Λευιτικόν, κεφάλαιο 10
- 1
Καὶ λαβόντες οἱ δύο υἱοὶ ᾿Ααρὼν Ναδὰβ καὶ ᾿Αβιοὺδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέθηκαν ἐπ᾿ αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ᾿ αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξε Κύριος αὐτοῖς.
Καὶ ἀφοῦ ἐπῆραν οἱ δύο υἱοὶ τοῦ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιοὺδ καθένας τὸ θυμιατήριόν του, ἔβαλαν εἰς αὐτὰ φωτιὰν καὶ ἔθεσαν ἐπάνω της θυμίαμα καὶ προσέφεραν ἐνώπιον Κυρίου φωτιάν, ποὺ δὲν τὴν ἐπῆραν ἀπὸ τὸ θυσιαστήριον, ἀλλ’ ἦτο διαφορετικὴ ἀπὸ ἐκείνην, ποὺ τοὺς διέταξεν ὁ Κύριος.
- 2
καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου καὶ κατέφαγεν αὐτούς, καὶ ἀπέθανον ἔναντι Κυρίου.
Καὶ ἐβγῆκε φωτιὰ ἀπὸ τὸν Κύριον καὶ τοὺς κατέκαυσε καὶ ἀπέθαναν ἀμέσως ἐνώπιον τοῦ Κυρίου.
- 3
καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρών· τοῦτό ἐστιν, ὃ εἶπε Κύριος λέγων· ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήσομαι. καὶ κατενύχθη ᾿Ααρών.
Εἶπε τότε ὁ Μωϋσῆς εἰς τὸν Ἀαρών: «Αὐτὸ εἶναι ἐκεῖνο, ποὺ ἐννοοῦσεν ὁ Κύριος, ὅταν εἶπε: «Εἰς αὐτούς, ποὺ μὲ ἐγγίζουν καὶ μὲ πλησιάζουν ὡς λειτουργοῖ μου, θὰ δείξω τὴν ἁγιότητά μου καὶ ἐνώπιον ὅλου τοῦ λαοῦ θὰ δοξασθῶ». Κατόπιν τούτου ὁ Ἀαρὼν ἐλυπήθη πολὺ μέν, ἀλλ ἐδέχθη μὲ ὑπομονὴν τὴν ἀπόφασιν τοῦ Θεοῦ καὶ δὲν εἶπε τίποτε.
- 4
καὶ ἐκάλεσε Μωυσῆς τὸν Μισαδάη καὶ τὸν ᾿Ελισαφάν, υἱοὺς ᾿Οζιήλ, υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς ᾿Ααρών, καὶ εἶπεν αὐτοῖς· προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς.
Καὶ ἐκάλεσεν ὁ Μωϋσῆς τὸν Μισαδάη καὶ τὸν Ἐλισαφάν, τοὺς υἱοὺς τοῦ Ὀζιήλ, ποὺ ἦτο θεῖος τοῦ Ἀαρών, ἀδελφὸς δηλαδὴ τοῦ πατέρα του, καὶ τοὺς εἶπε: «Πλησιάστε καὶ σηκῶστε τοὺς ἐξαδέλφους σας ἀπὸ τὰ ἅγια σκηνώματα τοῦ Κυρίου καὶ βγάλτε τους ἔξω ἀπὸ τὸν καταυλισμόν».
- 5
καὶ προσῆλθον καὶ ᾖραν αὐτοὺς ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον εἶπε Μωυσῆς.
Ἐπλησίασαν λοιπὸν ἐκεῖνοι καὶ τοὺς ἐσήκωσαν καὶ τοὺς μετέφεραν, ὅπως ἦσαν μὲ τοὺς ἱερατικοὺς χιτῶνας των, ἔξω ἀπὸ τὸν καταυλισμόν, ὅπως ἀκριβῶς εἶπεν ὁ Μωϋσῆς.
- 6
καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρὼν καὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους· τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε, ἵνα μὴ ἀποθάνητε, καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ δὲ ἀδελφοὶ ὑμῶν πᾶς ὁ οἶκος ᾿Ισραὴλ κλαύσονται τὸν ἐμπυρισμόν, ὃν ἐνεπυρίσθησαν ὑπὸ Κυρίου.
Καὶ εἶπεν ὁ Μωυσῆς εἰς τὸν Ἀαρὼν καὶ τοὺς δύο ὑπολοίπους υἱοὺς τοῦ, τὸν Ἐλεαζαρ καὶ τὸν Ἰθάμαρ: «Δὲν θὰ πενθήσετε διὰ τὸν θάνατόν των. Δὲν θὰ βγάλετε δηλαδὴ τὰ καλύμματα τῆς κεφαλῆς σας καὶ δεν θὰ σχίσετε τὰ ἱμάτια σας, διὰ νὰ μὴ θανατωθῆτε καὶ νὰ μὴ πέσῃ ὀργὴ Κυρίου εἰς ὅλον τὸν λαόν. Οἱ ἀδελφοί σας ὅμως, ὅλοι δηλαδὴ οἱ Ἰσραηλῖται θὰ κλαύσουν τὸν θάνατον ἐκείνων, ποὺ ἐκάησαν ἀπὸ τὸν Κύριον μὲ φωτιάν.
- 7
καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, ἵνα μὴ ἀποθάνητε· τὸ ἔλαιον γὰρ τῆς χρίσεως τὸ παρὰ Κυρίου ἐφ᾿ ὑμῖν. καὶ ἐποίησαν κατὰ τὸ ρῆμα Μωυσῆ.
Δὲν θὰ βγῆτε ἐπίσης ἔξω ἀπὸ τὴν θύραν τῆς Σκηνῆς τοῦ Μαρτυρίου, διὰ νὰ μὴ θανατωθῆτε. Διότι ἔχετε ἐπάνω σας τὸ λάδι τῆς ἱερᾶς χρίσεως, ποὺ ἐδόθη ἀπὸ τὸν Κύριον, καὶ ἀνήκετε εἰς Ἐκεῖνον». Καὶ αὐτοὶ ἔκαναν πράγματι ὅτι τοὺς εἶπεν ὁ Μωϋσῆς.
- 8
Καὶ ἐλάλησε Κύριος τῷ ᾿Ααρών, λέγων·
Καὶ ὡμίλησεν ὁ Κύριος εἰς τὸν Ἀαρὼν καὶ τοῦ εἶπε:
- 9
οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἐὰν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε (νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν)
«Σὺ καὶ οἱ υἱοί σου δὲν θὰ πίνετε κρασί καὶ κάθε εἴδους οἰνοπνευματῶδες ποτόν, κάθε φορὰν ποὺ πρόκειται νὰ εἰσέλθετε εἰς τὴν Σκηνὴν τοῦ Μαρτυρίου, ἢ ὅταν πλησιάζετε τὸ θυσιαστήριον διὰ νὰ ἱερουργήσετε, καὶ ἔτσι δὲν θὰ θανατωθῆτε. (Αὐτὸ θὰ ἰσχύῃ ὡς νόμος αἰώνιος εἰς τὰς γενεᾶς σας).
- 10
διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν.
Θὰ γίνεται δὲ αὐτό, διὰ νὰ εἶσθε νηφάλιοι καὶ νὰ ἠμπορῆτε νὰ διακρίνετε καὶ νὰ διαχωρίζετε τὰ ἅγια ἀπὸ τὰ μολυσμένα καὶ τὰ ἀκάθαρτα ἀπὸ τὰ καθαρὰ (πρόσωπα, ζῶα καὶ πράγματα).
- 11
καὶ συμβιβάσεις τοὺς υἱοὺς ᾿Ισραὴλ ἅπαντα τὰ νόμιμα, ἃ ἐλάλησε Κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυσῆ.
Καὶ θὰ διδάξῃς τοὺς Ἰσραηλίτας ὅλους τοὺς νόμους καὶ τὰ προστάγματα, ποὺ παρέδωσεν ὁ Κύριος εἰς αὐτοὺς διὰ χειρὸς τοῦ Μωϋσέως».
- 12
Καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρὼν καὶ πρὸς ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ τοὺς υἱοὺς ᾿Ααρὼν τοὺς καταλειφθέντας· λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων Κυρίου, καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστί.
Καὶ εἶπεν ὁ Μωυσῆς εἰς τὸν Ἀαρὼν καὶ τὸν Ἐλεάζαρ καὶ τὸν Ἰθάμαρ, τοὺς υἱοὺς τοῦ Ἀαρὼν ποὺ ἀπέμειναν μετὰ τὴν θανατικὴν τιμωρίαν τῶν ἄλλων δύο: «Πάρετε τὰ ὑπόλοιπα ἀπὸ τὴν θυσίαν τῶν ἀναιμάκτων προσφορῶν διὰ τὸν Κύριον καὶ φάγετέ τα, χωρὶς νὰ ζυμωθοῦν μὲ προζύμι, κοντὰ εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, διότι αὐτὰ εἶναι ἁγιώτατα.
- 13
καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον γάρ σοί ἐστι, καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων Κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι.
Θὰ τρώγετε αὐτὴν τὴν προσφορὰν εἰς τόπον ἅγιον. Διότι τὸ ὑπόλοιπον τοῦτο ἀνήκει νομίμως εἰς σὲ καὶ νομίμως εἰς τοὺς υἱούς σου, μερίδων ἀπὸ τὰς προσφορὰς τοῦ Κυρίου. Διότι ἔτσι μὲ ἔχει διατάξει ὁ Κύριος.
- 14
καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ· νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν ᾿Ισραήλ.
Τὸ δὲ στῆθος τοῦ ζώου, ποὺ ἐξεχωρίσθη καὶ ὑψώθη εἰς τὸ θυσιαστήριον ὡς ἀφιέρωμα εἰς τὸν Θεὸν καὶ τὴν δεξιὰν ὠμοπλάτην του, ποὺ ἀφιερώθη παρομοίως εἰς τὸν Κύριον, θὰ τὰ φάγετε εἰς ἅγιον καὶ ἱερὸν τόπον, δηλαδὴ εἰς τὴν αὐλὴν τῆς Σκηνῆς σὺ καὶ οἱ υἱοί σου καὶ ἡ οἰκογένειά σου μαζί σου. Αὐτὰ ἐδόθησαν ἀπὸ τὰς εὐχαριστηρίους θυσίας «σωτηρίου», τὰς ὁποίας προσφέρουν οἱ Ἰσραηλῖται, νομίμως εἰς σὲ καὶ νομίμως εἰς τοὺς υἱούς σου.
- 15
τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν, ἀφόρισμα ἀφορίσαι ἔναντι Κυρίου· καὶ ἔσται σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
Τὴν δεξιὰν ὠμοπλάτην τοῦ ζώου, ποὺ ἀφιερώθη εἰς τὸν Θεόν, καὶ τὸ στῆθος του, ποὺ ἐξεχωρίσθη ὡς ἰδιαίτερον δῶρον εἰς τὸν Θεόν, θὰ τὰ φέρουν ἐπάνω εἰς τὰς προσφορὰς τῶν λιπῶν, διὰ νὰ ὕψωθοῦν μὲ τὰ χέρια τῶν ἱερέων πρὸς τὸ θυσιαστήριον ὡς ἰδιαιτέρα προσφορὰ εἰς τὸν Κύριον. Καὶ θὰ ἀνήκουν αὐτὰ μὲ νόμον αἰώνιον εἰς σὲ καὶ εἰς τοὺς υἱούς σου καὶ εἰς τὰς θυγατέρας σου, ὅπως ἀκριβῶς διέταξεν ὁ Κύριος τὸν Μωϋσῆν».
- 16
Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυσῆς. καὶ ὅδε ἐνεπεπύριστο· καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ τοὺς υἱοὺς ᾿Ααρὼν τοὺς καταλελειμμένους, λέγων·
Καὶ ἐρεύνησε κατόπιν ὁ Μωυσῆς καὶ ἐζήτησε τὸν τράγον, ποὺ προσεφέρθη θυσία δι’ ἐξιλέωσιν ἁμαρτίας, καὶ εἶδεν ὅτι, ἀντὶ νὰ φαγωθῇ τὸ ὑπόλοιπον τῆς θυσίας, εἶχε καῇ εἰς τὴν φωτιάν. Ἐθύμωσε τότε ὁ Μωυσῆς ἐναντίον τοῦυ Ἐλεάζαρ καὶ τοῦ Ἰθάμαρ, τῶν υἱῶν τοῦ Ἀαρών, ποὺ εἶχαν ἀπομείνει μετὰ τὸν θάνατον τῶν ἄλλων δύο, καὶ εἶπε:
- 17
διατί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστί, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου·
«Διατὶ δεν ἐφάγατε τὸ ὑπόλοιπον κρέας τῆς θυσίας, ποὺ προσεφέρθη δι' ἐξιλέωσιν ἁμαρτίας, εἰς τόπον ἱερόν; Διότι, ἐφ’ ὅσον εἶναι ἁγιώτατα, σᾶς ἐδόθη ἐντολὴ νὰ τὰ φάγετε, διὰ νὰ ἐξαλείψετε τὰς ἁμαρτίας τοῦυ λαοῦ καὶ νὰ τοὺς ἐξιλεώσετε ἐνώπιον Κυρίου.
- 18
οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξε Κύριος.
Δὲν εἰσήχθη ἐπίσης μέρος ἀπὸ τὸ αἷμα τοῦ ζώου μέσα εἰς τὴν Σκηνήν, εἰς τὰ Ἅγια (ὅπως συμβαίνει εἰς ἄλλου εἴδους θυσίαν)· ἔπρεπε λοιπὸν νὰ φάγετε τὸ ὑπόλοιπον τοῦ ζώου εἰς τόπον ἱερόν, μέσα εἰς τὴν αὐλήν, ὅπως ἀκριβῶς μὲ διέταξεν ὁ Κύριος».
- 19
καὶ ἐλάλησεν ᾿Ααρὼν πρὸς Μωυσῆν, λέγων· εἰ σήμερον προσαγηόχασι τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι Κυρίου, καὶ συμβέβηκέ μοι τοιαῦτα· καὶ φάγομαι τὰ περί τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔσται Κυρίῳ;
Καὶ ἀπεκρίθη ὁ Ἀαρὼν εἰς τὸν Μωϋσῆν καὶ εἶπε: «Σήμερον, προσεφέρθησαν αἱ θυσίαι αὐταὶ δι' ἐξιλέωσιν τῶν ἁμαρτιῶν τῶν υἱῶν μου καὶ τὰ ὁλοκαυτώματά των ἐνώπιον Κυρίου καὶ μοῦ συνέβησαν ὅλα αὐτά. Ἐὰν λοιπὸν ἔτρωγα σήμερον τὰ ὑπόλοιπα τῶν θυσιῶν αὐτῶν περὶ τῶν ἁμαρτιῶν των, θὰ ἦτο ἄραγε τοῦτο ἀρεστὸν εἰς τὸν Κύριον;»
- 20
καὶ ἤκουσε Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ.
Καὶ ἤκουσεν ὁ Μωϋσῆς τὴν δικαιολογίαν αὐτὴν τοῦ Ἀαρὼν καὶ τὴν ἐδέχθη εὐμενῶς καὶ ἰκανοποιήθη.
