Κριταί, κεφάλαιο 4
- 1
ΚΑΙ προσέθεντο οἱ υἱοὶ ᾿Ισραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ ᾿Αὼδ ἀπέθανε.
Οἱ Ἰσραηλῖται μετὰ τὸν θάνατον τοῦ Ἀὼδ παρεσύρθησαν πάλιν εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμαν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ, δηλαδὴ ἐλάτρευσαν τὰ εἴδωλα· ἀπέθανε καὶ ὁ Ἀώδ.
- 2
καὶ ἀπέδοτο τοὺς υἱοὺς ᾿Ισραὴλ Κύριος ἐν χειρὶ ᾿Ιαβὶν βασιλέως Χαναάν, ὃς ἐβασίλευσεν ἐν ᾿Ασώρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν ᾿Αρισὼθ τῶν ἐθνῶν.
Διὰ τοῦτο ὁ Κύριος ἐγκατέλειψε καὶ παρέδωσε τοὺς Ἰσραηλῖτες ὡς δούλους εἰς τὴν ἐξουσίαν του Ἰαβίν, βασιλιᾶ τῆς Χαναάν, ὁ ὁποῖος εἶχε τὸν βασιλικόν το θρόνον εἰς τὴν πόλιν Ἀσώρ. Ἀρχιστράτηγος δὲ τοῦ στρατοῦ του ἦταν ὁ Σισάρα, ὁ ὁποῖος εἶχε τὴν ἕδραν του εἰς τὴν πόλιν Ἀρισώθ, ποὺ εὑρίσκετο εἰς τὴν περιοχὴν τῆς Γαλιλαίας, εἰς τὴν ὁποίαν ἑκατοικοῦσαν πολλοὶ ἐθνικοί.
- 3
καὶ ἐκέκραξαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψε τὸν ᾿Ισραὴλ κατὰ κράτος εἴκοσιν ἔτη.
Καὶ οἱ Ἰσραηλῖται ὕψωσαν κραυγὴν ἰσχυρὰν καὶ ἐφώναξαν μὲ ἱκεσίαν δυνατὴν πρὸς τὸν Κύριον διὰ νὰ τοὺς λυτρώσῃ, διότι ὁ ἐχθρὸς αὐτὸς ἦταν πολὺ δυνατός, ἀφοῦ εἶχε ἐννιακόσια σιδερένια ἅρματα ὑπὸ τὶς διαταγές του. Καὶ αὐτὸς συνέθλιψε μὲ ὅλην τὴν σκληρότητα, τὴν βιαιότητα καὶ τὴν δύναμίν του καὶ κατεπίεσεν ἐξ ὁλοκλήρου τοὺς Ἰσραηλῖτες ἐπὶ εἴκοσι χρόνια.
- 4
καὶ Δεββώρα γυνὴ προφῆτις γυνὴ Λαφιδώθ, αὕτη ἔκρινε τὸν ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ.
Καὶ ἡ Δεββώρα, μία γυναῖκα ποὺ ἐφωτίσθη ἀπὸ τὸν Θεὸν καὶ ἀνεδείχθη προφήτις καὶ ἡ ὁποία ἦταν σύζυγος τοῦ Λαφιδώθ, ἔκαμνε χρέη Κριτοῦ μεταξὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ κατὰ τὴν ἐποχὴν ἐκείνην.
- 5
καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββώρα ἀνὰ μέσον τῆς Ραμὰ καὶ ἀνὰ μέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει ᾿Εφραίμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς κρίσιν.
Ἡ γυναῖκα αὐτή, ἡ Δεββώρα, ἦταν ἐγκατεστημένη κάτω ἀπὸ μιὰ φοινικιὰ μεταξὺ τῶν πόλεων Ραμᾶ καὶ Βαιθήλ, εἰς τὴν ὀρεινὴν περιοχὴν τοῦ Ἐφραίμ· καὶ ἐπήγαιναν εἰς αὐτὴν οἱ Ἰσραηλῖται, διὰ νὰ κρίνῃ καὶ δικάζῃ τὶς ὑποθέσεις των.
- 6
καὶ ἀπέστειλε Δεββώρα καὶ ἐκάλεσε τὸν Βαρὰκ υἱὸν ᾿Αβινεὲμ ἐκ Κάδης Νεφθαλὶ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ἐνετείλατο Κύριος ὁ Θεὸς ᾿Ισραήλ σοι καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ καὶ λήψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών;
Ἡ προφήτις Δεββώρα, φωτιζομένη ἀπὸ τὸν Θεόν, ἔστειλε καὶ ἐκάλεσε τὸν Βαράκ, τὸν υἱὸν τοῦ Ἀβινεέμ, ἀπὸ τὴν πόλιν Κάδης Νεφθαλὶ καί, μὲ πεποίθησιν ὅτι τοῦ δίδει ἐντολὴν καὶ παραγγελίαν τοῦ Κυρίου, τοῦ εἶπε: «Σοῦ τὸ λέγω ἐγώ, ἀλλ' αὐτὸ μήπως δὲν εἶναι ἐντολὴ Κυρίου τοῦ Θεοῦ Ἰσραήλ; Πρόσεξε· Ἐκεῖνος μήπως δὲν λέγει νὰ μεταβῇς εἰς τὸ Θαβώρ, ἀφοῦ προηγουμένως στρατολογήσεις καὶ πάρῃς μαζί σου δέκα χιλιάδες ἄνδρες ἀπό τὶς φυλὲς τοῦ Νεφθαλὶ καὶ τοῦ Ζαβουλών;
- 7
καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισῶν τὸν Σισάρα ἄρχοντα τῆς δυνάμεως ᾿Ιαβὶν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτόν εἰς χεῖράς σου.
Σοῦ ὑπόσχομαι δὲ ὅτι ἐγὼ θὰ ὁδηγήσω κοντά σου εἰς τὸν ξεροπόταμον Κισὼν τὸν Σισάρα, ἀρχιστράτηγον τοῦ στρατοῦ τοῦ Ἰαβίν, καὶ τὰ ἐννιακόσια ἅρματά του καὶ τὸ πλῆθος τῶν στρατιωτῶν του· καὶ θὰ τὸν παραδώσω εἰς τὰ χέρια σου, μὲ ὅλην τὴν δύναμίν του, νικημένον καὶ κατεντροπιασμένον».
- 8
καὶ εἶπε πρὸς αὐτὴν Βαράκ· ἐὰν πορευθῇς μετ᾿ ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῇς, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν ᾗ εὐοδοῖ Κύριος τὸν ἄγγελον μετ᾿ ἐμοῦ.
Καὶ ὁ Βαρὰκ εἶπεν εἰς τὴν Δεββώραν: «Ναί· θὰ πάω, ἀλλὰ ὑπὸ ἕνα ὅρον θὰ πάω, ἐὰν ἔλθῃς καὶ σὺ μαζί μου· ἐὰν ὅμως δὲν ἔλθῃς μαζί μου καὶ δὲν μὲ συνοδεύσῃς, δὲν θὰ προχωρήσω. Διότι δὲν γνωρίζω τὴν ἡμέραν, κατὰ τὴν ὁποίαν ὁ Θεὸς θὰ στείλῃ τὸν ἄγγελόν του, διὰ νὰ μὲ ἐνισχύσῃ καὶ νὰ κατευθύνῃ μὲ ἐπιτυχίαν τὴν ἐπίθεσίν μου· σὺ ὅμως, ὡς προφήτις ποὺ εἶσαι, ὅταν εἶσαι μαζί μου θὰ μὲ πληροφορήσεις καὶ ἔτσι θὰ μὲ ἐνθαρρύνῃς μὲ τὴν βεβαίαν ὑπόσχεσιν, ὅτι ἐκείνην τὴν ὥραν ὁ Θεὸς πολεμεῖ μαζί μου».
- 9
καὶ εἶπε· πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν, ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται Κύριος τὸν Σισάρα. καὶ ἀνέστη Δεββώρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαρὰκ ἐκ Κάδης.
Ἡ Δεββώρα ἐδέχθη τὸν ὅρον καὶ τοῦ εἶπε: «Μάλιστα· θὰ ἔλθω μαζί σου. Μάθε ὅμως ὅτι, ἂν ἔλθω μαζί σου, ὁ δρόμος ποὺ ἀκολουθεῖς, διὰ νὰ ἐκτελέσῃς τὴν στρατιωτικὴν αὐτὴν ἀποστολήν, δὲν θὰ ὁδηγήσῃ εἰς ἰδικήν σου δόξαν· τὸ κατόρθωμα δὲν θὰ εἶναι ἰδικόν σου, οὔτε ἰδική σου ἐπιτυχία. Διότι ὄχι μὲ τὴν δύναμίν σου, ἀλλὰ μὲ τὸ χέρι μιᾶς γυναίκας θὰ σοῦ παραδώσῃ ὁ Κύριος τὸν Σισάρα. Ἂν ἔλθω μαζί σου, δὲν θὰ ἠμπορέσῃς νὰ καυχηθῇς ὅτι ἐνίκησες τὸν ἀρχιστράτηγον τοῦ Ἰαβίν». Καὶ ἡ Δεββώρα ἐτοιμάσθη καὶ ἐπῆγε μὲ τὸν Βαρὰκ εἰς τὴν Κάδης,
- 10
καὶ ἐβόησε Βαρὰκ τὸν Ζαβουλὼν καὶ τὸν Νεφθαλὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καί ἀνέβη Δεββώρα μετ᾿ αὐτοῦ.
Καὶ ὁ Βαρὰκ ἐκήρυξεν ἀπὸ τὴν Κάδης ἐπιστράτευσιν μεταξὺ τῶν φυλῶν Ζαβουλὼν καὶ Νεφθαλί. Καὶ πολὺ γρήγορα ἐμαζεύθησαν καὶ τὸν ἀκολούθησαν δέκα χιλιάδες πολεμισταί. Μαζί του δὲ ἀκολούθησε καὶ ἡ Δεββώρα.
- 11
καὶ Χαβὲρ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινᾶ ἀπὸ τῶν υἱῶν ᾿Ιωβὰβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἐστιν ἐχόμενα Κεδές.
(Ἐν τῷ μεταξύ) ὁ Χαβὲρ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ τοὺς ἄλλους Κιναίους, τοὺς ἀπογόνους τοῦ Ἰωβάβ, πενθεροῦ τοῦ Μωϋσῆ (ποὺ ἐκατοικοῦσαν εἰς τὰ νότια τῆς ἐρήμου τῆς Ἰουδαίας), ἦλθε πρὸς βορρᾶν καὶ ἔστησε τὴν σκηνήν του εἰς τὴν τοποθεσίαν «Βελανιδιὰ τῶν πλεονεκτούντων» καὶ ἐγκατεστάθη ἐκεῖ. Ἡ τοποθεσία αὐτὴ εἶναι κοντὰ εἰς τὴν πόλιν Κεδές.
- 12
καὶ ἀνηγγέλη Σισάρᾳ, ὅτι ἀνέβη Βαρὰκ υἱὸς ᾿Αβινεὲμ εἰς ὄρος Θαβώρ.
Καὶ ἐπληροφόρησαν τὸν Σισάρα, ὅτι ὁ Βαράκ, ὁ υἱὸς τοῦ Ἀβινεέμ, ἀνέβηκε μὲ τὸν στρατόν του εἰς τὸ ὅρος Θαβώρ.
- 13
καὶ ἐκάλεσε Σισάρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ ἀπὸ ᾿Αρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισῶν.
Ὁ Σισάρα, ποὺ εἶχε καταστρώσει σχέδιον διὰ νὰ κυκλώσῃ τοὺς Ἰσραηλῖτες, ἐκάλεσε καὶ συνεκέντρωσε ὅλα τὰ σιδερένια ἅρματά του, ἐννιακόσια συνολικῶς ἅρματα, καὶ ὅλον τὸν στρατὸν ποὺ διέθετε, καί (ἐπροχώρησεν) ἀπὸ τὴν Ἀρισώθ, ποὺ εὑρίσκετο εἰς τὴν περιοχὴν τῆς Γαλιλαίας, εἰς τὴν ὁποίαν ἑκατοικοῦσαν πολλοὶ ἐθνικοί, καὶ ἦλθεν εἰς τὸν ξεροπόταμον Κισῶν.
- 14
καὶ εἶπε Δεββώρα πρὸς Βαράκ· ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρα, ἐν ᾗ παρέδωκε Κύριος τὸν Σισάρα ἐν τῇ χειρί σου, ὅτι Κύριος ἐξελεύσεται ἔμπροσθέν σου. καὶ κατέβη Βαρὰκ κατὰ τὸ ὄρος Θαβὼρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ.
Τότε ἡ Δεββώρα ἐφώναξε καὶ εἶπεν εἰς τὸν Βαράκ: «Τί κάθεσαι; Σήκω γρήγορα καὶ ἐτοιμάσου. Διότι αὐτὴ εἶναι ἡ ἡμέρα, κατὰ τὴν ὁποίαν ὁ Κύριος παρέδωκεν εἰς τὰ χέρια σου τὸν Σισάρα· διότι ὁ παντοδύναμος Κύριος θὰ προχωρήσῃ ἐμπρὸς εἰς τὴν μάχην ὡς ἀρχηγὸς τοῦ στρατοῦ σου». Καὶ ὁ Βαρὰκ χωρὶς κανένα δισταγμὸν ἐξεκίνησεν ἀμέσως καὶ κατέβη μὲ ὅλον τὸν στρατόν του ἀπὸ τὸ ὅρος Θαβώρ· πίσω του δὲ ἀκολουθοῦσαν δέκα χιλιάδες πολεμισταί.
- 15
καὶ ἐξέστησε Κύριος τὸν Σισάρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ρομφαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σισάρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγε τοῖς ποσὶν αὐτοῦ.
Καὶ ὁ Κύριος ἐνέπνευσε τρόμον, πανικὸν καὶ σύγχυσιν εἰς τὸν Σισάρα καὶ εἰς ὅλα τὰ σιδερένια ἅρματά του καὶ εἰς ὅλον τὸ στράτευμά του, μόλις ἐδέχθησαν τὴν ἐπίθεσιν ἀπὸ τὰ ξίφη τοῦ στρατοῦ τοῦ Βαράκ. Ἐδημιουργήθη δὲ τέτοια σύγχυσις καὶ φυγὴ ἀπὸ τὸν πανικὸν αὐτόν, ὥστε ἐπανικοβλήθη καὶ αὐτὸς ὁ Σισάρα καὶ ἐπήδησεν ἀπὸ τὸ ἅρμα του, εἰς τὸ ὁποῖον ἐκάθητο, καί, διὰ νὰ σωθῇ γρηγορότερα, ἔτρεχε μὲ τὰ πόδια του.
- 16
καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως ᾿Αρισὼθ τῶν ἐθνῶν· καὶ ἔπεσε πᾶσα παρεμβολὴ Σισάρα ἐν στόματι ρομφαίας, οὐ κατελείφθη ἕως ἑνός.
Καὶ ὁ Βαρὰκ κατεδίωκε τὰ σιδερένια ἅρματα καὶ τοὺς πολεμιστὰς τοῦ Σισάρα μέχρι τὴν Ἀρισώθ, ποὺ εὑρίσκετο εἰς τὴν περιοχὴν τῆς Γαλιλαίας, εἰς τὴν ὁποίαν ἑκατοικοῦσαν πολλοὶ ἐθνικοὶ καὶ ὅλοι οἱ πολεμισταὶ τοῦ Σισάρα ἐσφάγησαν (ἐπέρασαν ἀπὸ τὸ στόμα τῆς μαχαίρας) ἀπὸ τοὺς Ἰσραηλίτες· δὲν ἔμεινε οὔτε ἕνας, ποὺ νὰ γλυτώσῃ.
- 17
καὶ Σισάρα ἔφυγε τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν ᾿Ιαὴλ γυναικὸς Χαβὲρ ἑταίρου τοῦ Κιναίου, ὅτι εἰρήνη ἦν ἀναμέσον ᾿Ιαβὶν βασιλέως ᾿Ασὼρ καὶ ἀναμέσον τοῦ οἴκου Χαβὲρ τοῦ Κιναίου.
Ὁ δὲ Σισάρα κατέφυγε τρέχοντας εἰς τὴν σκηνὴν τῆς Ἰαήλ, τῆς συζύγου τοῦ φίλου Χαβὲρ τοῦ Κιναίου· διότι οἱ σχέσεις μεταξὺ τοῦ Ἰαβίν, βασιλιᾶ τῆς Ἀσώρ, καὶ τῆς οἰκογενείας τοῦ Χαβὲρ τοῦ Κιναίου, ἦσαν φιλικὲς καὶ εἰρηνικές.
- 18
καὶ ἐξῆλθεν ᾿Ιαὴλ εἰς συνάντησιν Σισάρα καὶ εἶπεν αὐτῷ· ἔκκλινον, κύριέ μου, ἔκλινον πρός με, μὴ φοβοῦ· καὶ ἐξέκλινε πρὸς αὐτὴν εἰς τὴν σκηνήν. καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ.
Καὶ ἡ Ἰαὴλ ἐβγῆκε ἀπὸ τὴν σκηνήν της εἰς προϋπάντησιν τοῦ Σισάρα καὶ τοῦ εἶπε: «Ἔλα μέσα, κύριέ μου, ἔλα μέσα εἰς τὴν σκηνήν μου· μὴ φοβᾶσαι». Ὁ Σισάρα ἐμπῆκε εἰς τὴν σκηνήν της, αὐτὴ δὲ τὸν ἐσκέπασε μὲ ἕνα σκέπασμα.
- 19
καὶ εἶπε Σισάρα πρὸς αὐτήν· πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξε τὸν ἀσκὸν τοῦ γάλακτος, καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν.
Καὶ ὁ Σισάρα εἶπε πρὸς τὴν Ἰαήλ: «Σὲ παρακαλῶ, δῶσε μου λίγο νερὸ νὰ πιῶ, διότι διψῶ». Καὶ ἡ Ἰαὴλ ἄνοιξε τὸ ἀσκὶ μὲ τὸ γάλα (= ξινόγαλο τῶν νομάδων τῆς ἐρήμου) καὶ τοῦ ἔδωκε νὰ πιῇ· κατόπιν τὸν ἐσκέπασε πάλιν.
- 20
καὶ εἶπε πρὸς αὐτὴν Σισάρα· στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρός σε καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ· εἰ ἔστιν ὧδε ἀνήρ; καὶ ἐρεῖς· οὐκ ἔστι.
Καὶ ὁ Σισάρα εἶπε πρὸς τὴν Ἰαήλ: «Τώρα στάσου εἰς τὴν πόρταν τῆς σκηνῆς. Ἐὰν δὲ παρουσιασθῇ κανένας ἄνθρωπος καὶ σοῦ ζητήσῃ πληροφορίαν καὶ σὲ ἐρωτήσῃ καὶ σοῦ εἰπῇ· «ὑπάρχει ἐδῶ εἰς τὴν σκηνὴν κανένας ἄνθρωπος;», Σὺ θὰ ἀπαντήσῃς· «ὄχι, δὲν ὑπάρχει ».
- 21
καὶ ἔλαβεν ᾿Ιαὴλ γυνὴ Χαβὲρ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκε τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθε πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ· καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανε.
Σὲ λίγο ὁ Σισάρα ἀπὸ τὴν πολλὴν κατάπτωσιν, τὸν μεγάλον κόπον καὶ τὴν βαθειὰν λύπην ἐβυθίσθη εἰς τὸν ὕπνον μὲ τὸ κεφάλι γυρμένον εἰς τὸ πλάϊ. Τότε ἡ Ἰαήλ, ἡ γυναῖκα τοῦ Χαβέρ, ἐβγῆκε ἀπὸ τὴν σκηνήν· ἐπῆρε ἕνα πάσσαλον τῆς σκηνῆς καὶ εἰς τὸ ἄλλο χέρι ἐπῆρε ἕνα σφυρὶ καὶ ἐμπῆκε ἐλαφρὰ καὶ ἀθόρυβα εἰς τὴν σκηνὴν καὶ τὸν ἐπλησίασε. Καὶ καθὼς ὁ Σισάρα ἐκοιμᾶτο, ἐκάρφωσε τὸν πάσσαλον εἰς τὸν κρόταφον τοῦ Σισάρα· ὁ πάσσαλος μὲ τὸ δυνατὸν κτύπημα ἐτρύπησε τὸ κεφάλι τοῦ Σισάρα καὶ ἐκαρφώθη εἰς τὸ ἔδαφος. Καὶ ὁ Σισάρα, ποὺ εἶχε βυθισθῆ εἰς βαρὺν ὕπνον, μὲ τὸ κάρφωμα τοῦ πασσάλου ἐκυριεύθη ἀπὸ τὸ σκοτάδι τοῦ θανάτου καὶ ἀπέθανε!
- 22
καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν ᾿Ιαὴλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ· δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἰδοὺ Σισάρα ἐρριμμένος νεκρὸς καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ.
Καὶ νά· ἀκριβῶς τότε ἔφθασεν ὁ Βαράκ, ποὺ κατεδίωκε τὸν Σισάρα, τὸν ὁποῖον ἐνόμιζεν ὅτι ἐζοῦσε. Ὅταν ἡ Ἰαὴλ διέκρινεν ἀπὸ μακριὰ τὸν Βαράκ, ἔτρεξε νὰ τὸν προϋπαντήσῃ καὶ τοῦ εἶπεν: «Ἔλα ἐδῶ καὶ θὰ σοῦ δείξω τὸν ἄνδρα, τὸν ὁποῖον ἀναζητεῖς». Καὶ ὁ Βαρὰκ ἐμπῆκε εἰς τὴν σκηνήν της καὶ νά· ὁ Σισάρα ἦταν ριγμένος κάτω νεκρὸς καὶ ὁ πάσσαλος ἦταν καρφωμένος εἰς τὸν κρόταφόν του.
- 23
καὶ ἐτρόπωσεν ὁ Θεὸς τὸν ᾿Ιαβὶν βασιλέα Χαναὰν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔμπροσθεν τῶν υἱῶν ᾿Ισραήλ.
Μὲ αὐτὸν τὸν τρόπον κατετρόπωσεν ὁ Θεὸς τὸν Ἰαβίν, τὸν βασιλιᾶ τῆς Χαναάν, κατὰ τὴν ἡμέραν ἐκείνην ἐμπρὸς εἰς τοὺς Ἰσραηλῖτες.
- 24
καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν ᾿Ισραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ ᾿Ιαβὶν βασιλέα Χαναάν, ἕως οὗ ἐξωλόθρευσαν τὸν ᾿Ιαβὶν βασιλέα Χαναάν.
Ἀπὸ τὴν ἡμέραν τῆς μεγάλης ἐκείνης νίκης τὸ χέρι τῶν Ἰσραηλιτῶν ἐπίεζε συνεχῶς τὸν Ἰαβίν, τὸν βασιλιᾶ τῆς Χαναάν· ἡ πίεσις αὐτὴ ἐμεγάλωνε συνεχῶς καὶ περισσότερον, μέχρις ὅτου οἱ Ἰσραηλῖται ἐξωλόθρευσαν, ἐξεπάστρεψαν ἐντελῶς τὸν Ἰαβίν, τὸν βασιλιᾶ τῆς Χαναάν, καὶ τὴν δύναμίν του.
