ τοῦ Ὑψίστου, τὸν Νόμον, τὸν ὁποῖον μᾶς παρήγγειλεν ὁ Μωϋσῆς, διὰ νὰ εἶναι αἰώνιος κληρονομία εἰς τὰς κατὰ τὰς διαφόρους ἐποχὰς συνάξεις τῶν ἀπογόνων τοῦ Ἰσραήλ.
- 24
[μὴ ἐκλύεσθε ἰσχὺν ἐν Κυρίῳ, κολλᾶσθε δὲ πρὸς αὐτόν, ἵνα κραταιώσῃ ὑμᾶς, Κύριος παντοκράτωρ Θεὸς μόνος ἐστί, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ σωτήρ].
Μὴ ἀποκάμνετε καὶ ἂς μὴ παραλύῃ ἡ δύναμίς σας μὲ τὴν βοήθειαν τοῦ Κυρίου· νὰ προσκολλάσθε δὲ εἰς Αὐτόν, ἵνα σᾶς ἐνδυναμώνῃ. Ὁ Κύριος παντοκράτωρ εἶναι ὁ μόνος Θεός, καὶ δὲν ὑπάρχει ἄλλος σωτὴρ ἐκτὸς Αὐτοῦ.
- 25
ὁ πιμπλῶν ὡς Φεισὼν σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων,
Αὐτὸς εἶναι, ποὺ γεμίζει καὶ πλημμυρίζει τοὺς ἀνθρώπους μὲ Σοφίαν, σὰν τὸν ποταμὸν Φεισὼν καὶ σὰν τὸν ποταμὸν Τίγριν κατὰ τὴν ἐποχὴν τῆς νέας ἀνθήσεως καὶ καρποφορίας, ὁπότε διαλύονται αἱ χιόνες τοῦ χειμῶνος·
- 26
ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς ᾿Ιορδάνης ἐν ἡμέραις θερισμοῦ,
ὁ Ὁποῖος ὑπερχειλίζει καὶ ὑπερεκχύνει τὴν σύνεσιν σὰν τὸν Εὐφράτην καὶ σὰν τὸν Ἰορδάνην κατὰ τὰς ἡμέρας τοῦ θερισμοῦ.
- 27
ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ.
Αὐτὸς εἶναι, ποὺ κάμνει νὰ λάμπῃ καὶ νὰ φανερώνεται σὰν φῶς ἡ παιδαγωγούσα καὶ μορφώνουσα τοὺς ἀνθρώπους γνῶσις, σὰν τὸν πλημμυροῦντα ποταμὸν Γηὼν κατὰ τὴν ἐποχὴν τοῦ τρυγητοῦ.
- 28
οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
Δὲν κατώρθωσεν ὁ πρῶτος ἄνθρωπος νὰ γνωρίσῃ αὐτὴν τελείως, ἔτσι δὲ καὶ ὁ τελευταῖος δὲν θὰ ἐξιχνιάσῃ αὐτήν.
- 29
ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
Διότι τὰ διανοήματα τῆς Σοφίας εἶναι εἰς πλῆθος πιὸ πολλὰ ἀπὸ τὰ ὕδατα τῆς θαλάσσης καὶ αἱ συμβουλαὶ της πιὸ βαθεῖαι ἀπὸ τὴν μεγάλην ἄβυσσον.
- 30
κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·
Καὶ ἐγὼ ἡ Σοφία ἔτρεξα σὰν διῶρυξ (κανάλι), ποὺ διακλαδίζεται ἀπὸ ποτάμι, καὶ σὰν αὐλάκι καὶ ὑδραγωγὸς ἐβγῆκα εἰς κῆπον.
- 31
εἶπα· ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.
Εἶπα: Θὰ ποτίσω τὸν κῆπον μου καὶ θὰ μεθύσω μὲ ἄφθονον νερὸ τὴν πρασιάν μου· καὶ νά, ἔγινεν ἡ στενὴ διῶρυξ ποταμὸς πλατὺς καὶ ὁ ποταμός μου ἔγινε θάλασσα.
- 32
ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν·
Θὰ διαχύσω ἀκόμη τὸ φῶς τῆς μορφωτικῆς διδασκαλίας μου σὰν τὸ φῶς τῆς αὐγῆς, ποὺ ὁλονὲν αὐξάνει καὶ διαχύνεται, καὶ θὰ κάμω νὰ λάμψουν τὰ σοφά της διδάγματα μέχρι τῶν μακρινῶν μερῶν, εἰς ὅλον τὸν κόσμον.
- 33
ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
Ἀκόμη θὰ διαδώσω τὴν διδασκαλίαν μου ὡς κήρυγμα προφητικὸν καὶ θὰ ἀφήσω αὐτὴν εἰς τὰς μετέπειτα γενεᾶς εἰς πάντας τοὺς αἰῶνας.
- 34
ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ἐκζητοῦσιν αὐτήν.
Κυττάξατε, ὅτι δὲν ἐκοπίασα μόνον διὰ τὸν ἑαυτόν μου, ἀλλὰ καὶ δι’ ὅλους, ὅσοι ζητοῦν μὲ πόθον τὴν θείαν Σοφίαν.
