Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΛΕΥΙΤΙΚΟΝ

Λευιτικόν, κεφάλαιο 9

24 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (27)
  1. 1

    ΚΑΙ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐκάλεσε Μωυσῆς ᾿Ααρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν ᾿Ισραήλ.

    Κατὰ δὲ τὴν ὀγδόην ἡμέραν, τὴν ἑπομένην δηλαδὴ ἀπὸ τὰς τελετὰς τῆς καθιερώσεως τοῦ ἱερατείου, ἐκάλεσεν ὁ Μωϋσῆς τὸν Ἀαρὼν καὶ τοὺς υἱούς του καὶ τοὺς προεστοὺς τοῦ Ἰσραήλ,

  2. 2

    καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρών· λάβε σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι Κυρίου·

    καὶ εἶπεν ὁ Μωϋσῆς πρὸς τὸν Ἀαρών: «Πάρε διὰ λογαριασμόν σου ἕνα μοσχάρι ἀπὸ τὰ βόδια, διὰ νὰ προσφερθῇ θυσία δι’ ἐξιλέωσιν ἁμαρτίας καὶ ἕνα κριάρι, διὰ νὰ προσφερθῇ θυσία ὁλοκαυτώσεως, καὶ τὰ δύο χωρὶς κανένα σωματικὸν ἐλάττωμα καὶ πρόσφερέ τα ἐνώπιον Κυρίου.

  3. 3

    καὶ τῇ γερουσίᾳ ᾿Ισραὴλ λάλησον, λέγων· λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ μοσχάριον, καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα,

    Εἰς δὲ τοὺς προεστοὺς τοῦ Ἰσραὴλ νὰ εἰπῇς τὰ ἑξῆς: Πάρετε ὑπὸ τὰ γίδια σας ἕνα τράγον, διὰ νὰ προσφερθῇ θυσία δι' ἐξιλέωσιν ἁμαρτίας, καὶ ἕνα μοσχάρι καὶ ἕνα πρόβατον ἐνὸς ἔτους, διὰ νὰ προσφερθοῦν θυσία ὁλοκαυτώσεως, ὅλα χωρὶς κανένα σωματικὸν ἐλάττωμα.

  4. 4

    καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι Κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ· ὅτι σήμερον Κύριος ὀφθήσεται ἐν ὑμῖν.

    Πάρετε ἐπίσης καὶ ἕνα μοσχάρι καὶ ἕνα κριάρι, διὰ νὰ προσφερθοῦν ὡς θυσία «σωτηρίου» ἐνώπιον Κυρίου εἰς ἔνδειξιν εὐγνωμοσύνης, καὶ σιμιγδάλι ζυμωμένο μὲ λάδι, διότι σήμερον θὰ ἐμφανισθῇ ἐνώπιόν σας ὁ Κύριος».

  5. 5

    καὶ ἔλαβον, καθὸ ἐνετείλατο Μωυσῆς, ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσῆλθε πᾶσα συναγωγὴ καὶ ἔστησαν ἔναντι Κυρίου.

    Ἐπῆραν λοιπὸν ὅ,τι ἀκριβῶς διέταξεν ὁ Μωϋσῆς καὶ τὰ ἔφεραν ἐμπρὸς εἰς τὴν Σκηνὴν τοῦ Μαρτυρίου καὶ συνεκεντρώθησαν ὅλοι οἱ Ἰσραηλῖται καὶ ἐστάθησαν ἐνώπιον Κυρίου.

  6. 6

    καὶ εἶπε Μωυσῆς· τοῦτο τὸ ρῆμα, ὃ εἶπε Κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν ἡ δόξα Κυρίου.

    Καὶ εἶπεν ὁ Μωϋσῆς: «Νὰ κάνετε αὐτό, ποὺ διέταξεν ὁ Κύριος καὶ θὰ ἐμφανισθῇ ἐνώπιόν σας ἡ δόξα τοῦ Κυρίου».

  7. 7

    καὶ εἶπε Μωυσῆς τῷ ᾿Ααρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.

    Καὶ εἶπεν ὁ Μωϋσῆς εἰς τὸν Ἀαρών: «Πλησίασε εἰς τὸ θυσιαστήριον καὶ πρόσφερε τὴν θυσίαν σου δι' ἐξιλέωσιν τῶν ἁμαρτιῶν σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ζήτησε τὸ ἔλεος τοῦ Θεοῦ διὰ τὸν ἑαυτόν σου καὶ τὴν οἰκογένειάν σου. Πρόσφερε καὶ τὰ δῶρα τοῦ λαοῦ καὶ ζήτησε τὸ ἔλεος τοῦ Θεοῦ δι' αὐτούς, ὅπως ἀκριβῶς διέταξεν ὁ Κύριος τὸν Μωϋσῆν».

  8. 8

    καὶ προσῆλθεν ᾿Ααρὼν πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξε τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας αὐτοῦ.

    Καὶ ἐπλησίασεν ὁ Ἀαρὼν εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἔσφαξε τὸ μοσχάρι, ποὺ προσεφέρετο δι' ἐξιλέωσιν τῶν ἁμαρτιῶν του.

  9. 9

    καὶ προσήνεγκαν οἱ υἱοὶ ᾿Ααρὼν τὸ αἷμα πρὸς αὐτόν, καὶ ἔβαψε τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου·

    Ἔφεραν δὲ πρὸς αὐτὸν οἱ υἱοὶ τοῦ Ἄαρων τὸ αἷμα τοῦ ζώου καὶ ἐβούτησε τὸ δάκτυλόν του εἰς τὸ αἷμα καὶ ἔβαλεν ἀπὸ αὐτὸ εἰς τὰ κέρατα τοῦ θυσιαστηρίου, τὸ δὲ ὑπόλοιπον αἷμα τὸ ἔχυσεν εἰς τὴν βάσιν τοῦ θυσιαστηρίου.

  10. 10

    καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ.

    Τὸ λίπος δὲ καὶ τοὺς νεφροὺς καὶ τὸ λιπαρὸν τμῆμα, ποὺ προεξέχει ἀπὸ τὸ συκώτι τοῦ ζώου, ποὺ προσεφέρετο δι’ ἐξιλέωσιν τῶν ἁμαρτιῶν, τὰ προσέφερε, διὰ νὰ καοῦν εἰς τὸ θυσιαστήριον, ὅπως ἀκριβῶς διέταξεν ὁ Κύριος τὸν Μωϋσῆν.

  11. 11

    καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρί, ἔξω τῆς παρεμβολῆς.

    Τὰ δὲ κρέατα καὶ τὸ δέρμα τοῦ ζώου τὰ ἔκαυσε τελείως εἰς τὴν φωτιάν, ἔξω ἀπὸ τὸν καταυλισμόν.

  12. 12

    καὶ ἔσφαξε τὸ ὁλοκαύτωμα· καὶ προσήνεγκαν οἱ υἱοὶ ᾿Ααρὼν τὸ αἷμα πρὸς αὐτόν. καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ·

    Ἔσφαξε κατόπιν καὶ τὸ ζῶον, ποὺ προσεφέρετο ὡς θυσία ὁλοκαυτώσεως. Τοῦ ἔφεραν δὲ οἱ υἱοὶ τοῦ Ἀαρὼν τὸ αἷμα τοῦ ζώου καὶ τὸ ἔχυσε γύρω ἀπὸ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων.

  13. 13

    καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτὸ κατὰ μέλη, αὐτὰ καὶ τὴν κεφαλὴν ἐπέθηκεν ἐπί τὸ θυσιαστήριον·

    Ἔφεραν ἐπίσης καὶ τὸ ζῶον, ποὺ προσεφέρετο δι' ὁλοκαύτωσιν, τεμαχισμένον κατὰ μέλη καὶ ἔβαλεν αὐτὰ καὶ τὸ κεφάλι τοῦ ζώου ἐπάνω εἰς τὸ θυσιαστήριον.

  14. 14

    καὶ ἔπλυνε τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον.

    Ἔπλυνε δὲ μὲ νερὸ τὴν κοιλίαν καὶ τὰ πόδια τοῦ ζώου καὶ τὰ ἔβαλεν ἐπάνω εἰς τὰ κρέατα, ποὺ εἶχαν τοποθετηθῆ εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, διὰ νὰ καοῦν.

  15. 15

    καὶ προσήνεγκε τὸ δῶρον τοῦ λαοῦ· καὶ ἔλαβε τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ καὶ ἔσφαξεν αὐτόν, καὶ ἐκαθάρισεν αὐτόν, καθὰ καὶ τὸν πρῶτον.

    Προσέφερε κατόπιν ὁ Ἀαρὼν τὴν θυσίαν ὑπέρ του λαοῦ. Ἐπῆρε τὸν τράγον, ποὺ προσεφέρετο δι' ἐξιλέωσιν τῶν ἁμαρτιῶν τοῦ λαοῦ, καὶ τὸν ἔσφαξε καὶ τὸν ἐκαθάρισεν, ὅπως ἀκριβῶς καὶ τὸ ζῶον, ποὺ προσεφέρθη προηγουμένως διὰ τὸν ἑαυτόν του.

  16. 16

    καὶ προσήνεγκε τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό, ὡς καθήκει.

    Προσέφερε καὶ τὸ ζῶον, ποὺ προωρίζετο ὡς θυσία ὁλοκαυτώσεως, καὶ ἐτήρησε καὶ δι αὐτὸ τὸ ὡρισμένον τυπικόν.

  17. 17

    καὶ προσήνεγκε τὴν θυσίαν, καὶ ἔπλησε τὰς χεῖρας ἀπ᾿ αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωϊνοῦ.

    Προσέφερεν ἔπειτα καὶ τὴν ἀναίμακτον θυσίαν καὶ ἐγέμισε τὰ χέρια του ἀπὸ τὰς προσφοράς της καὶ τὰ ἔβαλεν ὅλα ἐπάνω εἰς τὸ θυσιαστήριον, διὰ νὰ καοῦν. Αὐτὰ προσεφέρθησαν χωριστὰ καὶ ἐπὶ πλέον ἀπὸ τὴν πρωϊνὴν θυσίαν ὁλοκαυτώσεως, ποὺ προσεφέρετο καθημερινῶς.

  18. 18

    καὶ ἔσφαξε τὸν μόσχον, καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ· καὶ προσήνεγκαν οἱ υἱοὶ ᾿Ααρὼν τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεε πρὸς τὸ θυσιαστήριον κύκλῳ·

    Καὶ ἔσφαξεν ὁ Ἀαρὼν τὸ μοσχάρι καὶ τὸ κριάρι, ποὺ προσεφέροντο ἀπὸ τὸν λαὸν ὡς εὐχαριστήριος θυσία «σωτηρίου». Τοῦ ἔφεραν δὲ οἱ υἱοὶ τοῦ Ἀαρὼν τὸ αἷμα τῶν ζώων καὶ τὸ ἔχυσε γύρω ἀπὸ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων.

  19. 19

    καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου καὶ τοῦ κριοῦ, τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας καὶ τοὺς δύο νεφρούς, καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος,

    Τὸ δὲ λίπος, ποὺ εἶχαν τὸ μοσχάρι καὶ τὸ κριάρι, τὸ λίπος δηλαδὴ γύρω ἀπὸ τὴν μέσην καὶ τὸ λίπος ποὺ σκεπάζει ἐντελῶς τὴν κοιλίαν καὶ τοὺς δύο νεφροὺς καὶ τὸ λίπος, ποὺ ὑπάρχει ἐπάνω των, καὶ τὸν λοβόν, ποὺ ἔχει εἰς τὴν ἄκρην του τὸ συκώτι,

  20. 20

    καὶ ἐπέθηκε τὰ στέατα ἐπὶ τὰ στηθύνια, καὶ ἀνήνεγκε τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον.

    τὰ ἐπῆρε καὶ τὰ ἔβαλεν ἐπάνω εἰς τὰ δύο στήθη τῶν ζώων καὶ προσέφερε τὰ λίπη εἰς τὸ θυσιαστήριον, διὰ νὰ καοῦν.

  21. 21

    καὶ τὸ στηθύνιον, καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν ᾿Ααρὼν ἀφαίρεμα ἔναντι Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.

    Τὸ στῆθος ὅμως καὶ τὴν δεξιὰν ὠμοπλάτην τὰ ἐξεχώρισεν ὁ Ἀαρὼν ὡς εἰδικὸν ἀφιέρωμα ἐνώπιον Κυρίου, ὅπως ἀκριβῶς διέταξεν ὁ Κύριος τὸν Μωϋσῆν.

  22. 22

    καὶ ἐξάρας ᾿Ααρὼν τὰς χεῖρας ἐπὶ τὸν λαόν, εὐλόγησεν αὐτούς· καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου.

    Καὶ ὕψωσε μετὰ τὰς θυσίας ὁ Ἀαρὼν τὰ χέρια του πρὸς τὸν λαὸν καὶ εὐλόγησε τὸν Ἰσραήλ. Ἀφοῦ δὲ προσέφερε τὴν θυσίαν δι' ἐξιλέωσιν ἁμαρτίας, τὴν ὁλοκαύτωσιν καὶ τὴν εἰρηνικὴν τοῦ «σωτηρίου», κατέβη ἀπὸ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων.

  23. 23

    καὶ εἰσῆλθε Μωυσῆς καὶ ᾿Ααρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν, καὶ ὤφθη ἡ δόξα Κυρίου παντὶ τῷ λαῷ.

    Καὶ εἰσῆλθαν ὁ Μωϋσῆς καὶ ὁ Ἀαρὼν εἰς τὴν Σκηνὴν τοῦ Μαρτυρίου καὶ ὅταν ἐβγῆκαν, εὐλόγησαν ὅλον τὸν λαόν· καὶ τὴν στιγμὴν ἐκείνην ἐνεφανίσθη ἡ ὁλόφωτος δόξα τοῦ Κυρίου ἐμπρὸς εἰς ὅλον τὸν λαόν.

  24. 24

    καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα, καὶ εἶδε πᾶς ὁ λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον.

    Ἐβγῆκε δὲ φωτιὰ ἀπὸ τὴν πυρίνην δόξαν τοῦ Κυρίου καὶ κατέκαυσεν ἐντελῶς ὅσα ἦσαν ἐπάνω εἰς τὸ θυσιαστήριον καὶ αὐτά, ποὺ προσεφέροντο διὰ νὰ καοῦν τελείως καὶ τὰ λίπη. Τὸ εἶδε δὲ αὐτὸ ὅλος ὁ λαὸς καὶ ἐκυριεύθησαν ἀπὸ ἔκπληξιν καὶ φόβον καὶ ἔπεσαν μὲ τὸ πρόσωπον κατὰ γῆς, ἐνώπιον τῆς δόξης τοῦ Κυρίου.