Κατά Ιωάννην Ευαγγέλιο, κεφάλαιο 8
- 1
Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
Ὁ Ἰησοῦς δὲ ἐπῆγεν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
- 2
Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν, καὶ καθίσας ἐδίδασκεν αὐτούς.
Πολὺ πρωῒ ὅμως ἦλθε πάλιν εἰς τὸ ἱερόν, καὶ ὅλος ὁ λαὸς ἤρχετο σ’ αὐτὸν καὶ αὐτὸς ἀφοῦ ἐκάθισε, τοὺς ἐδίδασκε.
- 3
ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ
Φέρνουν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι μίαν γυναῖκα, ἡ ὁποία εἶχε συλληφθῆ νὰ μοιχεύεται, καὶ ἀφοῦ τὴν ἔστησαν εἰς τὴν μέσην,
- 4
λέγουσιν αὐτῷ· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατείληπται ἐπαυτοφώρῳ μοιχευομένη.
λέγουν εἰς αὐτόν· Διδάσκαλε, αὐτὴ ἡ γυναῖκα συνελήφθη ἐπ’ αὐτοφώρῳ νὰ μοιχεύεται.
- 5
ἐν δὲ τῷ νόμῳ ἡμῶν Μωϋσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν. σὺ οὖν τί λέγεις;
Εἰς τὸν νόμον δὲ ὁ Μωϋσῆς μᾶς διέταξε νὰ λιθοβολοῦνται τέτοιου εἴδους γυναῖκες. Σὺ λοιπὸν τί λέγεις;
- 6
τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσι κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν.
Αὐτὸ δὲ τὸ ἔλεγαν διὰ νὰ τὸν φέρουν εἰς δύσκολον θέσιν, ὥστε νὰ ἔχουν ἀφορμὴν νὰ τὸν κατηγορήσουν. Ὁ δὲ Ἰησοῦς ἔσκυψε κάτω καὶ μὲ τὸ δάκτυλο ἔγραφεν εἰς τὴν γῆν.
- 7
ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπε πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος βαλέτω λίθον ἐπ’ αὐτήν.
Καθὼς ὅμως ἐπέμενον καὶ τὸν ρωτοῦσαν, ἐσήκωσε τὸ κεφάλι του καὶ τοὺς εἶπε· Ὅποιος ἀπὸ σᾶς εἶναι ἀναμάρτητος, ἂς ρίξῃ πρῶτος πέτρα ἐπάνω της.
- 8
καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.
Καὶ πάλιν ἔσκυψε κάτω καὶ ἔγραφεν εἰς τὴν γῆν.
- 9
οἱ δὲ ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι ἐξήρχοντο εἷς καθ’ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων, καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα.
Αὐτοὶ δέ, ὅταν ἤκουσαν αὐτὸ καὶ ἠλέγχοντο ἀπὸ τὴν συνείδησιν, ἔβγαιναν ἔξω ἕνας-ἕνας, ἀρχίσαντες ἀπὸ τοὺς πρεσβυτέρους ἕως τοὺς τελευταίους, καὶ ἔμεινε μόνος ὁ Ἰησοῦς καὶ ἡ γυναῖκα, ποὺ ἐστέκετο εἰς τὴν μέσην.
- 10
ἀνακύψας δὲ ὁ Ἰησοῦς καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικὸς εἶπεν αὐτῇ· Ἡ γυνή, ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινεν;
Ὅταν ἐσήκωσε τὸ κεφάλι του ὁ Ἰησοῦς καὶ δὲν εἶδε κανένα παρὰ μόνον τὴν γυναῖκα, τῆς εἶπε· Γυναῖκα, ποὺ εἶναι ἐκεῖνοι οἱ κατήγοροί σου; Κανεὶς δὲν σὲ κατέκρινε;
- 11
ἡ δὲ εἶπεν· Οὐδείς, Κύριε. εἶπε δὲ αὐτῇ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου καὶ ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.
Ἐκείνη δὲ εἶπε· Κανείς, Κύριε. Εἶπε δὲ εἰς αὐτὴν ὁ Ἰησοῦς· Οὔτε ἐγὼ σὲ κατακρίνω. Πήγαινε καὶ ἀπὸ τώρα μὴ ἁμαρτάνῃς πλέον.
- 12
Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.
Πάλιν λοιπὸν ὁ Ἰησοῦς ὡμίλησε πρὸς αὐτοὺς καὶ εἶπε· Ἐγὼ εἶμαι τὸ φῶς τοῦ κόσμου. Ὅποιος μὲ ἀκολουθεῖ, δὲν θὰ περιπατήσῃ εἰς τὸ σκοτάδι, ἀλλὰ θὰ ἔχῃ τὸ φῶς τῆς ζωῆς.
- 13
εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.
Τοῦ εἶπαν τότε οἱ Φαρισαῖοι· Σὺ δίνεις μαρτυρίαν διὰ τὸν ἑαυτόν σου. Ἡ μαρτυρία σου δὲν εἶναι ἀληθινή.
- 14
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι καὶ ποῦ ὑπάγω.
Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοὺς εἶπε· Καὶ ἂν ἐγὼ δίνω μαρτυρίαν διὰ τὸν ἑαυτόν μου, εἶναι ἀληθινὴ ἡ μαρτυρία μου, διότι ξέρω ἀπὸ ποὺ ἦλθα καὶ ποὺ πηγαίνω. Σεῖς ὅμως δὲν ξέρετε ἀπὸ ποὺ ἔρχομαι καὶ ποὺ πηγαίνω.
- 15
ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα.
Σεῖς κρίνετε μὲ σαρκικὰ κριτήρια. Ἐγὼ δὲν κρίνω κανένα.
- 16
καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.
Ἀλλὰ καὶ ἐὰν κρίνω ἐγώ, ἡ κρίσις ἡ ἰδική μου εἶναι ἀληθινή, διότι δὲν εἶμαι μόνος μου, ἀλλ’ εἴμεθα ἐγὼ καὶ ὁ Πατήρ, ὁ ὁποῖος μὲ ἔστειλε.
- 17
καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
Καὶ εἰς τὸν νόμον δὲ τὸν ἰδικόν σας εἶναι γραμμένον, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία εἶναι ἀξιόπιστος.
- 18
ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.
Ἐγὼ εἶμαι ποὺ δίνω μαρτυρίαν διὰ τὸν ἑαυτόν μου καὶ δίνει μαρτυρίαν δι’ ἐμὲ καὶ ὁ Πατήρ, ποὺ μὲ ἔστειλε.
- 19
ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε.
Τοῦ ἔλεγαν λοιπόν· Ποὺ εἶναι ὁ Πατέρας σου; Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε ἐμένα ξέρετε οὔτε τὸν Πατέρα μου. Ἐὰν ἐγνωρίζατε ἐμένα, θὰ ἐγνωρίζατε καὶ τὸν Πατέρα μου.
- 20
Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
Αὐτὰ τὰ λόγια εἶπεν ὁ Ἰησοῦς εἰς τὸ θησαυροφυλάκιον, ὅταν ἐδίδασκεν εἰς τὸ ἱερόν, καὶ κανεὶς δὲν τὸν συνέλαβεν, διότι δὲν εἶχεν ἔλθει ἀκόμη ἡ ὥρα του.
- 21
Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
Εἶπε λοιπὸν πάλιν εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ἐγὼ φεύγω καὶ θὰ μὲ ζητήσετε, καὶ θὰ πεθάνετε μέσα εἰς τὴν ἁμαρτίαν σας. Ἐκεῖ ποὺ πηγαίνω ἐγώ, σεῖς δὲν μπορεῖτε νὰ ἔλθετε.
- 22
ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
Ἔλεγαν τότε οἱ Ἰουδαῖοι· Μήπως θὰ αὐτοκτονήσῃ, ἀφοῦ λέγει, ὅπου ἐγὼ πηγαίνω, σεῖς δὲν μπορεῖτε νὰ ἔλθετε;
- 23
καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
Καὶ εἶπεν εἰς αὐτούς· Σεῖς εἶσθε ἀπὸ τὰ κάτω, ἐγὼ εἶμαι ἀπὸ τὰ ἐπάνω. Σεῖς εἶσθε ἀπὸ τὸν κόσμον τοῦτον, ἐγὼ δὲν εἶμαι ἀπὸ τὸν κόσμον τοῦτον.
- 24
εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
Σᾶς εἶπα λοιπόν, ὅτι θὰ πεθάνετε μέσα εἰς τὰς ἁμαρτίας σας. Διότι ἐὰν δὲν πιστεύσετε ὅτι ἐγὼ εἶμαι, θὰ πεθάνετε μέσα εἰς τὰς ἁμαρτίας σας.
- 25
ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν.
Τοῦ ἔλεγαν λοιπόν· Σὺ ποιός εἶσαι; Καὶ ὁ Ἰησοῦς τοὺς εἶπε· Ὅ,τι ἀκριβῶς σᾶς λέγω ἀπὸ τὴν ἀρχήν.
- 26
πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ’ ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ, ταῦτα λέγω εἰς τὸν κόσμον.
Πολλὰ ἔχω νὰ λέγω καὶ νὰ κρίνω διὰ σᾶς. Ἀλλ’ ἐκεῖνος ποὺ μὲ ἔστειλεν, εἶναι ἀληθινὸς κι’ ἐγὼ ἐκεῖνα, ποὺ ἄκουσα ἀπὸ αὐτόν, αὐτὰ λέγω εἰς τὸν κόσμον.
- 27
οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.
Δὲν ἐκατάλαβαν, ὅτι τοὺς ἔλεγε διὰ τὸν Πατέρα.
- 28
εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατήρ μου, ταῦτα λαλῶ.
Εἶπε λοιπὸν εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ὅταν ὑψώσετε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε θὰ καταλάβετε ὅτι ἐγὼ εἶμαι καὶ ὅτι δὲν κάνω τίποτε ἀπὸ τὸν ἑαυτόν μου, ἀλλὰ ὅπως μὲ ἐδίδαξεν ὁ Πατήρ μου, αὐτὰ λαλῶ.
- 29
καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὁ πατήρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.
Καὶ ἐκεῖνος ποὺ μὲ ἔστειλεν εἶναι μαζί μου. Δὲν μὲ ἄφησε μόνον ὁ Πατήρ, διότι ἐγὼ κάνω πάντοτε ἐκεῖνα, ποὺ τοῦ εἶναι ἀρεστά.
- 30
Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
Ἐνῷ ἔλεγε αὐτά, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
- 31
Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,
Ἔλεγε λοιπὸν ὁ Ἰησοῦς πρὸς τοὺς Ἰουδαίους, ποὺ εἶχαν πιστεύσει εἰς αὐτόν· Ἐὰν σεῖς μείνετε πιστοὶ εἰς τὸν λόγον μου, εἶσθε ἀληθινὰ μαθηταί μου,
- 32
καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.
καὶ θὰ γνωρίσετε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια θὰ σᾶς ἐλευθερώσῃ.
- 33
ἀπεκρίθησαν αὐτῷ· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε;
Τοῦ ἀπεκρίθησαν· Εἴμεθα ἀπόγονοι τοῦ Ἀβραὰμ καὶ δὲν ἔχομε γίνει δοῦλοι σὲ κανένα ποτέ. Πῶς σὺ λέγεις, ὅτι θὰ γίνετε ἐλεύθεροι;
- 34
ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας.
Ἀπεκρίθη εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ἀληθῶς, ἀληθῶς σᾶς λέγω, ὅτι καθένας ποὺ κάνει τὴν ἁμαρτίαν, εἶναι δοῦλος τῆς ἁμαρτίας.
- 35
ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.
Ὁ δοῦλος δὲν μένει εἰς τὸ σπίτι πάντοτε· ὁ γιὸς μένει πάντοτε.
- 36
ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
Ἐὰν λοιπὸν ὁ Υἱὸς σᾶς ἐλευθερώσῃ, θὰ εἶσθε πραγματικὰ ἐλεύθεροι.
- 37
οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.
Ξέρω, ὅτι εἶσθε ἀπόγονοι τοῦ Ἀβραάμ· ἀλλὰ ζητεῖτε νὰ μὲ σκοτώσετε, διότι ὁ λόγος ὁ δικός μου δὲν χωρεῖ μέσα σας.
- 38
ἐγὼ ὃ ἑώρακα παρὰ τῷ πατρί μου λαλῶ· καὶ ὑμεῖς οὖν ὃ ἑωράκατε παρὰ τῷ πατρὶ ὑμῶν ποιεῖτε.
Ἐγὼ λαλῶ ἐκεῖνο, ποὺ εἶδα κοντὰ εἰς τὸν Πατέρα μου· καὶ σεῖς λοιπὸν κάνετε ἐκεῖνο, ποὺ εἴδατε κοντὰ εἰς τὸν πατέρα σας.
- 39
ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστι. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν.
Ἀπεκρίθησαν καὶ τοῦ εἶπαν· Ὁ πατέρας μας εἶναι ὁ Ἀβραάμ. Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ἐὰν ἤσασταν παιδιὰ τοῦ Ἀβραάμ, θὰ ἐκάνατε τὰ ἔργα τοῦ Ἀβραάμ.
- 40
νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
Τώρα ὅμως ζητεῖτε νὰ μὲ θανατώσετε, ἕναν ἄνθρωπον, ὁ ὁποῖος σᾶς εἶπα τὴν ἀλήθειαν, τὴν ὁποίαν ἤκουσα ἀπὸ τὸν Θεόν. Αὐτὸ ὁ Ἀβραὰμ δὲν τὸ ἔκανε.
- 41
ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπον οὖν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν, τὸν Θεόν.
Σεῖς κάνετε τὰ ἔργα τοῦ πατέρα σας. Εἶπαν τότε εἰς αὐτόν· Ἐμεῖς δὲν ἔχομεν γεννηθῆ ἀπὸ πορνείαν· ἕνα πατέρα ἔχομεν, τὸν Θεόν.
- 42
εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλε.
Εἶπε λοιπὸν εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ἐὰν ὁ Θεὸς ἦτο πατέρας σας, θὰ ἀγαπούσατε ἐμένα. Διότι ἐγὼ βγῆκα ἀπὸ τὸν Θεὸν καὶ ἔρχομαι. Διότι δὲν ἦλθα ἀπὸ τὸν ἑαυτόν μου, ἀλλ’ ἐκεῖνος μὲ ἔστειλε.
- 43
διατί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.
Διατὶ δὲν καταλαβαίνετε τὴν γλῶσσαν μου; Διότι δὲν μπορεῖτε νὰ ἀκούετε τὸν λόγον τὸν δικόν μου.
- 44
ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ· ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ.
Σεῖς κατάγεσθε ἀπὸ τὸν πατέρα τὸν διάβολον καὶ θέλετε νὰ κάνετε τὰς ἐπιθυμίας τοῦ πατέρα σας. Ἐκεῖνος ἦτο ἀνθρωποκτόνος ἀπὸ τὴν ἀρχὴν καὶ δὲν στέκεται εἰς τὴν ἀλήθειαν, διότι δὲν ὑπάρχει ἀλήθεια μέσα του. Ὅταν λέγῃ τὸ ψέμα, μιλάει ἀπὸ τὸν ἑαυτόν του, διότι εἶναι ψεύτης καὶ πατέρας τοῦ ψεύδους.
- 45
ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.
Ἐπειδὴ ὅμως ἐγὼ λέγω τὴν ἀλήθειαν, δὲν μὲ πιστεύετε.
- 46
τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ δὲ ἀλήθειαν λέγω, διατί ὑμεῖς οὐ πιστεύετέ μοι;
Ποῖος ἀπὸ σᾶς μὲ ἐλέγχει διὰ ἁμαρτίαν; Ἐὰν λέγω ἀλήθειαν, διατὶ σεῖς δὲν μὲ πιστεύετε;
- 47
ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.
Ἐκεῖνος ποὺ προέρχεται ἀπὸ τὸν Θεόν, ἀκούει τὰ λόγια τοῦ Θεοῦ. Δι’ αὐτὸ σεῖς δὲν ἀκούετε, διότι δὲν εἶσθε ἀπὸ τὸν Θεόν.
- 48
ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
Ἀπεκρίθησαν λοιπὸν οἱ Ἰουδαῖοι καὶ τοῦ εἶπαν· Δὲν λέμε καλὰ ἐμεῖς, ὅτι σὺ εἶσαι Σαμαρείτης καὶ ἔχεις δαιμόνιον;
- 49
ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
Ἀπεκρίθη ὁ Ἰησοῦς· Ἐγὼ δὲν ἔχω δαιμόνιον, ἀλλὰ τιμῶ τὸν Πατέρα μου καὶ σεῖς μὲ ἀτιμάζετε.
- 50
ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
Ἐγὼ δὲν ζητῶ τὴν δόξαν μου. Ὑπάρχει ἐκεῖνος, ποὺ ζητεῖ καὶ κρίνει.
- 51
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
Ἀληθῶς, ἀληθῶς σᾶς λέγω, ἐὰν κανεὶς τηρήσῃ τὸν λόγον μου, δὲν θὰ δῇ θάνατον εἰς τὸν αἰῶνα.
- 52
εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα;
Τοῦ εἶπαν τότε οἱ Ἰουδαῖοι· Τώρα ἐκαταλάβαμεν, ὅτι ἔχεις δαιμόνιον. Ὁ Ἀβραὰμ πέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐὰν κανεὶς τηρήσῃ τὸν λόγον μου, δὲν θὰ γευθῇ θάνατον εἰς τὸν αἰῶνα.
- 53
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς;
Μήπως σὺ εἶσαι ἀνώτερος ἀπὸ τὸν πατέρα μας Ἀβραάμ, ὁ ὁποῖος πέθανε; Καὶ οἱ προφῆται πέθαναν. Τί κάνεις ἐσὺ τὸν ἑαυτόν σου;
- 54
ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι,
Ἀπεκρίθη ὁ Ἰησοῦς· Ἐὰν ἐγὼ δοξάζω τὸν ἑαυτόν μου, ἡ δόξα μου δὲν εἶναι τίποτε. Εἶναι ὁ Πατήρ μου, ποὺ μὲ δοξάζει, διὰ τὸν ὁποῖον σεῖς λέγετε, ὅτι εἶναι Θεός σας.
- 55
καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν. καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν ψεύστης· ἀλλ’ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
Καὶ δὲν τὸν ἔχετε γνωρίσει. Ἐγὼ ὅμως τὸν ξέρω. Καὶ ἐὰν πῶ, ὅτι δὲν τὸν ξέρω, θὰ εἶμαι ὅμοιος μὲ σᾶς ψεύτης. Ἀλλὰ τὸν ξέρω καὶ τηρῶ τὸν λόγον του.
- 56
Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη.
Ὁ Ἀβραὰμ ὁ πατέρας σας ἐδοκίμασε μεγάλην χαρὰν μὲ τὴν ἐλπίδα, ὅτι θὰ ἔβλεπε τὴν ἡμέραν τὴν ἰδικήν μου, καὶ τὴν εἶδε καὶ ἐχάρη.
- 57
εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;
Εἶπαν τότε οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Δὲν εἶσαι ἀκόμη πενῆντα χρονῶν καὶ ἔχεις δεῖ τὸν Ἀβραάμ;
- 58
εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι.
Τοὺς εἶπεν ὁ Ἰησοῦς· Ἀληθῶς, ἀληθῶς σᾶς λέγω, πρὶν νὰ γεννηθῇ ὁ Ἀβραάμ, ἐγὼ ὑπάρχω.
- 59
ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν. Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, διελθὼν διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως.
Πῆραν τότε πέτρες διὰ νὰ τὶς ρίξουν ἐναντίον του. Ὁ Ἰησοῦς ὅμως ἐκρύφτηκε καὶ βγῆκε ἀπὸ τὸ ἱερόν, περνώντας ἀνάμεσά τους, καὶ ἔτσι ἔφυγε.
