Ψαλμός 91
- 1
Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου.
- 2
(Μασ. 92) ΑΓΑΘΟΝ τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, ῞Υψιστε,
Επωφελὲς ἅμα καὶ γλυκύ, καλὸν καὶ πρέπον εἶναι νὰ δοξολογῇ τις τὸν Κύριον καὶ να ψάλλῃ ὕμνον εἰς τιμὴν τοῦ ὀνόματός σου, Ὕψιστε,
- 3
τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα
διὰ νὰ διακηρύττῃ καὶ ἀναγγέλλῃ ἀνὰ τὸν κόσμον καθ’ ἑκάστην πρωΐαν τὸ ἔλεος καὶ τὴν εὐσπλαγχνίαν σου, καὶ κατὰ τὴν νύκτα τὴν ἀξιοπιστίαν καὶ φιλαλήθειαν, τὴν ὁποίαν δεικνύεις ἐν τῇ τηρήσει τῶν ὑποσχέσεών σου.
- 4
ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ᾿ ᾠδῆς ἐν κιθάρᾳ.
Νὰ συνοδεύῃ δὲ τὸν διὰ τῆς φωνῆς του ψαλλόμενον ὕμνον μὲ δεκάχορδον ψαλτήριον, μὲ ἔντεχνον ἁρμονίαν διὰ κιθάρας.
- 5
ὅτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.
Διότι μὲ ηὔφρανας, Κύριε, μὲ τὰ ποιήματά σου καὶ ἀπὸ τὰ ἐν τῇ ἱστορίᾳ τῶν ἀνθρώπων ἔργα τῶν χειρῶν σου καὶ τῆς προνοίας σου πληροῦμαι ἱκανοποιήσεως καὶ ἀγαλλιάσεως.
- 6
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε· σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου.
Πόσον μεγάλα καὶ θαυμαστὰ εἶναι τὰ ἔργα σου, Κύριε· καθ' ὑπερβολὴν βαθεῖαι καὶ ἀνεξερεύνητοι εἶναι αἱ σκέψεις καὶ οἱ σοφοί σου τρόποι, κατὰ τοὺς ὁποίους κυβερνᾷς τὴν ζωὴν τῶν ἀνθρώπων.
- 7
ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.
Ἄνθρωπος, τὸν ὁποῖον ὁ ὑλόφρων βίος κατέστησε ἄφρονα, δὲν δύναται νὰ γνωρίσῃ τὰ θαυμάσιά σου ταῦτα, καὶ ἐκεῖνος ποὺ στερεῖται τῆς φρονήσεως, τὴν ὁποίαν ὁ φόβος σου ἐμπνέει καὶ εἶναι ὡς ἐκ τούτου ἀσύνετος, δὲν δύναται νὰ ἐννοήσῃ αὐτά.
- 8
ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ὅταν οἱ ἀμαρτωλοὶ εὐτυχοῦν καὶ ἐκβλαστάνουν ταχέως καὶ ἀφθόνως ὡς ὁ χόρτος, καὶ ὅταν ὡς ἄνθος ἐκφύωνται ἐκ τῆς γῆς καὶ γίνωνται περιφανεῖς ὅλοι ὅσοι ἐργάζονται τὴν ἀνομίαν, μὴ λησμονῇς ὅτι τοῦτο γίνεται διὰ νὰ ἐξολοθρευθοῦν καὶ ἐξοντωθοῦν διὰ παντός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
- 9
σὺ δὲ ῞Υψιστος εἰς τὸν αἰῶνα, Κύριε·
Σὺ ὅμως, Κύριε, κάθησαι ἐν οὐρανοῖς ἐπὶ θρόνου ὑψηλοῦ ἐν ἰσχύϊ τὰ πάντα κυβερνῶν. Καὶ παραμένεις Ὕψιστος εἰς τὸν αἰῶνα.
- 10
ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
Διότι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε· ἰδοὺ οἱ ἐχθροί σου θὰ ἐξαφανισθοῦν, καὶ θὰ διασκορπισθοῦν ὅλοι ὅσοι ἐργάζονται τὴν ἀνομίαν.
- 11
καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι·
Τουναντίον δὲ ἐμοῦ θὰ ὑψωθῇ ἀήττητος ἡ ἰσχύς μου, σὰν τὴν δύναμιν ἀγρίου ζώου, ἥτις ἐπὶ του ἑνὸς καὶ μόνου κέρατός του συγκεντροῦται, καὶ τὸ γῆρας μου θὰ διατηρηθῇ θαλερὸν διὰ τῶν θείων σου χαρίτων, τὰς ὁποίας ὡς ἁγνὸν καὶ νωπὸν ἔλαιον θὰ ἐκχύνῃς εἰς ἐμέ.
- 12
καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ᾿ ἐμὲ πονηρευομένοις ἀκούσατε τὸ οὖς μου.
Καὶ εἶμαι βέβαιος, ὅτι θὰ ἐπίδῃ ὁ ὀφθαλμός μου μεθ' ἰκανοποιήσεως ἐπὶ τῶν ἐχθρῶν μου, καὶ θὰ ἀκούσῃ τὸ οὖς μου πραγματοποιούμενον τὸν πόθον μου διὰ τοὺς ἐξεγειρομένους καὶ ἐπαναστατοῦντας κατ' ἐμοῦ πονηρευομένους.
- 13
δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὁ δίκαιος θὰ ἀνθήσῃ ὡς ὁ ἀειθαλὴς καὶ μηδέποτε μαραινόμενος φοῖνιξ, ὡς ἡ ἐν τῷ Λιβάνῳ ὑπερύψηλος καὶ πολύρριζος κέδρος θὰ αὐξηθῇ. Οὕτω θαλερὸς καὶ εὐτυχὴς θὰ παραμένῃ ὁ εὐσεβὴς καὶ δίκαιος.
- 14
πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν·
Φυτευμένοι οἱ δίκαιοι εἰς τὸν οἶκον τοῦ Κυρίου θὰ ἐξανθήσουν καὶ θὰ καρποφορήσουν εἰς τὰς αὐλὰς τοῦ Θεοῦ μας, ἐνταῦθα μὲν καρποφοροῦντες τὴν ἀρετήν, ἐν ταῖς οὐρανίαις δὲ αὐλαῖς ἀπολαύοντες τῶν καρπῶν ταύτης.
- 15
ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες ἔσονται τοῦ ἀναγγεῖλαι
Ἀκόμη καὶ κατὰ τὸ βαθὺ καὶ ἔσχατον γῆρας των θὰ προκύπτουν καὶ θὰ καρποφοροῦν ὑπεραφθόνως καὶ θὰ εἶναι θαλεροὶ καὶ ἀκμαῖοι διὰ νὰ ἀναγγέλλουν καὶ διακηρύττουν,
- 16
ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
ὅτι εἶναι δίκαιος καὶ εὐθὺς ὁ Κύριος καὶ Θεός μας καὶ δὲν ὑπάρχει ἀδικίᾳ ἐν αὐτῷ.
