Ψαλμός 92
- 1
(Μασ. 93) Ο Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο· καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ο Κύριος, συντελέσας τὴν δημιουργίαν του καὶ ὑποτάξας τὰ πάντα εἰς ἑαυτόν, ἐβασίλευσεν ἐνεδύθη μεγαλοπρεπῆ καὶ ἔνδοξον μεγαλειότητα, ἐνεδύθη, ὁ Κύριος, δύναμιν καὶ περιεζώσθη ἀντὶ σπάθης ταύτην, διὰ νὰ ὑπερασπίζῃ τὸν λαόν του. Ἐβασίλευσε κραταιῶς καὶ ἀκατανικήτως, καθὼς ἀποδεικνύεται ἀπὸ τὸ ὅτι ἐστερέωσε τὴν οἰκουμένην, ἡ ὁποία θὰ παραμείνῃ ἀσάλευτος.
- 2
ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.
Ἑδραῖος καὶ ἀδιάσειστος εἶναι ὁ θρόνος σου ἀνέκαθεν καὶ ἀπὸ τότε ποὺ ἐδημιουργεῖτο ἐκ τοῦ μηδενὸς ὁ κόσμος· ἀπὸ τῆς ἀνάρχου καὶ ἀχρόνου αἰωνιότητος ὑπάρχεις Σύ.
- 3
ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.
Ἀνύψωσαν οἱ ποταμοί, ὁ Νεῖλος καὶ ὁ Εὐφράτης καὶ οἱ ὑπ’ αὐτῶν σημαινόμενοι εἰδωλολατρικοὶ λαοί, ἀνύψωσαν, Κύριε, οἱ ποταμοὶ τὴν θορυβώδη βοήν των, ὁρμῶντες κατὰ τῆς ἁγίας πόλεώς σου καὶ τοῦ θεοκρατικοῦ βασιλείου της. Θὰ σηκώσουν ὑψηλὰ οἱ ποταμοὶ τὰ μετὰ πολλοῦ πατάγου θραυόμενα κύματά των καὶ θὰ προκαλοῦν θόρυβον μὲ τὰ ἐφορμῶντα ἄφθονα ὕδατά των.
- 4
ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.
Θαυμαστὰ εἶναι τὰ ἀγρίως μυκώμενα κύματα τῆς θαλάσσης καὶ ἡ ἐκ τῆς θραύσεώς των βοή, ἀλλ’ ἀσυγκρίτως θαυμαστὸς ὁ Κύριος, ὁ εἰς τὰ ὕψη τοῦ οὐρανοῦ ἔχων τὸν θρόνον αὐτοῦ καὶ ὑπερκείμενος πάντων.
- 5
τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Αἱ περὶ σοῦ διὰ τῶν παλαιῶν προφητῶν σου κηρυχθεῖσαι μαρτυρίαι ἀπεδείχθησαν διὰ τῶν πραγμάτων ἐξόχως ἀξιόπιστοι. Εἰς τὸν οἶκον σου ἁρμόζει, Κύριε, νὰ εἶναι ἱερὸς καὶ νὰ παραμένῃ ἀμόλυντος καὶ ἅγιος πάντοτε καὶ εἰς μακρὰς καὶ ἀτελευτήτους ἡμέρας. Ἅγιοι μόνον πρέπει νὰ εἰσέρχωνται ἐν αὐτῷ καὶ νὰ μὴ μολύνεται ποτὲ ὑπὸ προσκυνητῶν βεβήλων.
