Ψαλμός 125
- 1
(Μασ. 126) ΕΝ Τῼ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι.
Όταν ὁ Κύριος ἐπέστρεψε καὶ ἀποκατέστησεν εἰς τὴν πατρίδα των τοὺς αἰχμαλώτους τῶν τέκνων τῆς Σιών, ἠσθάνθημεν μεγάλην παρηγορίαν καὶ χαράν.
- 2
τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ᾿ αὐτῶν.
Τότε ἐγέμισε τὸ στόμα μας ἀπὸ λόγους καὶ ἐπιφωνήσεις χαρᾶς καὶ ἡ γλῶσσα μας ἀπὸ λόγους ἀγαλλιάσεως. Τότε ἐπὶ τῇ ἐπιστροφῇ ἐκ τῆς αἰχμαλωσίας εἶπαν ἀκόμη καὶ μεταξὺ τῶν εἰδωλολατρῶν πολλοί: Μεγάλα καὶ θαυμαστὰ ἐποίησεν ὁ Κύριος εἰς αὐτούς.
- 3
ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι.
Ναί· ὅντως μεγάλα καὶ θαυμαστὰ ἐποίησεν εἰς ἡμᾶς ὁ Κύριος καὶ δι' αὐτὸ εἴχομεν εὐφρανθῇ.
- 4
ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ.
Κατευόδωσε, Κύριε, καὶ τῶν ὑπολοίπων αἰχμαλώτων μας τὴν ἐπιστροφήν· ἐπίστρεψέ τους σὰν τοὺς χειμάρρους εἰς τὴν πρὸς νότον τῆς Παλαιστίνης ἄνυδρον χώραν, ἥτις διψῶσα καὶ ξηραινομένη κατὰ τὸ θέρος ἀπορροφὰ ἀπλήστως τὰ κατακλύζοντα αὐτὴν κατὰ τὸν χειμῶνα ὕδατα τῶν χειμάρρων. Ξηρὰ καὶ ἔρημος κατήντησε καὶ ἡ πατρίς μας καὶ ἵνα ἀναθάλῃ ἔχει ἀνάγκην ὡς χείμαρροι πλημμυροῦντες νὰ ἐπιστρέψουν εἰς αὐτὴν τὰ τέκνα της.
- 5
οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι.
Οἱ πρὸς νότον τῆς Παλαιστίνης κατοικοῦντες, οἱ ὁποῖοι κατὰ τὸν καιρὸν τῆς σπορᾶς βλέποντες τὴν τρομερὰν ξηρασίαν σπείρουν μὲ δάκρυα, μετὰ τὴν γονιμοποίησιν τῶν ἀγρῶν των διὰ τῆς πλημμύρας, θὰ θερίσουν σκιρτῶντες ἐξ ἀγαλλιάσεως.
- 6
πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.
Πορευόμενοι καὶ οἱ ἀπόγονοι τοῦ Ἰσραὴλ εἰς τὴν αἰχμαλωσίαν, ἐπήγαιναν καὶ ἔκλαιον ἐπὶ τῇ ἀπωλείᾳ τοῦ βασιλείου των ἐν τῇ ἐξορίᾳ. Ἀλλ’ ἔκλαιον σπείροντες τὰ σπέρματα τῆς παιδαγωγίας καὶ δοκιμασίας των, ἐκ τῆς ὁποίας θὰ ἐκαρποφορεῖ καὶ πάλιν ἐλευθερία. Ἐπιστρέφοντες δὲ ἐκ τῆς αἰχμαλωσίας θὰ ἔρχωνται μὲ ἀγαλλίασιν σηκώνοντες ἐπὶ τῶν ὤμων των τὰ χειροβόλια τῶν καρπῶν τῆς ὑπὸ τοῦ Θεοῦ παιδαγωγίας των.
