Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΨΑΛΜΟΙ

Ψαλμός 117

29 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλοι οι ψαλμοί
  1. 1

    (Μασ. 118) ΕΞΟΜΟΛΟΓΕΙΣΘΕ τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

    Δοξολογήσατε καὶ εὐχαριστήσατε τὸν Κύριον, διότι εἶναι ἀγαθός, διότι πάντοτε καὶ διαρκῶς ἐλεεῖ καὶ ἡ εὐσπλαγχνία του εἶναι ἀστείρευτος πηγὴ ἐλέους, ὥστε τὸ ἔλεός του να μένῃ ἀνεξάντλητον εἰς τὸν αἰῶνα.

  2. 2

    εἰπάτω δὴ οἶκος ᾿Ισραὴλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

    Ἂς εἴπῃ λοιπὸν καὶ ἂς διακηρύξῃ ὁ οἶκος τοῦ Ἰσραήλ, ὅλοι γενικῶς οἱ Ἰσραηλῖται, ὅτι ὁ Θεὸς εἶναι ἀγαθός, διότι τὸ ἔλεός του εἶναι ἀστείρευτον καὶ μένει εἰς τὸν αἰῶνα.

  3. 3

    εἰπάτω δὴ οἶκος ᾿Ααρὼν ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

    Ἂς εἴπῃ τώρα καὶ τὸ ἀπὸ τοῶ Ἀαρὼν καταγόμενον ἱερατικὸν γένος, ὅτι ὁ Κύριος εἶναι ἀγαθός, διότι τὸ ἔλεός του παραμένει αἰώνιον.

  4. 4

    εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

    Ἂς διακηρύξουν καὶ ἂς τὸ φωνάξουν ὅλοι οἱ ἐξ ἐθνῶν προσήλυτοι, ὅσοι φοβοῦνται τὸν Κύριον, ὅτι εἶναι ἀγαθός, διότι δὲν παύει ποτὲ ἀπὸ τοῦ να ἐλεῇ διὰ μέσου πάντων τῶν αἰώνων.

  5. 5

    ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν.

    Ἐκ μέσου τῆς κυκλωσάσης μὲ θλίψεως ἐπεκαλέσθην τὸν Κύριον καὶ ἑπήκουσε τῆς προσευχῆς μου καὶ ἐκ τῆς στενοχώρίας μου μὲ ὠδήγησεν εἰς εὐρυχωρίαν καὶ ἀνακούφισιν.

  6. 6

    Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.

    Ὁ Κύριος ἐγένετο εἰς ἐμὲ βοηθὸς καὶ δὲν θὰ φοβηθῶ τί θὰ μοῦ κάμῃ οἰοσδήποτε ἄνθρωπος.

  7. 7

    Κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.

    Ὃ Κύριος εἶναι βοηθὸς καὶ σύμμαχός μου, δι’ αὐτὸ δὲ καὶ ἐγὼ θὰ ἴδω τοὺς ἐχθρούς μου πρὸ τῶν ποδῶν μου ἡττημένους καὶ κατησχυμμένους.

  8. 8

    ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ᾿ ἄνθρωπον·

    Ἀσυγκρίτως καλύτερον καὶ ἀσφαλέστερον νὰ στηρίζῃ τις τὴν ἐλπίδα καὶ πεποίθησή του εἰς τὸν Κύριον, παρὰ νὰ βασίζεται εἰς τὴν βοήθειαν καὶ συμμαχίαν ἀνθρώπου.

  9. 9

    ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον ἢ ἐλπίζειν ἐπ᾿ ἄρχουσι.

    Εἶναι ἀσυγκρίτως προτιμότερον νὰ ἐλπίῃ τις εἰς τὸν Κύριον, παρὰ νὰ ἐλπίζῃ εἰς ἄρχοντας καὶ ἡγεμόνας.

  10. 10

    πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς·

    Ὅλα τὰ γειτονικὰ ἔθνη μὲ περιεκύκλωσαν καὶ ὐμύνθην κατ’ αὐτῶν ἐπικαλεσθεὶς τὸ ὄνομα τοῦ Κυρίου καὶ τὴν βοήθειαν αὐτοῦ.

  11. 11

    κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

    Μὲ πολλὴν ὁρμὴν μὲ περιεκύκλωσαν καὶ μὲ τὴν ἐπίκλησιν τοῦ ὀνόματος τοῦ Κυρίου ἀντεπεξῆλθον καὶ ἠμύνθην νικηφόρως κατ’ αὐτῶν.

  12. 12

    ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

    Ἔπεσαν ἐπάνω μου καὶ μὲ περιεκύκλωσαν, ὅπως κυκλώνουν καὶ σωρεύονται εἰς τὴν κηρήθραν αἱ μέλισσαι, καὶ ἤναψαν ὅπως ἡ φωτιά, ὅταν κατακαίῃ ἀκάνθας καὶ φρύγανα. Λάβρως ἐπέπεσαν κατ’ ἐμοῦ. Καὶ διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Κυρίου ἠμύνθην νικηφόρως κατ’ αὐτῶν.

  13. 13

    ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου.

    Μὲ ἔσπρωξαν χωρὶς νὰ τὸ περιμένω χεῖρες ἐχθρικαὶ καὶ ὀλίγον ἔλειψε νὰ πέσω. Καὶ ὁ Κύριος μὲ ὑπεστήριξε διὰ τῆς χειρός του καὶ μὲ ἐβοήθησε.

  14. 14

    ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

    Διὰ τῆς ἐνισχύσεως καὶ προστασίας, τὴν ὁποίαν μοῦ παρέχει ὁ Κύριος, γίνεται αὐτὸς ἰσχὺς καὶ δύναμίς μου, ἀλλὰ καὶ δόξα μου καὶ ὕμνησίς μου, θρίαμβος καὶ κλέος μου, καὶ ἡ βοήθειά του μοῦ ἐξησφάλισε τὴν σωτηρίαν.

  15. 15

    φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων· δεξιὰ Κυρίου ἐποίησε δύναμιν,

    Καὶ τώρα ἐκεῖ ὅπου λυτρωμένοι καὶ νικηταὶ ἔχουν κατασκηνώσει οἱ δίκαιοι, ἀκούεται πανηγυρικὴ φωνὴ χαρᾶς καὶ ἀγαλλιάσεως, καὶ ὕμνοι σωτηρίας ἀντηχοῦν. Ἡ δεξιὰ τοῦ Κυρίου συνετέλεσεν ἔργα δυνατὰ καὶ ἀξιοθαυμάστοὺς θριάμβους.

  16. 16

    δεξιὰ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύναμιν.

    Ἡ δεξιὰ Κυρίου μὲ ἀνύψωσε καὶ μὲ ἀνέδειξε νικητὴν κατὰ τῶν ἐχθρῶν μου. Ἡ δεξιὰ Κυρίου κατειργάσθη δυνάμεις.

  17. 17

    οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι καὶ διηγήσομαι τὰ ἔργα Κυρίου.

    Δὲν θὰ ἀποθάνω καὶ δὲν θὰ ἐκλείψω ἐγὼ ὁ λαὸς τοῦ Κυρίου, ἀλλὰ θὰ ζήσω καὶ θὰ διηγοῦμαι τὰ θαυμάσια ἔργα τοῦ Κυρίου.

  18. 18

    παιδεύων ἐπαίδευσέ με ὁ Κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με.

    Δι' ἐθνικῶν συμφορῶν καὶ δοκιμασιῶν μὲ ἐπαιδαγώγησε καὶ μὲ ἐτιμώρησεν ὁ Κύριος, δὲν μὲ παρέδωκεν ὅμως εἰς τὸν θάνατον καὶ τὸν παντελῆ ἀφανισμόν.

  19. 19

    ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ.

    Καὶ τώρα ποὺ ἡ λιτανεία μας κατέφθασεν εἰς τὸν ναόν, ἀνοίξατέ μου σεῖς οἱ ἱερεῖς τὰς πύλας τοῦ ναοῦ, εἰς τὸν ὁποῖον κατοικεῖ ὁ δίκαιος καὶ ἐν δικαιοσύνῃ κρίνων Θεός. Ἀφοῦ δι’ αὐτῶν εἰσέλθω εἰς τὸν ναόν, θὰ ὑμνήσω καὶ θὰ εὐχαριστήσω μετὰ θερμῆς εὐγνωμοσύνης τὸν Κύριον.

  20. 20

    αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.

    Αὕτη ἡ πύλη, τὴν ὁποίαν ἀπὸ ἡμᾶς τοὺς ἱερεῖς ζητεῖτε να ἀνοίξωμεν, εἶναι ἡ πύλη τοῦ Κυρίου. Καὶ μόνον ὅσοι εἶναι δίκαιοι καὶ ἐνάρετοι ἔχουν δικαίωμα νὰ εἰσέλθουν καὶ νὰ διαβοῦν αὐτήν.

  21. 21

    ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν.

    Θὰ σὲ εὐχαριστήσω καὶ θὰ σὲ ὑμνήσω εὐγνωμόνως, διότι μὲ ἤκουσες καὶ ἔγινες σωτήρ μου.

  22. 22

    λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·

    Ἐγὼ ὁ Ἰσραήλ, προτυπῶν καὶ τὸν Μεσσίαν, εἶμαι ὁ λίθος, τὸν ὁποῖον ἀπέρριψαν ὡς ἀκατάλληλον καὶ ἄχρηστον οἱ κτίσται, οἱ ῥυθμίζοντες διὰ τῆς σπάθης καὶ τῶν συμμαχιῶν των τὰς τύχας τῶν ἀσημοτέρων λαῶν. Ἀλλ’ ὁ λίθος αὐτὸς ἔγινε τῆς ὅλης οἰκοδομῆς κεφαλὴ καὶ ἀκρογωνιαῖος λίθος. Οὕτω καὶ ὁ Χριστός, μολονότι ἀπερρίφθη ὡς ἄχρηστος ἀπὸ τοὺς οἰκοδόμους τῆς συναγωγῆς, συνήνωσε τοὺς δύο λαούς, Ἰουδαίους καὶ ἐθνικούς, εἰς μίαν Ἐκκλησίαν καὶ ἐγένετο ταύτης ἀρχηγὸς καὶ κεφαλὴ καὶ ποιμήν.

  23. 23

    παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

    Ὑπὸ τοῦ Κυρίου ἐγένετο τοῦτο καὶ εἶναι θαυμαστὸν εἰς τοὺς ὀφθαλμοὺς ἠμῶν τῶν πιστευόντων.

  24. 24

    αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

    Αὐτὴ ἡ λαμπρὰ καὶ πανηγυρικὴ ἡμέρα, καθ’ ἢν ἀνυψώθη ὁ Ἰσραήλ, πολὺ δὲ περισσότερον ἡ ἡμέρα τῆς ἀνυψώσεως τοῦ Μεσαίου, εἶναι ἡμέρα τὴν ὁποίαν ἐποίησεν ὁ Κύριος. Ἂς χαρῶμεν καὶ ἂς εὐφρανθῶμεν κατ’ αὐτήν.

  25. 25

    ὦ Κύριε, σῶσον δή, ὦ Κύριε, εὐόδωσον δή.

    Ὦ Κύριε, σῶσον μας λοιπὸν τώρα· ὦ Κύριε, καθοδήγησέ μας ἀσφαλῶς πρὸς αἴσιον καὶ εὐτυχὲς τέρμα.

  26. 26

    εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.

    Εὐλογημένος ἐσο σύ, ὦ Ἰσραήλ, ὁ ὁποῖος ἔρχεσαι εἰς τὸν ναόν, καὶ διαβαίνεις τὰς πύλας του ἐν ὀνόματι τοῦ Κυρίου· σοῦ ἀπενείμαμεν τὰς εὐλογίας, αἱ ὁποῖαι ἀναβρύουν ἀπὸ τὸν οἶκον τοῦ Κυρίου. Ἀλλ’ εὐλογημένος ἐσο καὶ ὁ ὑπὸ τοῦ Ἰσραὴλ προτυπούμενος Μεσσίας, ὁ ὁποῖος ἔρχεσαι σταλμένος ἀπὸ τὸν Κύριον ὡς ἀντιπρόσωπος αὐτοῦ.

  27. 27

    Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.

    Θεὸς εἶναι ὁ Κύριός μας, πλήρης ἰσχύος καὶ δυνάμεως, καὶ ἐφανερώθη ἔνδοξος καὶ εὐμενὴς πρὸς ἡμᾶς· τακτοποιήσατε ἐορταστικὴν πομπὴν σείοντες τοὺς πυκνοὺς κλάδους τῶν φοινίκων καὶ προχωροῦντες εὐλαβῶς καὶ χαρμοσύνως μέχρι τῶν κεράτων τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων.

  28. 28

    Θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σύ, καὶ ὑψώσω σε· ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν.

    Θεός μου εἶσαι σὺ καὶ θὰ σὲ εὐχαριστήσω ἐγκωμιάζων σέ· Θεός μου εἶσαι σὺ καὶ θὰ σὲ ἀνευφημήσω καὶ θὰ διακηρύξω τὸ μεγαλεῖον καὶ τὸ ὕψος σου. Θὰ σὲ ἀνυμνήσω καὶ θὰ διαλαλήσω τὴν πρὸς σὲ εὐγνωμοσύνην μου, διότι εἱσήκουσας τὴν προσευχήν μου καὶ ἀνεδείχθης σωτήρ μου.

  29. 29

    ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

    Εὐχαριστεῖτε καὶ δοξολογεῖτε τὸν Κύριον, διότι εἶναι ἀγαθὸς καὶ μᾶς εὐεργετεῖ· διότι ἀνεξάντλητον καὶ αἰώνιον εἶναι τὸ ἔλεός του.