Ψαλμός 138
- 1
(Μασ. 139) ΚΥΡΙΕ, ἐδοκίμασάς με, καὶ ἔγνως με·
Κύριε, μὲ ἐδοκίμασας καὶ κατεμέτρησας τὰ βάθη τῆς ψυχῆς μου καὶ ἐγνώρισας τί εἶμαι,
- 2
σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
σὺ μὲ ἐγνώρισας καλὰ καὶ ὅταν κάθημαι καὶ ὅταν ἐγείρωμαι, εἰξεύρεις καλὰ ὅλας τὰς κινήσεις μου καὶ ὁλόκληρον τὸν βίον μου. Σὺ κατανοεῖς τοὺς διαλογισμούς μου ἀπὸ μακρὰν καὶ πολὺ πρὶν οὖτοι συλληφθοῦν εἰς τὸν νοῦν μου.
- 3
τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες,
Τὸν δρόμον μου καὶ πᾶσαν τὴν ἔκτασιν καὶ τὸ μέτρον τῆς ζωῆς μου, σὺ τὰ παρηκολούθησες καὶ τὰ ἐγνώρισες ἐπακριβῶς, τὸν δημόσιον καὶ τὸν ἰδιωτικόν μου βίον καὶ ὅλας τὰς ὁδούς μου, πᾶσαν ἐν γένει τὴν φανερὰν καὶ μυστικὴν διαγωγήν μου προεῖδες.
- 4
ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου.
Ἐγνώρισες ὅτι δὲν ὑπάρχει δόλος εἰς τὴν γλῶσσάν μου, ἀλλὰ λαλεῖ αὕτη ὅ,τι ἔχω καὶ εἰς τὴν καρδίαν μου.
- 5
ἰδού, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου.
Ἰδού, Κύριε, σὺ ἐγνώρισας ὅλα, τὰ πρόσφατα καὶ τὰ παλαιὰ ἐγνώρισας καὶ τὰ τῆς γεροντικῆς μου ἡλικίας καὶ τὰ τῆς νεανικῆς· σὺ μὲ ἔπλασας καὶ ἔθεσας τὴν προνοητικὴν καὶ ἐξουσιαστικήν σου χεῖρα ἐπ' ἐμοῦ.
- 6
ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
Μοῦ κινεῖ τὸν θαυμασμὸν ἡ γνῶσις, τὴν ὁποίαν περὶ ἐμοῦ ἔχεις· εἶναι κραταιὰ καὶ ἀσυγκρίτως ἰσχυροτέρα τῶν ἀσθενῶν διανοητικῶν μου δυνάμεων· δὲν δύναμαι νὰ τὴν συλλάβω. Συντρίβομαι πρὸ αὐτῆς.
- 7
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
Ποῦ νὰ ὑπάγω, ὥστε νὰ εἶμαι μακρὰν ἀπὸ τὸ πνεῦμά σου, καὶ ποῦ νὰ φύγω ὥστε νὰ μὴ παρακολουθοῦμαι ἀπὸ τὸ πρόσωπόν σου;
- 8
ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶσαι ἐκεῖ· ἐὰν ἀποθάνω καὶ καταβῶ εἰς τὸν Ἅδην, ἡ παρουσία σου καὶ ἐκεῖ ἐκτείνεται.
- 9
ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾿ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
Ἐὰν ἤθελον γίνει πτερωτὸς καὶ ἔπαιρνα ἐπάνω μου ἰδικά μου πτερὰ ἐκεῖ, ὅπου ἀνατέλλει κατὰ τὰ βαθειὰ ἐξημερώματα ὁ ἥλιος (Κατὰ τὸ ἑβραϊκόν: Ἐὰν ἀναλάβω τὰς πτέρυγας τοῦ ὄρθρου = Ἐὰν μὲ φωτὸς ταχύτητα), καὶ κατασκηνώσω εἰς τὰς ἐσχατιὰς τῆς θαλάσσης ὅπου γίνεται ἡ δύσις, καὶ πετάξω λοιπὸν ἀπὸ τὴν ἀνατολὴν ἕως τὴν δύσιν,
- 10
καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.
ἀλλὰ καὶ ἐκεῖ ἡ χείρ σου θὰ μὲ ὁδηγήσῃ καὶ θὰ μὲ κρατῇ σφιγκτὰ ἡ δεξιά σου.
- 11
καὶ εἶπα· ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου·
Καὶ ἐὰν καθ’ ὑπόθεσιν εἴπω· ἂς ἔλθῃ λοιπὸν τὸ σκότος νὰ μὲ καταπατήσῃ καὶ νὰ μὲ σκεπάσῃ, καὶ ἡ νὺξ ἂς καταλάβῃ θέσιν φωτὸς καὶ τὸ σκότος της ἂς μείνῃ ἀντὶ φωτισμοῦ κατὰ τὴν ἐντρύφησίν μου, ὥστε ὑπὸ τὰ σκότη νὰ τρυφήσω ἀθέατος.
- 12
ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
Πόσον θὰ πλανηθῶ! Διότι τὸ σκότος δὲν θὰ σκοτισθῇ καὶ δὲν θὰ μείνῃ ἀθέατον καὶ ἀφώτιστον ἀπὸ σέ, καὶ ἡ νὺξ τῆς τρυφῆς καὶ τῶν ὀργίων μου θὰ εἶναι φωτισμένη ἐνώπιόν σου ὡς ἡμέρα. Ὅπως εἶναι τὸ σκότος τῆς νυκτός, οὕτως εἶναι καὶ τὸ φῶς τῆς ἡμέρας. Διότι καὶ τὸ σκότος τῆς νυκτὸς εἶναι φανερὸν ἐνώπιόν σου, ὡς νὰ φωτίζεται λαμπρῶς ὑπὸ φωτός.
- 13
ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.
Διότι σύ, Κύριε, ἐδημιούργησας καὶ γνωρίζεις ὡς κτῆμα σου τοὺς νεφρούς μου, τὸ ἐσωτερικὸν τοῦτο κέντρον τῶν ἐπιθυμιῶν καὶ συναισθημάτων μου. Κύριε, μὲ ἀνέλαβες ὑπὸ τὴν προστασίαν σου ἀφ’ ὅτου ἀκόμη ἤμην εἰς τὴν κοιλίαν τῆς μητρός μου.
- 14
ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα.
Θὰ σὲ δοξολογήσω καὶ θὰ σὲ εὐχαριστήσω εὐγνωμόνως, διότι ἐδείχθης θαυμαστὸς μέχρι σημείου προκαλοῦντος κατάπληξιν καὶ φόβον. Θαυμάσια τὰ ἔργα σου καὶ ἡ ψυχή μου γνωρίζει τοῦτο πολὺ καλὰ ἐξ ἰδίας πείρας.
- 15
οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς·
Δὲν ἐκρύβη ἀπὸ σὲ ὁ ὀστέϊνος σκελετός μου, ὅταν ἤρχισε νὰ διαμορφοῦται ἐν τῇ κοιλίᾳ τῆς μητρός μου καὶ τὸν ὁποῖον ἐποίησας ἀφανῶς, μακρὰν ἀπὸ κάθε ἀνθρώπινον ὀφθαλμόν. Οὔτε ὑπῆρξεν ἀφανὴς εἰς σὲ ἡ πρώτη σύστασις καὶ ὑπόστασίς μου, ὅταν ἐγκυμονεῖτο ἐν τῷ σκότει τῆς μητρικῆς κοιλίας ὡς εἰς τὰ κατώτατα τῆς γῆς θαμμένη καὶ ἀποκεκρυμμένη.
- 16
τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς.
Τὴν ἀκατέργαστον καὶ ἀδιαμόρφωτον ἐν τῇ κοιλίᾳ τῆς μητρός μου οὐσίαν μου καὶ τί θὰ ἀπέβαινον ἀπὸ τῆς ἀσχηματίστου ἐκείνης καταστάσεώς μου, τὸ εἶδόν οἱ ὀφθαλμοί σου καὶ τὸ προεγνώρισας λεπτομερῶς, καὶ εἰς τὸ βιβλίον σου εἶναι ὅλοι γραμμένοι προτοῦ νὰ γεννηθοῦν· θὰ πλασθοῦν οὗτοι καὶ θὰ αὐξηθοῦν βαθμηδόν, ἡμέραν μὲ τὴν ἡμέραν, ὅταν θὰ ἴδουν τὸ φῶς αὐτῆς, ἀλλὰ σὺ γνωρίζεις τούτους πλήρως προτοῦ νὰ ὑπάρξῃ εἰς τὴν ζωὴν κανεὶς ἐξ αὐτῶν.
- 17
ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν·
Ἀπὸ ἐμὲ δὲ μεγάλως ἐτιμήθησαν οἱ φίλοι σου, ὦ Θεέ, καὶ αἱ ἀρχαὶ τῆς καταβολῆς καὶ τῆς ὑπάρξεώς των καὶ ἐν γένει ἡ δύναμις καὶ ἐπιρροή των ὑπὸ τὴν χεῖρα τῆς προστασίας σου ὑπῆρξαν ἐξόχως δυναταὶ καὶ ἀδιάσειστοι. (Κατὰ τὸ ἑβραϊκόν:17 Πόσον αἱ βουλαί σου ἐξετιμήθησαν παρ’ ἐμοῦ! Πόσον τὸ σύνολον αὐτῶν εἶναι μέγα καὶ ἀναρίθμητον!18 Ἐὰν ἀποπειραθῶ νὰ τὰς ἀριθμήσω, ὑπερβαίνουν τὴν ἄμμον τῆς θαλάσσης).
- 18
ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
Προσπαθῶ νὰ τοὺς μετρήσω, ἀλλ’ ἔχουν πληθυνθῇ περισσότερον ἀπὸ τὴν ἄμμον. Κατακλίνομαι καὶ κοιμῶμαι κατὰ τὴν νύκτα ἀπερροφημένος ἀπὸ τὴν μελέτην τῶν θαυμαστῶν ποιημάτων σου. Σηκώνομαι τὴν πρωΐαν καὶ ἀκόμη εἶμαι μαζί σου γεραίρων τὰ ἔργα σου.
- 19
ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ Θεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾿ ἐμοῦ,
Ἐὰν παρέδιδες εἰς θάνατον τοὺς ἁμαρτωλούς, ὦ Θεέ, ὁποῖον δίκαιον ἔργον θὰ ἐπετέλεις! Ἄνθρωποι αἱμοβόροι καὶ αἰμοδιψεῖς, φύγετε μακρὰν ἀπὸ ἐμέ.
- 20
ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς· λήψονται εἰς ματαιότητα τὰς πόλεις σου.
Διότι διαρκῶς εἶσθε φιλόνεικοι καὶ διαλογίζεσθε ἔριδας καὶ μάχας· ματαίως θὰ καταλάβουν τὰς πόλεις, αἱ ὁποῖαι σὲ ἀναγνωρίζουν κυριάρχην των, διότι πολὺ ταχέως θὰ ἐκδιωχθοῦν ἐξ αὐτῶν.
- 21
οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην;
Δὲν ἐμίσησα, Κύριε, αὐτοὺς οἱ ὁποῖοι σὲ μισοῦν, καὶ ἐκ τοῦ ζήλου μου δὲν ἐλυωσα ὡς κηρὸς λόγῳ τῆς πρὸς τοὺς ἐχθρούς σου ἀποστροφῆς μου;
- 22
τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.
Τέλειον μῖσος ἐξ ὅλης τῆς καρδίας μου καὶ ἐξ ὅλης τῆς δυνάμεώς μου ἐμίσουν αὐτοὺς καὶ μετεβλήθησαν εἰς ἐχθρούς μου.
- 23
δοκίμασόν με, ὁ Θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου.
Δοκίμασόν με καὶ ἐρεύνησόν με καλῶς, ὦ Θεέ μου, καὶ γνώρισε τὴν καρδίαν μου· ἐξέτασόν με καὶ γνώρισε τὰς ὁδοὺς καὶ τὸν τρόπον τῆς συμπεριφορᾶς καὶ πολιτείας μου.
- 24
καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.
Καὶ ἴδε, ἐὰν ὑπάρχῃ ὁδὸς ἀνομίας εἰς ἐμὲ καὶ ἐὰν δὲν ἐπολιτεύθην ἐν ἀγαθῇ πάντοτε συνειδήσει. Καὶ ἀποβλέπων εἰς τὰς ἀγαθὰς προθέσεις μου ὁδήγησόν με εἰς τὴν ὁδόν, ἡ ὁποία θὰ μὲ φέρῃ εἰς τὴν αἰωνίαν ζωήν.
