Ψαλμός 45
- 1
Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορέ, ὑπὲρ τῶν κρυφίων ψαλμός.
- 2
(Μασ. 46) Ο ΘΕΟΣ ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
Ο Θεὸς εἶναι ἡ καταφυγή μας καὶ ἡ δύναμίς μας, εἶναι ὁ πανίσχυρος βοηθός μας εἰς τὰς θλίψεις ποὺ μᾶς εὗρον.
- 3
διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
Διὰ τοῦτο καὶ ἂν ἀκόμη ἐπισυμβοῦν αἱ κατὰ τὴν συντέλειαν ἀνατροπαί, δὲν θὰ φοβηθῶμεν, ὅταν ἐκ θεμελίων θὰ σείεται ἡ γῆ καὶ θὰ ἀποσπῶνται ἀπὸ τὴν θέσιν των βουνὰ ὁλόκληρα διὰ νὰ μεταθέτωνται ἐν μέσῳ τῶν θαλασσῶν.
- 4
ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. (διάψαλμα).
Ἔστω ὅτι ἐβούϊξαν καὶ ἐταράχθησαν ἀφρίζοντα εἰς ἀλλεπάλληλα καὶ τεράστια κύματα τὰ ὕδατά των. Ἔστω ὅτι ἐσείσθησαν τὰ ὅρη διὰ τῶν κραταιῶν μεταβολῶν καὶ ἀναστατώσεων, τὰς ὁποίας ἐργάζεται ὁ Θεός. Ἠμεῖς δὲν θὰ φοβηθῶμεν.
- 5
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ῞Υψιστος.
Ἡ Ἱερουσαλὴμ ὅμως κατὰ τὸν αὐτὸν χρόνον θὰ διατηρηθῇ ἐν ἀσφαλείᾳ. Τὰ ρεύματα καὶ οἱ κατεβασιὲς τοῦ ποταμοῦ, ποὺ εέει πλησίον της, εὔφραινουν τὴν πόλιν τοῦ Θεοῦ, τὴν ὁποίαν ὁ Ὕψιστος ἡγίασε διὰ νὰ εἶναι σκήνωμα καὶ κατοικητήριόν του.
- 6
ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ πρωΐ.
Ὁ Θεὸς παραμένει ἐν μέσῳ αὐτῆς καὶ λόγῳ τῆς εἰς αὐτὴν προστασίας του, δὲν θὰ σαλευθῇ αὕτη, ἀλλὰ θὰ μείνῃ σώα καὶ ἀσφαλής. Τάχιστα καὶ ἐγκαιρότατα θὰ βοηθήσῃ αὐτὴν ὁ Κύριος.
- 7
ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ.
Ἐταράχθησαν κατὰ τῆς Ἱερουσαλὴμ ἔθνη· μετεκινήθησαν κατ’ αὐτῆς βασίλεια ὁλόκληρα· ἀλλ' ὁ Κύριος ἐξαπέλυσεν ἄνωθεν φωνὴν καὶ ἐβρόντησε καὶ ἐσείσθη ὁλόκληρος ἡ γῆ.
- 8
Κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς ᾿Ιακώβ. (διάψαλμα).
Ὁ Κύριος τῶν ἐν οὐρανοῖς ἀγγελικῶν δυνάμεων εἶναι μαζί μας· ὁ Θεὸς τοῦ Ἰακὼβ εἶναι ὁ βοηθὸς καὶ προστάτης μας.
- 9
δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς.
Ἔλθετε λαοὶ καὶ ἴδετε τὰ ἔργα τοῦ Κυρίου, τὰ ὅσα καταπληκτικὰ καὶ θαυμαστὰ ὡς ἄλλα τρόπαια ἔστησεν ἐπὶ τῆς γῆς.
- 10
ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συνθλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.
Κατέπαυσεν ὁλοτελῶς τοὺς πολέμους μέχρι τῶν ἐσχατιῶν τῆς εὐλογημένης γῆς τῆς ἐπαγγελίας. Τελειωτικῶς καὶ ὁριστικῶς θὰ συντρίψῃ κάθε τόξον καὶ θὰ τσακίσῃ κάθε ὅπλον πολεμικὸν καὶ θὰ κατακαύσῃ εἰς τὸ πῦρ τὰς ἀσπίδας.
- 11
σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.
Ἐλευθερωθῆτε παντὸς περισπασμοῦ καὶ μὲ ἤρεμον διάνοιαν προσέξατε καὶ μάθετε, ὅτι ἐγὼ εἶμαι ὁ Θεός, ποὺ κρατῶ εἰς χεῖρας μου καὶ διευθύνω τὰ πάντα· θὰ ὑψωθῶ μέγας καὶ κραταιὸς καὶ θαυμαστὸς ἐπάνω ἀπὸ ὅλα τὰ ἔθνη, θὰ ὑπερυψωθῶ ἀνώτερος ἀπὸ τὴν γῆν καὶ ἀπὸ τοὺς κατοίκους αὐτῆς, ἰσχυρότερος πάντων καὶ κυρίαρχων ἐπὶ πάντων.
- 12
Κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς ᾿Ιακώβ.
Ὁ Κύριος τῶν ἐν οὐρανοῖς ἀγγελικῶν δυνάμεων εἶναι μαζί μας· ὁ Θεὸς τοῦ Ἰακὼβ εἶναι ὁ βοηθὸς καὶ προστάτης μας.
