Νεεμίας, κεφάλαιο 1
- 1
ΛΟΓΟΙ Νεεμία υἱοῦ ᾿Αχαλία, καὶ ἐγένετο ἐν μηνὶ Χασελεῦ ἔτους εἰκοστοῦ καὶ ἐγὼ ἤμην ἐν Σουσὰν ἀβιρά,
Τὸ πάρον βιβλίον περιέχει τοὺς λόγους καὶ τὰ ἔργα τοῦ Νεεμία, υἱοῦ τοῦ Ἀχαλία. Κατὰ τὸν μῆνα Χασελεῦ τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας τοῦ Ἀρταξέρξου συνέβη νὰ εὑρίσκωμαι ἐγώ, ὁ Νεεμίας, εἰς τὴν ἀκρόπολιν τῆς πρωτευούσης τῶν Περσῶν, εἰς τὰ Σούσα.
- 2
καὶ ἦλθεν ᾿Ανανὶ εἷς ἀπὸ ἀδελφῶν μου, αὐτὸς καὶ ἄνδρες ᾿Ιούδα, καὶ ἠρώτησα αὐτοὺς περὶ τῶν σωθέντων, οἳ κατελείφθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ περὶ ῾Ιερουσαλήμ,
Ἦλθε λοιπὸν καὶ μὲ συνήντησεν ἕνας ἀπὸ τοὺς ἀδελφούς μου, ὁ Ἀνανί, συνοδευόμενος ἀπὸ μερικοὺς ἄλλους Ἰουδαίους. Μόλις τοὺς εἶδα, ἐζήτησα πληροφορίας δι' αὐτούς, ποὺ διεσώθησαν ἀπὸ τὴν αἰχμαλωσίαν τῶν Βαβυλωνίων καὶ ἐπέστρεψαν εἰς τὴν Πατρίδα, καὶ διὰ τὴν πρωτεύουσάν μας, τὴν Ἱερουσαλήμ.
- 3
καὶ εἴποσαν πρός με· οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τῆς αἰχμαλωσίας ἐκεῖ ἐν τῇ χώρᾳ ἐν πονηρίᾳ μεγάλῃ καὶ ἐν ὀνειδισμῷ, καὶ τείχη ῾Ιερουσαλὴμ καθῃρημένα, καὶ αἱ πύλαι αὐτῆς ἐνεπρήσθησαν ἐν πυρί.
Καὶ μοῦ εἶπαν: Αὐτοὶ ποὺ ἀπέμειναν ἀπὸ ὅσους ἐπέστρεψαν ἐκεῖ ἐλεύθεροι ἀπὸ τὴν αἰχμαλωσίαν καὶ διαμένουν εἰς τὴν χώραν μας, εὑρίσκονται εἰς πολὺ κακὴν κατάστασιν. Ζοῦν βυθισμένοι εἰς τὸ ὄνειδος καὶ τὴν ἐντροπήν. Τὰ τείχη τῆς Ἱερουσαλὴμ ἔχουν γκρεμισθῆ καὶ τὰς πύλας της τὰς κατέφαγεν ἡ φωτιά.
- 4
καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον τοῦ Θεοῦ τοῦ οὐρανοῦ
Ὅταν ἄκουσα τὰ λόγια αὐτά, ἐκάθησα κατὰ γῆς καὶ ἔκλαυσα καὶ ἐπένθησα ἐπὶ πολλὰς ἡμέρας. Ἐνήστευα δὲ καὶ προσευχόμουν ἐνώπιον τοῦ Θεοῦ τοῦ οὐρανοῦ.
- 5
καὶ εἶπα· μὴ δή, Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, ὁ ἰσχυρός, ὁ μέγας καὶ φοβερός, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ·
Καὶ εἶπα: Μὴ μᾶς ἐγκαταλείψης, Κύριε, Σὺ ποὺ εἶσαι ὁ Θεὸς τοῦ οὐρανοῦ, ὁ ἰσχυρός, ὁ μέγας καὶ φοβερός. Σὺ ποὺ τηρεῖς τὴν συμφωνίαν Σου καὶ χαρίζεις τὸ ἔλεός Σου εἰς ὅσους ἀγαποῦν καὶ λατρεύουν τὸν Κύριον καὶ τηροῦν τὰς ἐντολάς Του.
- 6
ἔστω δὴ τὸ οὖς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι τοῦ ἀκοῦσαι προσευχὴν τοῦ δούλου σου, ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱῶν ᾿Ισραὴλ δούλων σου. καὶ ἐξαγορεύσω ἐπὶ ἁμαρτίαις υἱῶν ᾿Ισραήλ, ἃς ἡμάρτομέν σοι. καὶ ἐγὼ καὶ ὁ οἶκος πατρός μου ἡμάρτομεν·
Ἂς εἶναι λοιπὸν τὸ αὐτί Σου προσεκτικὸ καὶ τὰ μάτια Σου ἀνοικτὰ διὰ να ἀκούσῃς καὶ νὰ προσέξῃς τὴν προσευχὴν τοῦ δούλου Σου, τὴν ὁποίαν ἀναπέμπω τώρα ἐγὼ ἐνώπιόν Σου καὶ Σὲ παρακαλῶ ἡμέραν καὶ νύκτα διὰ τοὺς δούλους Σου τοὺς Ἰσραηλίτας. Κα αὐτὴν τὴν στιγμὴν ἐπίσης θὰ ἀναφέρω καὶ θὰ ἐξαγορεύσω καὶ πάλιν ἐνώπιόν Σου τὰς ἁμαρτίας τῶν Ἰσραηλιτῶν, τὰς ἁμαρτίας ποὺ διεπράξαμεν ὅλοι μας ἀπέναντί Σου. Ὁμολογῶ καὶ ἀναγνωρίζω ὅτι καὶ ἐγὼ καὶ ἡ πατρική μου οἰκογένεια ἔχομεν ἁμαρτήσει.
- 7
διαλύσει διελύσαμεν πρός σε· καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα, ἃ ἐνετείλω τῷ Μωυσῇ παιδί σου.
Παρέβημεν καὶ ἀκυρώσαμεν τελείως τὴν συμφωνίαν, ποὺ ἐκάμαμεν μαζί Σου, καὶ ἐτηρήσαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τοὺς νόμους, ποὺ διέταξες διὰ μέσου τοῦ δούλου Σου Μωϋσέως.
- 8
μνήσθητι δὴ τὸν λόγον, ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου λέγων· ὑμεῖς ἐὰν ἀσυνθετήσητε, ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς·
Θυμήσου λοιπόν, Κύριε, τὸν λόγον, ποὺ διέταξες μὲ τὸν δοῦλον Σου, τὸν Μωϋσῆν, ὅταν εἶπες: Ἐὰν ἀποδειχθῆτε ἄπιστοι καὶ παραβῆτε τὴν συμφωνίαν ποὺ ἐκάμαμεν, θὰ σᾶς διασκορπίσω ἀνάμεσα εἰς τοὺς λαούς.
- 9
καὶ ἐὰν ἐπιστρέψητε πρός με καὶ φυλάξητε τὰς ἐντολάς μου καὶ ποιήσητε αὐτάς, ἐὰν ᾖ ἡ διασπορὰ ὑμῶν ἀπ' ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξω αὐτοὺς καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον, ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ.
Ἐὰν ὅμως ἐπιστρέφετε μετανοημένοι εἰς ἐμὲ καὶ τηρήσετε τὰς ἐντολάς μου καὶ τὰς ἐφαρμόσετε, σᾶς βεβαιώνω ὅτι, καὶ ἂν ἀκόμη εἶσθε διασκορπισμένοι εἰς τὰ ἄκρα τοῦ οὐρανοῦ, θὰ συνάξω ἐγὼ ὅλους τοὺς μετανοημένους. Καὶ θὰ τοὺς ὁδηγήσω μέσα εἰς τὸν τόπον, ποὺ ἐδιάλεξα διὰ νὰ ἐκδηλώνεται ἐκεῖ ἡ παρουσία μου, διὰ νὰ μένῃ καὶ νὰ λατρεύεται ἐκεῖ Τὸ ὄνομά μου.
- 10
καὶ αὐτοὶ παῖδές σου καὶ λαός σου, οὓς ἐλυτρώσω ἐν τῇ δυνάμει σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ.
Αὐτοὶ δέ, Κύριε, οἱ Ἰσραηλῖται ποὺ ἀπέμειναν τώρα, εἶναι δοῦλοι Σου καὶ λαός Σου, ποὺ τὸν ἐλύτρωσες Σὺ ἀπὸ τὴν σκλαβιὰν μὲ τὴν μεγάλην Σου δύναμιν καὶ μὲ τὸ παντοδύναμο χέρι Σου.
- 11
μὴ δή, Κύριε· ἀλλὰ ἔστω τὸ οὖς σου προσέχον εἰς τὴν προσευχὴν τοῦ δούλου σου καὶ εἰς τὴν προσευχὴν παίδων σου τῶν θελόντων φοβεῖσθαι τὸ ὄνομά σου· καὶ εὐόδωσον δὴ τῷ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον τοῦ ἀνδρὸς τούτου. καὶ ἐγὼ ἤμην οἰνοχόος τῷ βασιλεῖ.
Μὴ μᾶς ἐγκαταλείψῃς λοιπόν, Κύριε! Ἀλλ’ ἂς προσέξῃ τὸ αὐτί Σου τὴν προσευχὴν ἐμοῦ, τοῦ δούλου Σου, καθὼς καὶ τὴν προσευχὴν τῶν δούλων Σου, τῶν Ἰουδαίων, ποὺ θέλουν νὰ εὐλαβοῦνται τὸ Ὄνομά Σου. Δεῖξε, Σὲ παρακαλῶ, Κύριε, σήμερα τὴν ἀγάπην Σου πρὸς ἐμέ, τὸν δοῦλον Σου, καὶ βοήθησε νὰ μὲ εὐσπλαγχνισθῇ ὁ ἄνθρωπος αὐτός, ποὺ εἶναι βασιλεὺς τῶν Περσῶν. Τότε ποὺ συνέβαιναν αὐτά, ἐγὼ ἤμουν οἰνοχόος τοῦ βασιλέως.
