Ψαλμός 102
- 1
(Μασ. 103) ΕΥΛΟΓΕΙ, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·
Εὐλόγει, ὦ ψυχή μου, τὸν Κύριον· καὶ πᾶσαι αἱ ἐσωτερικαί μου ἠθικαὶ καὶ λογικαὶ δυνάμεις, εὐλογεῖτε τὸ ἅγιον ὄνομά του.
- 2
εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ·
Εὐλόγει, ὦ ψυχή μου, τὸν Κύριον, καὶ μὴ λοσμονῇς καμμίαν ἀπὸ ὅλας τὰς πρὸς σὲ εὐεργεσίας του.
- 3
τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου·
Εὐλόγει ἐκεῖνον, ὁ ὁποῖος σοῦ συγχωρεῖ ὅλας τὰς ἀνομίας σου καὶ ὁ ὁποῖος σοῦ ἰατρεύει ὅλας τὰς ἀσθενείας τοῦ σώματός σου.
- 4
τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
Ὁ ὁποῖος ἀπολυτρώνει τὴν ζωήν σου ἀπὸ τὴν φθορὰν τοῦ τάφου καὶ σὲ περικοσμεῖ μὲ τὸν στέφανον τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν του.
- 5
τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
Ὁ ὁποῖος γεμίζει μὲ ἀγαθὰ καὶ χορτάζει τὰς ἐπιθυμίας σου, θὰ ἀνανεωθῇ διὰ τῶν ἀγαθῶν τούτων καὶ θὰ γίνῃ πάλιν καινούργια ἡ νεότης σου, ὅπως κατ' ἔτος ἀνανεοῦνται μαζὶ μὲ τὸ πτέρωμά του καὶ αἱ δυνάμεις τοῦ μακροβιωτάτου ἀετοῦ.
- 6
ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
Ποιεῖ ἔργα ἐλέους, ὁ Κύριος, καὶ ἐκδίδει ἀποφάσεις δικαίας, διὰ τῶν ὁποίων ἀποδίδεται τὸ δίκαιον εἰς ὅλους τοὺς ἀδικουμένους.
- 7
ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ θελήματα αὐτοῦ.
Κατέστησε γνωστὸς εἰς τὸν Μωϋσῆν τὰς περὶ τοῦ λαοῦ του βουλὰς καὶ τὰ περὶ ἀπελευθερώσεως καὶ ἀποκαταστάσεως αὐτοῦ σχέδιά του, εἰς δὲ τοὺς Ἰσραηλίτας ἐγνώρισε διὰ τοῦ νόμου του τὰς ἐντολὰς καὶ τὰ θελήματά του.
- 8
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος·
Εἶναι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος.
- 9
οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
Δὲν παρατείνεται διηνεκῶς καὶ ἀπαύστως ἡ κατὰ τῶν ἁμαρτιῶν μας ὀργή του, οὔτε μνησικακεῖ κατὰ τῶν παρεκτροπῶν μας αἰωνίως.
- 10
οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν,
Δὲν ἐνήργησε καθ’ ἠμῶν σύμφωνα πρὸς τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἀνομιῶν μας, οὐδὲ μᾶς ἀνταπέδωκε τὰς τιμωρίας του σύμφωνα πρὸς τὸ μέτρον τῶν ἁμαρτιῶν μας.
- 11
ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·
Διότι ὅσον ἀκαταμέτρητος εἰς ὕψος εἶναι ἡ ἀπόστασις τοῦ οὐρανοῦ ἀπὸ τὴν γῆν, τόσον καὶ ὁ Κύριος ὕψωσε κραταιὸν καὶ μέγα τὸ ἔλεος καὶ τὴν εὐσπλαγχνίαν του ἐπὶ τῶν φοβουμένων αὐτόν.
- 12
καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
Ὅσον τεραστία εἶναι ἡ ἀπόστασις τῶν ἀνατολῶν ἀπὸ τὰς δυσμάς, τόσον ἀπεμάκρυνεν ἀπὸ ἡμᾶς τὰς ἀνομίας μας, ὥστε νὰ μὴ φαίνωνται αὗται καὶ νὰ εἴμεθα ὅλως ἀπηλλαγμένοι ἀπ’ αὐτῶν.
- 13
καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν,
Καθὼς εὐσπλαγχνίζεται καὶ συγχωρεῖ ὁ πατὴρ τοὺς υἱούς του, οὕτω καὶ ὁ Κύριος, ὡς πατὴρ φιλόστοργος εὐσπλαγχνίζεται ἀνέκαθεν ἐκείνους ποὺ τὸν εὐλαβοῦνται καὶ μὲ φόβον ζητοῦν παρ’ αὐτοῦ συγχώρησιν.
- 14
ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
Μᾶς σπλαγχνίζεται ὁ Κύριος, διότι αὐτὸς γνωρίζει ἀπὸ τί ἐπλάσθημεν καὶ πάντοτε ἐνθυμεῖται, ὅτι εἴμεθα χῶμα, παρασυρόμενοι διὰ τοῦτο πρὸς τὰ φθαρτὰ καὶ μάταια.
- 15
ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει·
Τοῦ ἀνθρώπου αἱ ἡμέραι εἶναι ὅμοιαι πρὸς τὸ χόρτον. Σὰν τὸ ἄνθος τοῦ ἀγροῦ, τὸ ὁποῖον θάλλει ἐπ’ ὀλίγον, ἔτσι ἀνθίζει ἐπ’ ὀλίγον καὶ ὁ ἄνθρωπος.
- 16
ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
Διότι ἄνεμος καυστικὸς διῆλθεν ἐπὶ τοῦ ἄνθους καὶ δὲν θὰ ὑπάρχῃ ὁλοτελῶς καὶ δὲν θὰ εἶναι δυνατὸν πλέον νὰ γνωρίσῃ τις τὸν τόπον, εἰς τὸν ὁποῖον πρὸ ὁλίγου ἐφύετο. Οὕτω καὶ ὁ βραχὺς βίος τοῦ ἀνθρώπου καθίσταται βραχύτερος ὑπὸ ἀπροσδοκήτων ἀσθενειῶν, καὶ φεύγει ὁ ἄνθρωπος, βαθμηδὸν λησμονούμενος ὁλοσχερῶς.
- 17
τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν
Τὸ ἔλεος ὅμως τοῦ Κυρίου ἐκτείνεται συνεχὲς καὶ ἀπέραντον ἀπὸ τοῦ ἑνὸς αἰῶνος εἰς τὸν ἄλλον αἰῶνα ἐπὶ τῶν φοβουμένων αὐτόν, καὶ ἡ δικαιοσύνη του, ἡ διακρατοῦσα τὴν ἀσθένειαν τοῦ ἀνθρώπου καὶ τηροῦσα τὰς πρὸς αὐτὸν θείας ὑποσχέσεις, διατηρεῖται ἀπαραμείωτος εἰς μακρὰν διαδοχὴν γενεῶν καὶ παρέχει τὴν προστασίαν της εἰς τὰ τέκνα τῶν τέκνων καὶ εἰς τοὺς ἀπογόνους
- 18
τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
ἐκείνων, οἱ ὁποῖοι φυλάττουν τὴν διαθήκην του καὶ ἐνθυμοῦνται πάντοτε τὰς ἐντολάς του διὰ νὰ ποιοῦν ταύτας καὶ συμμορφούνται πρὸς αὐτάς.
- 19
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ὁ Κύριος ἐστερέωσε καὶ ηὐτρέπισε τὸν θρόνον αὐτοῦ ἐν τῷ οὐρανῷ, μακρὰν πάσης μεταβολῆς ἢ προσβολῆς ἀνθρώπων, καὶ ἡ βασιλεία του δεσπόζει πάντων τῶν λαῶν καὶ πάντων τῶν αἰώνων.
- 20
εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
Εὐλογεῖτε καὶ ὑμνεῖτε τὸν Κύριον ὅλοι οἱ ἄγγελοί του, οἱ δυνατοὶ καὶ κραταιοὶ εἰς ἰσχύν, οἱ ἐκτελοῦντες πάντα λόγον προστάγματός του καὶ προθύμως ἀκούοντες τὴν φωνὴν τῶν λόγων του.
- 21
εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ·
Εὐλογεῖτε τὸν Κύριον ὅλαι αἱ στρατιαὶ τῶν οὐρανίων δυνάμεών του, λειτουργοῖ καὶ διάκονοί του, οἱ ὁποῖοι ποιεῖτε τὸ θέλημά του.
- 22
εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Εὐλογεῖτε τὸν Κύριον ὅλα τὰ ἔργα του, τὰ οὐράνια καὶ ἐπίγεια, ὅσα ὑπάρχετε εἰς πάντα τόπον τοῦ κράτους καὶ τῆς κυριαρχίας του. Εὐλόγει, ὦ ψυχή μου, τὸν Κύριον.
