Ψαλμός 82
- 1
᾿ῼδὴ ψαλμοῦ τῷ ᾿Ασάφ.
- 2
(Μασ. 83) Ο ΘΕΟΣ, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός·
Ω Θεέ μου, ποῖος δύναται νὰ συγκριθῇ πρὸς σέ; Κανεὶς δὲν εἶναι ὅμοιός σου· δι' αὐτὸ καὶ ἐγὼ προσφεύγω εἰς σέ. Μὴ παραμείνῃς σιωπηλὸς καὶ μὴ συγκρατήσῃς τὴν ὀργήν σου. Μὴ δειχθῇς ἀπαθὴς καὶ ἀδιάφορος, ὦ Θεέ μου.
- 3
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν,
Διότι ἰδού οἱ ἐχθροί σου ἐξέσπασαν μὲ πολὺν θόρυβον καὶ ταραχὴν καὶ αὐτοὶ ποὺ σὲ μισοῦν, ἐσήκωσαν θρασεῖαν κεφαλήν.
- 4
ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·
Συνέλαβον κατὰ τοῦ λαοῦ σου σχέδια γεμᾶτα πανουργίαν, καὶ ἔλαβον ἐξολοθρευτικὰς ἀποφάσεις κατὰ τῶν ἀφιερωμένων εἰς σὲ Ἰσραηλιτῶν.
- 5
εἶπαν· δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα ᾿Ισραὴλ ἔτι.
Εἶπαν· Ἔλθετε καὶ ἂς ἐξολοθρεύσωμεν αὐτούς, ὥστε νὰ μὴ ὑπάρχουν ὡς ἔθνος, καὶ νὰ μὴ μνημονεύεται πλέον τὸ ὄνομα Ἰσραήλ.
- 6
ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο
Μὴ δειχθῇς λοιπὸν ἀδιάφορος, Κύριε, διότι μὲ ὁμόνοιαν καὶ πλήρη συμφωνίαν, μὲ μίαν καρδίαν ὅλοι των ἔλαβον ἀποφάσεις, συνῆψαν συνθήκην κατὰ σοῦ.
- 7
τὰ σκηνώματα τῶν ᾿Ιδουμαίων καὶ οἱ ᾿Ισμαηλῖται, Μωὰβ καὶ οἱ ᾿Αγαρηνοί,
Ποῖοι δέ; Οἱ σκηνῖται τῆς πρὸς νότον τῆς Νεκρᾶς θαλάσσης χώρας Ἰδουμαῖοι καὶ οἱ μεταξὺ τῆς Ἀραβίας καὶ Ἀσσυρίας κατοικοῦντες Ἰσμαηλῖται· οἱ παρὰ τὴν Νεκρὰν θάλασσαν ἐγκατεστημένοι Μωαβῖται καὶ οἱ βορείως τῆς Παλαιστίνης οἰκοῦντες Ἀγαρηνοί,
- 8
Γεβὰλ καὶ ᾿Αμμὼν καὶ ᾿Αμαλὴκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον.
οἱ γείτονες τῶν Ἰδουμαίων Γεβαληνοὶ καὶ οἱ πέραν τοῦ Ἰορδάνου Ἀμμωνῖται καὶ οἱ ἐν τῇ Πετραίᾳ Ἀραβίᾳ διαμένοντες Ἀμαληκῖται καὶ οἱ ἀλλόφυλοι Φιλισταῖοι μετὰ τῶν κατοικούντων τὴν Τύρον.
- 9
καὶ γὰρ καὶ ᾿Ασσοὺρ συμπαρεγένετο μετ᾿ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. (διάψαλμα).
Ἀλλὰ καὶ οἱ Ἀσσύριοι ἦλθον μαζὶ μὲ αὐτούς, καὶ ἔγιναν βοηθοὶ καὶ σύμμαχοι τῶν ἀπογόνων τοῦ Λώτ, τῶν Μωαβιτῶν τουτέστι καὶ Ἀμμωνιτῶν.
- 10
ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ, ὡς τῷ ᾿Ιαβεὶμ ἐν τῷ χειμάρρῳ Κεισών·
Ποίησον εἰς αὐτοὺς ὅπως ἄλλοτε ἐποίησας εἰς τοὺς κατοίκους τῆς γῆς Μαδιάμ, οἱ ὁποῖοι ἐξωντώθησαν ὑπὸ τοῦ Γεδεών, καὶ ὅπως ἐποίησας εἰς τὸν ὦμον στρατηγὸν Σισάρα, καθὼς καὶ εἰς τὸν βασιλέα τούτου Ἰαβείν, τὸν ἀσεβῆ δυνάστην τῆς Χαναάν, ὁ ὁποῖος ἐπατάχθη παρὰ τὸν χείμαρρον Κεισὼν ὑπὸ τοῦ Βαρὰκ καὶ τῆς Δεββώρας.
- 11
ἐξωλοθρεύθησαν ἐν ᾿Αενδώρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.
Ἐξωλοθρεύθησαν ἐν τῇ πόλει Δενδώρ, ἔγιναν σὰν κόπρος καὶ λίπασμα διὰ τὴν γῆν.
- 12
θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν ᾿Ωρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ πάντας τοὺς ἄρχοντας αὐτῶν,
Τοὺς ἄρχοντας αὐτῶν ὅλους θέσε τους εἰς τὸν αὐτὸν τόπον καὶ τιμώρησέ τους, ὅπως διὰ τοῦ Γεδεὼν ἐξωλόθρευσας τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανά, ὅλους τοὺς ἄρχοντας τῶν Μαδιανιτῶν ἐκείνων,
- 13
οἵτινες εἶπαν· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ.
οἱ ὁποῖοι εἶπαν· ἂς κατακτήσωμεν ὡς κληρονομίαν ἰδικήν μας καὶ πρὸς ὄφελος τοῦ ἐαυτοῦ μας τὰ θυσιαστήρια καὶ τὸν ἅγιον τόπον τοῦ Θεοῦ.
- 14
ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου·
Ὦ Θεέ μου, μετάβαλέ τους εἰς τροχὸν καὶ ἀνεμοστρόβιλον, ὥστε νὰ μὴ στέκωνται πουθενά, ἀλλ’ ὑπὸ συνεχῶν καὶ ἀπαύστων συμφορῶν νὰ περιστρέφωνται ἐδῶ καὶ ἐκεῖ· κάμε τους σὰν ξηρὸν ἄχυρον ποὺ τὸ φυσᾷ ὁ ἄνεμος καὶ τὸ διασκορπίζει.
- 15
ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν, ὡσεὶ φλόξ, ἣ κατακαύσει ὄρη,
Κατάκαυσέ τους ὡς τὸ πῦρ, τὸ ὁποῖον, ὅταν εἰσχωρήσῃ εἰς δάσος, κατακαίει τοῦτο ὁλόκληρον, καὶ ὅπως ἡ φλόξ, ἡ ὁποία θὰ κατακαύσῃ τὰ κατάφυτα βουνά.
- 16
οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς.
Οὕτω καὶ σὺ καταδίωξέ τους μὲ τὸν θυμόν σου ποὺ ἐκσπᾷ ὡς ἄλλη καταιγὶς καὶ μὲ τὴν ὀργήν σου συντάραξέ τους ὅλους.
- 17
πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε.
Γέμισε τὰ πρόσωπά των ἀπὸ ἀτιμίαν καὶ θὰ ἀναγκασθοῦν ἐκ φόβου νὰ ζητήσουν τὸ ὄνομά σου, Κύριε.
- 18
αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν
Ἂς ἐντροπιασθοῦν καὶ ἂς καταληφθοῦν ἀπὸ φόβον καὶ ταραχὴν πάντοτε καὶ ἀτελευτήτως εἰς πάντας τοὺς αἰῶνας. Καὶ ἂς κατεντροπιασθοῦν καὶ ἂς ἀπολεσθοῦν μερικοὶ ἀπὸ αὐτούς·
- 19
καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ῞Υψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
καὶ ἂς γνωρίσουν οἱ ἄλλοι, ὅσοι θὰ διαφύγουν τὸν ὄλεθρον, ὅτι ὄχι τὰ ὀνόματα τῶν ψευδοθεῶν των, ἀλλὰ τὸ ἰδικόν σου ὄνομα εἶναι <τὸ Κύριος>. Σὺ μόνος εἶσαι ὕψιστος ἐφ' ὅλης τῆς γῆς.
