Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΚΡΙΤΑΙ

Κριταί, κεφάλαιο 3

31 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (21)
  1. 1

    ΚΑΙ ταῦτα τὰ ἔθνη, ἃ ἀφῆκε Κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν ᾿Ισραήλ, πάντας τοὺς μή ἐγνωκότας τοὺς πολέμους Χαναάν.

    Αὐτα δὲ εἶναι τὰ ἔθνη, τὰ ὁποῖα ἀφῆκεν ὁ Κύριος εἰς τὴν Παλαιστίνην, διὰ νὰ δοκιμάζῃ δι' αὐτῶν τὸν Ἰσραήλ· δηλαδὴ νὰ δοκιμάζῃ καὶ ἀσκῇ ὅλους ἐκείνους τοὺς Ἰσραηλίτες, ποὺ δὲν ἔλαβαν μέρος εἰς τοὺς πολέμους κατὰ τῶν Χαναναίων.

  2. 2

    πλὴν διὰ τὰς γενεὰς υἱῶν ᾿Ισραὴλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·

    Τοῦτο δὲ τὸ ἔκαμεν ὁ Κύριος ἁπλῶς καὶ μόνον διὰ νὰ διδάξῃ τὶς μεταγενέστερες γενεὲς τῶν Ἰσραηλιτῶν τὸν πόλεμον, ἰδιαιτέρως τὶς νεώτερες γενεές, οἱ ὅποιες δὲν ἐγνώρισαν καθόλου τοὺς πολέμους αὐτούς, οὔτε ἔλαβαν μέρος εἰς πολεμικὲς ἐπιχειρήσεις.

  3. 3

    τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Εὐαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ ᾿Αερμὼν ἕως Λαβωεμάθ.

    Τὰ εἰδωλολατρικὰ ἔθνη, ποὺ ἀφῆκεν ὁ Θεὸς εἰς τὴν Παλαιστίνην, ἦσαν ὀνομαστικῶς τὰ ἀκόλουθα: Οἱ πέντε σατραπεῖες (= ἠγεμονίες) τῶν Φιλισταίων καὶ ὅλοι οἱ Χαναναῖοι, καὶ οἱ κάτοικοι τῆς Σιδῶνος, καὶ οἱ Εὐαῖοι, ποὺ ἑκατοικοῦσαν εἱς τὸ ὅρος Λίβανον, ἀπὸ τὸ ὅρος Ἀερμὼν μέχρι τὴν Λαβωεμάθ, εἰς τὸν Ὀρόντην ποταμόν.

  4. 4

    καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν ᾿Ισραήλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.

    Τοῦτο τὸ ἐπέτρεψεν ἀκόμη ὁ Κύριος διὰ νὰ δοκιμασθῇ ὁ Ἰσραηλιτικὸς λαός, καὶ νὰ φανερωθῇ κατὰ πόσον οἱ Ἰσραηλῖται θὰ ὑπακούσουν εἰς τὶς ἐντολὲς τοῦ Κυρίου, τὶς ὁποῖες ἔδωκεν εἰς τοὺς προπάτορές των διὰ τοῦ Μωϋσῆ.

  5. 5

    καὶ οἱ υἱοὶ ᾿Ισραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ ᾿Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὐαίου καὶ τοῦ ᾿Ιεβουσαίου

    Ἔτσι οἱ Ἰσραηλῖται ἑκατοίκησαν μεταξὺ τῶν Χαναναναίων καὶ τῶν Χετταίων καὶ τῶν Ἀμορραίων καὶ τῶν Φερεζαίων καὶ τῶν Εὐαίων καὶ τῶν Ἰεβουσαίων καὶ ἀνεμίχθησαν μαζί τους·

  6. 6

    καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.

    οἱ Ἰσραηλῖται ἐνυμφεύθησαν τὶς θυγατέρες τῶν εἰδωλολατρῶν αὐτῶν ὡς γυναῖκας των καὶ ἔδωκαν τὶς ἰδικές των θυγατέρες ὡς γυναῖκας εἰς τοὺς υἱοὺς τῶν εἰδωλολατρικῶν αὐτῶν λαῶν καὶ ἔτσι ἐλάτρευσαν τοὺς θεοὺς τῶν εἰδωλολατρικῶν αὐτῶν ἐθνῶν.

  7. 7

    Καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι.

    Οἱ Ἰσραηλῖται παρεσύρθησαν ἔτσι εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμαν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ. Ἐλησμόνησαν τὸν Κύριον καὶ Θεόν των καὶ ἐλάτρευσαν τὰ πολλὰ ἀγάλματα τοῦ εἰδωλολατρικοῦ θεοῦ Βάαλ καὶ τὰ ξύλινα ἀγάλματα τῆς εἰδωλολατρικῆς θεᾶς Ἀστάρτης, ποὺ εὑρίσκοντο εἰς τὰ ἱερὰ ἄλση.

  8. 8

    καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαὶμ βασιλέως Συρίας ποταμῶν. καὶ ἐδούλευσαν οἱ υἱοὶ ᾿Ισραὴλ τῷ Χουσαρσαθαὶμ ἔτη ὀκτώ.

    Διὰ τοῦτο ὠργίσθη πάρα πολὺ ὁ Κύριος, ἄναψε ὁ θυμός του κατὰ τοῦ Ἰσραηλιτικοῦ λαοῦ, τὸν ἐγκατέλειψε καὶ παρέδωσε τοὺς Ἰσραηλίτες ὡς δούλους εἰς τὴν ἐξουσίαν τοῦ Χουσαρσαθαίμ, βασιλιᾶ τῆς Συρίας, δηλαδὴ τῆς Μεσοποταμίας, ποὺ εὑρίσκετο μεταξὺ δύο μεγάλων ποταμῶν, τοῦ Τίγρητος καὶ τοῦ Εὐφράτου. Καὶ οἱ ἀπόγονοι τοῦ εὐλογημένου Ἰσραὴλ ἔμειναν δοῦλοι εἰς τὸν εἰδωλολάτρην βασιλιᾶ Χουσαρσαθαὶμ ἐπὶ ὀκτὼ χρόνια.

  9. 9

    καὶ ἐκέκραξαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον· καί ἤγειρε Κύριος σωτῆρα τῷ ᾿Ισραήλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιὴλ υἱὸν Κενέζ ἀδελφοῦ Χάλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν,

    Καὶ οἱ Ἰσραηλῖται ὕψωσαν κραυγὴν ἰσχυρὰν καὶ ἐφώναξαν μὲ ἱκεσίαν δυνατὴν πρὸς τὸν Κύριον διὰ νὰ τοὺς λυτρώσῃ. Καὶ ὁ Κύριος ἐνέπνευσε, παρουσίασε, ἀνέδειξε διὰ τὸν Ἰσραηλιτικὸν λαὸν ἄνθρωπον, ὁ ὁποῖος τοὺς ἔσωσε· ὁ σωτῆρας αὐτός, ποὺ ἔσωσε τοὺς Ἰσραηλίτες, ἦταν ὁ Γοθονιήλ, ὁ υἱὸς τοῦ Κενέζ, νεωτέρου ἀδελφοῦ τοῦ Χάλεβ.

  10. 10

    καὶ ἐγένετο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν ᾿Ισραήλ. καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαίμ· καὶ παρέδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαὶμ βασιλέα Συρίας ποταμῶν, καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαίμ.

    Καὶ τὸ Πνεῦμα τοῦ Κυρίου ἐκυρίευσε ὅλην τὴν ὕπαρξίν του, τὸν ἐφώτισε, τὸν ἐχαρίτωσε, τὸν εὐλόγησε καὶ τὸν ἔκαμε ἱκανὸν νὰ γίνῃ Κριτὴς τοῦ Ἰσραηλιτικοῦ λαοῦ. Καὶ ὁ Γοθονιὴλ ἔκρινε τὸν Ἰσραηλιτικὸν λαόν. Ὁ εὐλογημένος αὐτὸς ἄνθρωπος μὲ τὴν ἐλπίδα του εἰς τὸν Θεὸν ἐπροχώρησε μὲ Ἰσραηλίτας πολεμιστὰς εἰς πόλεμον κατὰ τοῦ Χουσαρσαθαίμ. Καὶ ὁ Κύριος παρέδωκεν εἰς τὰ χέρια τοῦ Γοθονιὴλ τὸν Χουσαρσαθαίμ, τὸν βασιλιᾶ τῆς Μεσοποταμίας. Ὁ Κύριος τὸν ἐνίσχυσε καὶ τὸν ἐνδυνάμωσε, ὥστε ἡ ἐξουσία του νὰ γίνῃ μεγάλη καὶ πολὺ ἰσχυρὴ ἐπὶ τοῦ Χουσαρσαθαίμ.

  11. 11

    καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα· καὶ ἀπέθανε Γοθονιὴλ υἱὸς Κενέζ.

    Καὶ ἔτσι ἡ χώρα τῶν Ἰσραηλιτῶν ἔμεινεν ἥσυχη καὶ εἰρηνικὴ ἀπὸ ἐχθρικὲς ἐπιθέσεις ἐπὶ σαράντα χρόνια· κατόπιν δὲ ἀπέθανε ὁ κριτὴς Γοθονιήλ, ὁ υἱὸς τοῦ Κενέζ.

  12. 12

    Καὶ προσέθεντο οἱ υἱοὶ ᾿Ισραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου. καὶ ἐνίσχυσε Κύριος τὸν ᾿Εγλὼμ βασιλέα Μωὰβ ἐπὶ τὸν ᾿Ισραὴλ διὰ τὸ πεποιηκέναι αὐτούς τὸ πονηρὸν ἔναντι Κυρίου.

    Οἱ Ἰσραηλῖται παρεσύρθησαν πάλιν εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμαν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ, δηλαδὴ ἐλάτρευσαν τὰ εἴδωλα. Διὰ τοῦτο ὁ Κύριος ἐνίσχυσε καὶ ἐνδυνάμωσε τὸν Ἐγλώμ, τὸν βασιλιᾶ τῆς Μωάβ, ὥστε νὰ ἐπιτεθῇ κατὰ τῶν Ἰσραηλιτῶν, διότι αὐτοὶ ἔκαμαν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Κυρίου, δηλαδὴ τὸ μεγάλο ἁμάρτημα τῆς εἰδωλολατρίας.

  13. 13

    καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς ᾿Αμμὼν καὶ ᾿Αμαλὴκ καὶ ἐπορεύθη καὶ ἐπάταξε τὸν ᾿Ισραὴλ καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινίκων.

    Ὁ Ἐγλὼμ συνεκέντρωσε γύρω του τοὺς Ἀμμωνῖτες καὶ Ἀμαληκῖτες καὶ ἐβάδισε κατὰ τῶν Ἰσραηλιτῶν· τοὺς ἐπετέθη καὶ ἐκυρίευσε τὴν Ἱεριχώ, τὴν πόλιν τῶν φοινικοδένδρων.

  14. 14

    καὶ ἐδούλευσαν οἱ υἱοὶ ᾿Ισραὴλ τῷ ᾿Εγλὼμ βασιλεῖ Μωὰβ ἔτη δεκαοκτώ.

    Ἔτσι οἱ Ἰσραηλῖται ὑπετάγησαν καὶ ἔγιναν δοῦλοι εἰς τὸν Ἐγλώμ, τὸν βασιλιᾶ τῆς Μωάβ, ἐπὶ δεκαοκτῶ χρόνια.

  15. 15

    καὶ ἐκέκραξαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν ᾿Αὼδ υἱὸν Γηρὰ υἱὸν τοῦ ᾿Ιεμενί, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἐξαπέστειλαν οἱ υἱοὶ ᾿Ισραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ ᾿Εγλὼμ βασιλεῖ Μωάβ.

    Καὶ οἱ Ἰσραηλῖται ὕψωσαν κραυγὴν ἰσχυρὰν καὶ ἐφώναξαν μὲ ἱκεσίαν δυνατὴν ἀπὸ τὰ βάθη τῆς ψυχῆς των πρὸς τὸν Κύριον, διὰ νὰ τοὺς λυτρώσῃ. Καὶ ὁ Κύριος ἐνέπνευσε, παρουσίασεν, ἀνέδειξε διὰ τὸν Ἰσραηλιτικὸν λαὸν ἄνθρωπον, ὁ ὁποῖος τοὺς ἔσωσε· ὁ σωτῆρας αὐτὸς ἦταν ὁ Ἀώδ, ὁ ἀπόγονος τοῦ Γηρά, ἔγγονος τοῦ Ἰεμενί· ὁ ἄνδρας αὐτὸς ἠμποροῦσε νὰ χρησιμοποιῇ καὶ τὸ ἀριστερόν του χέρι τόσον εὔκολα καὶ γρήγορα καὶ δυνατά, ὅσον καὶ τὸ δεξιόν. Καὶ οἱ Ἰσραηλῖται ὡς φόρου ὑποτελεῖς ἔστειλαν εἰς τὸν Ἐγλώμ, τὸν βασιλιᾶ τῆς Μωάβ, δῶρα μὲ μίαν ὁμάδα, ἐπὶ κεφαλῆς τῆς ὁποίας ἦταν ὁ Ἀώδ.

  16. 16

    καὶ ἐποίησεν ἑαυτῷ ᾿Αὼδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος αὐτῆς, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν αὐτοῦ τὸν δεξιόν.

    Ὁ Ἀὼδ εἶχε κατασκευάσει ἕνα δίκοπον μαχαίρι μήκους μιᾶς σπιθαμῆς, δηλαδὴ εἴκοσι πέντε περίπου ἐκατοστῶν (κατὰ τὸ Ἑβραϊκόν· πενῆντα δύο ἑκατοστῶν)· τὸ φονικὸ αὐτὸ μαχαίρι τὸ ἐζώσθη γύρω ἀπὸ τὴν μέσην του καὶ τὸ ἐκρέμασε εἰς τὸν δεξιὸν μηρόν του κάτω ἀπὸ τὸν μανδύαν του.

  17. 17

    καὶ ἐπορεύθη καὶ προσήνεγκε τὰ δῶρα τῷ ᾿Εγλὼμ βασιλεῖ Μωάβ· καὶ ᾿Εγλὼμ ἀνὴρ ἀστεῖος σφόδρα.

    Καὶ ὁ Ἀὼδ ἐπῆγε μὲ τὴν συνοδείαν του καὶ προσέφερε τὰ δῶρα (ὡς φόρον ὑποτελείας) εἰς τὸν Ἐγλώμ, τὸν βασιλιᾶ τῆς Μωάβ. Ὁ δὲ Ἐγλὼμ ἦταν πολὺ ὠραῖος ἄνδρας, εὐτραφής, καλοθρεμμένος.

  18. 18

    καὶ ἐγένετο ἡνίκα συνετέλεσεν ᾿Αὼδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλε τοὺς φέροντας τὰ δῶρα·

    Καὶ ὅταν ὁ Ἀὼδ μὲ τοὺς ἄλλους ἄνδρες τῆς ἀποστολῆς ἐπρόσφεραν τὰ δῶρα, διέταξε τοὺς ἄνδρες του, ποὺ ἔφεραν τὰ δῶρα, νὰ φύγουν. Τοὺς ἀκολούθησε δὲ καὶ ὁ Ἀὼδ μέχρι τὰ Γάλγαλα.

  19. 19

    καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγάλ. καὶ εἶπεν ᾿Αώδ· λόγος μοι κρύφιος πρός σε, βασιλεῦ. καὶ εἶπεν ᾿Εγλὼμ πρὸς αὐτόν· σιώπα· καὶ ἐξαπέστειλεν ἀφ᾿ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ᾿ αὐτόν.

    Εἰς τὰ Γάλγαλα ὅμως, κοντὰ εἰς τὴν περιοχὴν ἐκείνην ποὺ ὑπῆρχαν (τώρα) εἰδωλολατρικὰ ἀγάλματα, ἐξεπροβόδισε τοὺς συντρόφους του καὶ αὐτός (ὁ Ἀώδ) ἐγύρισε πίσω μόνος του εἰς τὸν βασιλιᾶ τῆς Μωάβ. Χωρὶς καμμίαν δυσκολίαν καὶ κανένα ἐμπόδιον παρουσιάσθη εἰς τὸν Ἐγλὼμ καὶ τοῦ εἶπε: «Ἔχω κάτι κρυφὸ καὶ μυστικὸ νὰ σοῦ εἰπῶ, βασιλιᾶ». Ἐπειδὴ ὅμως ἦσαν καὶ ἄλλοι ἐκεῖ, ὁ Ἐγλὼμ τοῦ ἀπάντησε: Σιώπα· μὴ ἀνακοινώσῃς ἐδῶ τὸ μυστικόν». Ἀμέσως δὲ ὁ Ἐγλὼμ ἔβγαλε ἔξω καὶ ἀπέπεμψε ἀπὸ κοντά του ὅλους, ὅσοι ἦσαν παρόντες εἰς τὴν αἴθουσαν. Αὐτὸς δέ (ὁ Ἐγλώμ) ἐσηκώθη ἀπὸ ἐκεῖ, ὅπου ἐκάθητο, καὶ ἀνέβηκε εἰς κάποιο ὑψηλότερον (δροσερὸν) δωμάτιον, εἰς τὸ ὁποῖον ἡσύχαζε κατὰ τὸ καλοκαίρι, καὶ ἐκεῖ ἐκάλεσε τὸν Ἀώδ.

  20. 20

    καὶ ᾿Αὼδ εἰσῆλθε πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος. καὶ εἶπεν ᾿Αώδ· λόγος Θεοῦ μοι πρός σε, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου ᾿Εγλὼμ ἐγγὺς αὐτοῦ.

    Καὶ ὁ Ἀὼδ ἐμπῆκε εἰς τὸ θερινόν (δροσερόν) δωμάτιον τοῦ Ἐγλώμ· αὐτὸς δὲ ἐκάθητο εἰς τὸ θερινὸν δωμάτιόν του ἐντελῶς μόνος, χωρὶς κανένα σωματοφύλακα. Καὶ ὁ Ἀὼδ τοῦ εἶπε: «Βασιλιᾶ· ὁ Θεὸς μοῦ εἶπε νὰ σοῦ ἀναγγείλω κάποιο μήνυμα, ποὺ μοῦ ἀπεκάλυψε καὶ τὸ ὁποῖον σὲ ἀφορᾷ». Ὁ Ἐγλὼμ γεμᾶτος περιέργειαν ἐσηκώθη ἀπὸ τὸν θρόνον του καὶ ἐπλησίασε ἀνυποψίαστος τὸν Ἀώδ, διὰ νὰ ἀκούσῃ τί τοῦ παραγγέλλει ὁ Θεός.

  21. 21

    καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν ᾿Αὼδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβε τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ

    Τὴν στιγμὴν ὅμως ἐκείνην, μόλις ἐσηκώθη ὁ Ἐγλώμ, ὁ Ἀὼδ ἀπλωσε τὸ ἀριστερό του χέρι καὶ ἐτράβηξε τὸ μαχαίρι, ποὺ ἐκρέμετο πάνω ἀπὸ τὸν δεξιὸν μηρόν του, καὶ τὸ ἔμπηξε εἰς τὴν κοιλίαν τοῦ Ἐγλώμ.

  22. 22

    καὶ ἐπεισήνεγκε καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἐπέκλεισε τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασε τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ.

    Ἔσπρωξε δὲ καὶ αὐτὴν ἀκόμη τὴν λαβὴν τοῦ μαχαιριοῦ, ὥστε ἐμπῆκε καὶ αὐτὴ μαζὶ μὲ τὴν δίκοπη λεπίδα εἰς τὴν κοιλίαν τοῦ Ἐγλώμ. Καὶ τὸ πολὺ λίπος τοῦ παχύσαρκου Ἐγλὼμ ἐσκέπασε ὅλην τὴν λεπίδα τοῦ μαχαιριοῦ, διότι ὁ Ἀὼδ δὲν ἐτράβηξε τὸ μαχαίρι ἀπὸ τὴν κοιλίαν τοῦ Ἐγλώμ. Ἔτσι τὸ κτύπημα, ποὺ κατέφερεν ὁ Ἀὼδ κατὰ τοῦ Ἐγλώμ, ἦταν καίριον, θανάσιμον.

  23. 23

    καὶ ἐξῆλθεν ᾿Αὼδ τὴν προστάδα καὶ ἐξῆλθε τοὺς διατεταγμένους καὶ ἀπέκλεισε τὰς θύρας τοῦ ὑπερῴου κατ᾿ αὐτοῦ καὶ ἐσφήνωσε·

    Τότε ὁ Ἀὼδ ἐβγῆκε ἀπὸ τὸ θερινὸν δωμάτιον εἰς τὸ πρόστεγον καὶ ἐπέρασεν ἀτάραχος ἐμπρὸς ἀπὸ τοὺς σωματοφύλακες, οἱ ὁποῖοι δὲν ἄκουσαν οὔτε ἀντελήφθησαν τίποτε· ἐβγῆκε, ἀφοῦ προηγουμένως ἔκλεισε χωρὶς νευρικότητα τὴν πόρταν τοῦ θερινοῦ δωματίου, ὅπου τὸν ἐδέχθη ὁ Ἐγλώμ· τὴν ἔκλεισεν ἔτσι, ὥστε ἔπεσεν ὁ ἐσωτερικὸς σύρτης καὶ ἡ πόρτα ἔκλεισεν ἀπὸ μέσα.

  24. 24

    καὶ αὐτὸς ἐξῆλθε. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι, καὶ εἶπαν· μή ποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμείῳ τῷ θερινῷ;

    Ἔτσι ὁ Ἀὼδ ἐβγῆκε καὶ ἔφυγε χωρὶς νὰ δώσῃ καμμίαν ὑποψίαν. Ὕστερα ἀπὸ λίγο οἱ σωματοφύλακες τοῦ Ἐγλὼμ ἐπῆγαν εἰς τὸ προστέγον καὶ εἶδαν ὅτι οἱ πόρτες τοῦ θερινοῦ δωματίου ἦσαν κλειδωμένες καὶ εἶπαν: «Ἴσως ὁ βασιλιᾶς εἶναι ξαπλωμένος εἰς τὸ θερινὸν δωμάτιόν του καὶ ξεκουράζει τὰ πόδια του».

  25. 25

    καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο, καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.

    Καὶ ἐπερίμεναν ἔξω ἀπὸ τὸ δωμάτιον μέχρις ὅτου ἀνησύχησαν καὶ ἐντρέποντο πλέον νὰ περιμένουν. Καὶ νά· (ενῷ κτυποῦν) κανεὶς δὲν ἀνοίγει τὴν πόρταν τοῦ θερινοῦ δωματίου. Δι' αὐτὸ ἐπῆραν τὸ κλειδί, ποὺ δὲν τὸ εἶχε πάρει μαζί του ὁ Ἀώδ, καὶ ἐξεκλείδωσαν τὴν πόρταν. Καὶ νά· ὁ κύριος των, ὁ βασιλιᾶς, ἦταν ξαπλωμένος κατὰ γῆς νεκρός!

  26. 26

    καὶ ᾿Αὼδ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθε τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετειρωθά.

    Ἔτσι, μέχρις ὅτου ἐκεῖνοι ἀντιληφθοῦν τὶ συνέβη καὶ μὲ τὴν πάροδον τοῦ χρόνου ἀπὸ τὴν ταραχήν, ποὺ ἐδημιουργήθη, ὁ Ἀὼδ διέφυγε τὴν ἀνακάλυψιν καὶ ἐσώθη. Μὲ ὅλα αὐτὰ τοῦ ἐδόθη χρόνος ἀρκετός, ὥστε νὰ διαφύγῃ τὴν προσοχήν των, νὰ προσπεράσῃ τὰ εἰδωλολατρικὰ ἀγάλματα, ποὺ ἦσαν εἰς τὰ Γάλγαλα, νὰ ζεφύγῃ καὶ νὰ φθάσῃ ἀσφαλὴς εἰς τὰ Σετειρωθά.

  27. 27

    καὶ ἐγένετο ἡνίκα ἦλθεν ᾿Αὼδ εἰς γῆν ᾿Ισραήλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει ᾿Εφραίμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ ᾿Ισραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν.

    Μόλις δὲ ἔφθασε σῶος εἰς τὸ Ἰσραηλιτικὸν ἔδαφος, ἔτρεξεν εἰς τὸ ὅρος Ἐφραίμ, ἔδωκε σύνθημα μὲ σάλπισμα, ποὺ ἐσάλπισε μὲ κερατίνην σάλπιγγα, καὶ ἐκάλεσε τοὺς Ἰσραηλῖτες εἰς πολεμικὸν συναγερμόν. Οἱ Ἰσραηλῖται ἀνταπεκρίθησαν εἰς τὸ κάλεσμά του καὶ ἐμαζεύθησαν· καὶ κατέβηκαν μαζί του ἀπὸ τὸ ὅρος Ἐφραίμ, μὲ ἐπὶ κεφαλῆς τὸν ἴδιον.

  28. 28

    καὶ εἶπε πρὸς αὐτούς· κατάβητε ὀπίσω μου, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωὰβ ἐν χειρὶ ἡμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ ᾿Ιορδάνου τῆς Μωάβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι.

    Ὁ Ἀὼδ τοὺς εἶπε: «Κατεβῆτε μαζί μου· ἀκολουθῆστέ με· διότι Κύριος ὁ Θεὸς παρέδωκε τοὺς ἐχθρούς μας, ὅλους τοὺς κατοίκους τῆς Μωάβ, εἰς τὰ χέρια μας». Πράγματι· οἱ Ἰσραηλῖται ὡς ἕνας ἄνθρωπος τὸν ἀκολούθησαν καὶ κατέβησαν μαζί του καὶ προκατέλαβαν ὅλα τὰ σημεῖα τοῦ ποταμοῦ Ἰορδάνη, ἀπὸ τὰ ὁποῖα ἠμποροῦσε κανεὶς νὰ περάσῃ ἀπὸ τὴν Χαναάν (τὴν χώραν τῶν Ἰσραηλιτῶν) εἰς τὴν Μωάβ. Ἔτσι ἐμπόδισε καὶ ἀπέκλεισε τὴν διάβασιν ἀπὸ τὰ σημεῖα αὐτὰ ὁποιουδήποτε ἀνθρώπου.

  29. 29

    καὶ ἐπάταξαν τὴν Μωὰβ τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ.

    Μὲ τὸν τρόπον αὐτὸν εὑρέθησαν ἀποκλεισμένοι οἱ Μωαβῖται εἰς τὴν γῆν Ἰσραήλ. Καὶ ὅταν (οἱ Μωαβῖται), κυριευμένοι ἀπὸ τὸν πανικόν, ἔτρεξαν νὰ καταφύγουν εἰς τὴν χώραν των διὰ νὰ σωθοῦν, οἱ Ἰσραηλῖται τοὺς ἐκτύπησαν σκληρὰ καὶ ἐφόνευσαν κατὰ τὴν ἡμέραν ἐκείνην περίπου δέκα χιλιάδες Μωαβῖτες. Ἐφόνευσαν ὅλους τοὺς εὐρώστους, ὅλους τοὺς γενναίους, ὅλα τὰ παλληκάρια. Ἡ καταστροφὴ τῶν Μωαβιτῶν ἦταν ὁλοκληρωτική. Δὲν ἐσώθη οὔτε ἕνας ἀπὸ αὐτούς.

  30. 30

    καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα ᾿Ισραήλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς ᾿Αὼδ ἕως οὗ ἀπέθανε.

    Κατὰ τὴν ἡμέραν ἐκείνην οἱ Μωαβῖται ὑπετάγησαν καὶ ἡ χώρα των ὑπεδουλώθη εἰς τοὺς Ἰσραηλῖτες· καὶ ἔτσι ἡ χώρα τῶν Ἰσραηλιτῶν ἔμεινεν ἥσυχη καὶ εἰρηνικὴ ἀπὸ ἐχθρικὲς ἐπιθέσεις ἐπὶ ὀγδόντα χρόνια. Καὶ ὁ Ἀὼδ ὑπῆρξε Κριτῆς τοῦ Ἰσραηλιτικοῦ λαοῦ μέχρι τὴν ἡμέραν τοῦ θανάτου του.

  31. 31

    Καὶ μετ᾿ αὐτὸν ἀνέστη Σαμεγὰρ υἱὸς Δινὰχ καὶ ἐπάταξε τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ ἔσωσε καί γε αὐτὸς τὸν ᾿Ισραήλ.

    Μετὰ τὸν Ἀὼδ παρουσιάσθη ὡς Κριτὴς ὁ Σάμεγαρ, ὁ υἱὸς τοῦ Δινάχ. Αὐτὸς ἐπάνω εἰς τὸν ζῆλον του ἐπετέθη καὶ ἐφόνευσεν ἑξακοσίους Φιλισταίους μὲ τὴν βουκέντραν (ἢ κατ' ἄλλην ἑρμηνείαν: Μὲ ἕνα ἀλετροπόδι). Ἔτσι ἔγινε καὶ αὐτὸς σωτῆρας καὶ ἐλευθερωτὴς τοῦ Ἰσραήλ.