Ησαΐας, κεφάλαιο 49
- 1
ΑΚΟΥΣΑΤΕ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου
Ακούσατέ με, ὦ νῆσοι, καὶ προσέχετε, ὦ ἔθνη· μετὰ πολὺν χρόνον θὰ πραγματοποιηθοῦν ταῦτα, λέγει ὁ Κύριος.Ἀπὸ τὴν κοιλίαν τῆς μητρός μου, πρὶν ἢ ἀκόμη γεννηθῶ, μὲ ἐκάλεσε μὲ τὸ ὄνομά μου.
- 2
καὶ ἔθηκε τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με.
Καὶ ἔκαμε τὸ στόμα μου ὡσὰν μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρός Του μὲ ἔκρυψε· μὲ κατέστησεν ὡσὰν βέλος ἐκλεκτὸν καὶ μὲ ἔκρυψεν ἐν τῇ βελοθήκῃ.
- 3
καὶ εἶπέ μοι· δοῦλός μου εἶ σύ, ᾿Ισραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι.
Καὶ μοῦ εἶπεν ὁ Θεός: Δοῦλος μου εἶσαι σύ, ὦ γενάρχα τοῦ νέου Ἰσραὴλ τῆς χάριτος, καὶ διὰ σοῦ θὰ δοξασθῶ.
- 4
καὶ ἐγὼ εἶπα· κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου.
Καὶ ἐγὼ εἶπα: Πῶς θὰ δοξασθῇς ἐν ἐμοί; Ἐγὼ ἐκοπίασα στὰ κούφια, ματαίως καὶ δι’ οὐδὲν ἀποτέλεσμα ἔδωκα τὴν δύναμίν μου.Διὰ τοῦτο τὸ δίκαιόν μου ἀναθέτω εἰς τὸν Κύριον, καὶ ὁ κόπος μου καὶ ἡ δι’ αὐτὸν ἀνταμοιβή μου ὑπάρχει ἐνώπιον τοῦ Θεοῦ μου.
- 5
καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν ᾿Ιακὼβ πρὸς αὐτὸν καὶ ᾿Ισραὴλ - συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχὺς -
Καὶ τώρα οὕτω λέγει ὁ Κύριος, ὅστις μὲ ἔπλασεν ἐκ τῆς κοιλίας τῆς μητρός μου δοῦλον αὐτοῦ, διὰ νὰ συναγάγω καὶ συναθροίσω τὸν Ἰακὼβ πρὸς Αὐτὸν καὶ τὸν Ἰσραήλ: Θὰ συναχθῶ - λέγει ὁ νέος Ἰσραὴλ τῆς χάριτος - καὶ θὰ δοξασθῶ ἐνώπιον τοῦ Κυρίου, καὶ ὁ Θεός μου θὰ εἶναι δύναμίς μου.
- 6
καὶ εἶπέ μοι· μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς ᾿Ιακὼβ καὶ τὴν διασπορὰν τοῦ ᾿Ισραὴλ ἐπιστρέψαι· ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. -
Καὶ εἶπε πρὸς ἐμὲ ὁ Κύριος, συνεχίζων τὸν λόγον αὐτοῦ: Εἶναι μέγα διὰ σὲ νὰ ὀνομασθῇς δοῦλος μου πρὸς τὸν σκοπὸν νὰ ἀνορθώσῃς τὰς φυλάς, τοῦ Ἰακὼβ καὶ τοὺς διεσπαρμένους ἀνὰ τὰ ἔθνη Ἰσραηλίτας νὰ τοὺς ἐπαναφέρῃς πλησίον τοῦ Θεοῦ.Ἰδοὺ σὲ ἔδωκα εἰς ἐκπλήρωσιν τῆς Διαθήκης μου πρὸς τὸ γένος τοῦ Ἰσραήλ, εἰς τὸ νὰ φωτίσῃς τὰ ἔθνη, διὰ νὰ εἶσαι εἰς σωτηρίαν πάντων τῶν ἀνθρώπων μέχρι τῶν ἐσχατιῶν τῆς γῆς.
- 7
Οὕτως λέγει Κύριος ὁ ρυσάμενός σε, ὁ Θεὸς ᾿Ισραήλ· ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος ᾿Ισραήλ, καὶ ἐξελεξάμην σε.
Οὕτω λέγει ὁ Κύριος, ὁ ὁποῖος σὲ ἐλύτρωσεν ἐπανειλημμένως, ὁ Θεὸς τοῦ Ἰσραήλ: Ὡς ἅγιον τιμήσατε Αὐτόν, ὁ Ὁποῖος περιφρονεῖ καὶ παραδίδει εἰς θάνατον τὴν ζωήν Του, τὸν Ὁποῖον βδελύσσονται τὰ ἔθνη, οἱ δοῦλοι τῶν ἀρχόντων· βασιλεῖς θὰ ἴδουν Αὐτὸν καὶ θὰ ἐγερθοῦν μετὰ σεβασμοῦ, ἄρχοντες καὶ θὰ Τὸν προσκυνήσουν, ἕνεκεν τοῦ ὅτι ὁ Κύριος εἶναι μετ’ Αὐτοῦ.Διότι εἶναι ἀξιόπιστος καὶ τηρεῖ τὰς ὑποσχέσεις Του ὁ ἅγιος τοῦ Ἰσραήλ, καὶ ἐγὼ ὁ Κύριος σὲ ἐξέλεξα.
- 8
οὕτως λέγει Κύριος· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους,
Οὕτω λέγει ὁ Κύριος: Εἰς τὸν κατάλληλον καὶ εὐνοϊκὸν καιρὸν σὲ ἐπήκουσα καὶ ἐν ἡμέρᾳ σωτηρίας σὲ ἐβοήθησα καὶ σὲ ἔπλασα καὶ σὲ ἔδωκα διὰ νὰ συναφθῇ Διαθήκη μὲ τὰ ἔθνη, διὰ να ἀποκατασταθῇ ἡ γῆ μὲ τοὺς κατοίκους της καὶ νὰ κληρονομήσῃς ἐρημωμένας ἐκτάσεις καὶ λαοὺς ὡς μόνιμον κτῆμα κληρονομίας ἠθικῆς.
- 9
λέγοντα τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· ἀνακαλυφθῆναι. ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν·
Σὲ ἔδωκα λέγοντα εἰς τοὺς δεσμίους: Ἐξέλθετε ἐλεύθεροι ἀπὸ τὰ δεσμά σας.Καὶ εἰς τοὺς ἐν τῷ σκότει τῆς πλάνης νὰ φανερωθοῦν εἰς τὸ φῶς.Ὅλοι αὐτοί, ὅσοι θὰ σὲ ὑπακούσουν καὶ θὰ γίνουν ποίμνιόν σου, εἰς ὅλας τὰς ὁδούς, ὅπου καὶ ἂν ὑπάγουν, θὰ βοσκήσουν, καὶ εἰς ὅλας τὰς τρίβους τῶν θὰ εὐρίσκουν νομήν.
- 10
οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλ᾿ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς·
Δὲν θὰ πεινάσουν οὔτε θὰ διψάσουν, οὔτε ἡ ζέστη θὰ κτυπήσῃ αὐτοὺς οὔτε ὁ ἥλιος· ἀλλ’ ὁ Θεός, ὁ ὁποῖος εὐσπλαγχνίζεται αὐτούς, θὰ τοὺς ἀνακουφίσῃ καὶ θὰ τοὺς ὁδηγῇ διὰ μέσου πηγῶν ὑδάτων.
- 11
καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.
Καὶ θὰ μεταβάλω κάθε βουνὸν εἰς δρόμον εὔκολον διὰ πορείαν καὶ κάθε δρόμον εἰς βόσκημα δι’ αὐτούς.
- 12
ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.
Ἰδοὺ αὐτοὶ ἔρχονται ἀπὸ μακρὰν ἄλλοι ἀπὸ τὰ βόρεια μέρη καὶ ἄλλοι ἐκ δυσμῶν, ἄλλοι δὲ ἐκ τῆς Περσίας.
- 13
εὐφραίνεσθαι, οὐρανοί, καὶ ἀγαλλιάσθω, ἡ γῆ, ρηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. -
Εὐφραίνεσθε, ὦ οὐρανοί, καὶ ἂς γεμίσῃ ἀγαλλίασιν ἡ γῆ· τὰ ὅρη ἂς ἐκβάλουν κραυγὰς εὐφροσύνης, διότι ἠλέησεν ὁ Θεὸς τὸν λαόν Του καὶ τοὺς ταπεινωμένους τοῦ λαοῦ Του παρηγόρησεν.
- 14
Εἶπε δὲ Σιών· ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου.
Εἶπε παρὰ ταῦτα ἡ Σιών: Ὁ Κύριος μὲ ἐγκατέλιπε καὶ ὁ Κύριος μὲ ἐλησμόνησε.
- 15
μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνή, ἀλλ᾿ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος.
Μήπως εἶναι δυνατὸν μία γυναῖκα νὰ λησμονήσῃ τὸ παιδί της, ὥστε νὰ μὴ λυπηθῇ καὶ εὐσπλαγχνισθῇ τὰ γεννήματα τῆς κοιλίας της; Ἐπὶ τέλους ὅμως, ἐὰν καὶ τὰ τέκνα ταῦτα ἤθελε λησμονήσει ποτὲ μία γυναῖκα, ἀλλ’ Ἐγὼ δὲν θὰ σὲ ξεχάσω, εἶπεν ὁ Κύριος.
- 16
ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διαπαντός·
Ἰδοὺ ἔχω ζωγραφίσει ἐπὶ τῶν χειρῶν μου τὰ τείχη σου, ὦ Ἱερουσαλήμ, καὶ εἶσαι διὰ παντὸς ἐμπρὸς εἰς τὰ μάτια μου.
- 17
καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ᾿ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ.
Καὶ γρήγορα θὰ οἰκοδομηθῇς ἀπὸ αὐτούς, ἀπὸ τοὺς ὁποίους κατεστράφης, καὶ αὐτοὶ ποὺ σὲ ἐρήμωσαν, θὰ ἐξέλθουν καὶ θὰ φύγουν ἀπὸ σέ.
- 18
ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρός σε· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.
Σήκωσε τριγύρω τὰ μάτια σου καὶ ἰδὲ ὅλους.Ἰδού, ἐμαζεύθησαν καὶ ἦλθαν πρὸς σέ.Ὁρκίζομαι, λέγει ὁ Κύριος, ὅτι ὅλους αὐτοὺς θὰ ἐνδυθῇς ὡς στολισμὸν καὶ θὰ περιβληθῇς αὐτοὺς ὡσὰν στολισμὸν νύμφης.
- 19
ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.
Θὰ στολισθῇς πράγματι, διότι τὰ ἐρημωθέντα καὶ καταστραφέντα καὶ καταπεσόντα εἰς ἐρείπια μέρη σου θὰ στενοχωρηθοῦν τώρα καὶ θὰ παρουσιασθοῦν στενὰ λόγῳ τοῦ πλήθους αὐτῶν, ποὺ κατοικοῦν πλέον εἰς σέ.Καὶ θὰ ἀπομακρυνθοῦν ἀπὸ σὲ αὐτοί, οἱ ὁποῖοι σὲ καταστρέφουν ἑκάστοτε.
- 20
ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας· στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοικήσω.
Θὰ εἶναι στενὸς ὁ χῶρος, διότι οἱ υἱοί σου, τοὺς ὁποίους ἐνόμιζες χαμένους, θὰ λέγουν - καὶ ἡ φωνή των θὰ φθάνῃ δυνατὴ εἰς τὰ αὐτιά σου: Εἶναι στενὸς ὁ τόπος αὐτὸς δι’ ἐμέ· κάμε μου τόπον, διὰ νὰ κατοικήσω.
- 21
καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· τίς ἐγέννησέ μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;
Καὶ θὰ εἴπῃς καθ’ ἑαυτὴν ἐκπληττομένη: Ποῖος μοῦ ἐγέννησεν αὐτούς; Ἐγὼ ἤμουν ἄτεκνος καὶ χήρα· αὐτοὺς δὲ ποῖος μοῦ τοὺς ἐξέθρεψεν; Ἐγὼ ἐγκατελείφθην μόνη· αὐτοὶ δὲ ποὺ ἦσαν τότε δι’ ἐμέ, διὰ νὰ μὲ παρηγορήσουν καὶ ἐνισχύσουν;
- 22
Οὕτως λέγει Κύριος Κύριος· ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ᾿ ὤμων ἀροῦσι,
Οὕτω λέγει ὁ Κύριος· ναὶ ὁ Κύριος· Ἰδοὺ ὑψώνω εἰς τὰ ἔθνη τὴν χεῖρα μου καὶ εἰς τὰς λατρευούσας τὰ εἴδωλα νήσους θὰ ὑψώσω τὴν σημαίαν μου· καὶ θὰ φέρουν αὐτοὶ τοὺς υἱούς σου, ὦ Ἱερουσαλήμ, εἰς τὴν ἀγκάλην των, τὰς δὲ θυγατέρας σου θὰ σηκώσουν ἐπὶ τῶν ὤμων των.
- 23
καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σε καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι· καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με.
Καὶ θὰ εἶναι βασιλεῖς τροφοί σου, καὶ αἱ ἀρχόντισσαι παραμάναι σου.Θὰ πέσουν κατὰ πρόσωπον τῆς γῆς καὶ θὰ σὲ προσκυνήσουν καὶ θὰ γλείψουν τὸ χῶμα τῶν ποδῶν σου.Καὶ θὰ πληροφορηθῇς ὅτι Ἐγὼ εἶμαι ὁ Κύριος· καὶ δὲν θὰ καταισχυνθοῦν οἱ μεθ' ὑπομονῆς ἐλπίζοντες εἰς Ἐμέ.
- 24
μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;
Μήπως ἠμπορεῖ νὰ λάβῃ κανεὶς λάφυρα ἀπὸ γίγαντα καὶ ἰσχυρόν; Καὶ θὰ σωθῇ ἄραγε, ἐὰν αἰχμαλωτίσω ἀδίκως;
- 25
οὕτως λέγει Κύριος· ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκύλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ρύσομαι·
Ναί· οὕτω λέγει ὁ Κύριος: Ἐὰν κανεὶς αἰχμαλωτίσει γίγαντα, θὰ λάβῃ ἀκινδύνως λάφυρα ἀπὸ αὐτὸν λαμβάνων δὲ λάφυρα ἀπὸ ἰσχυρὸν θὰ σωθῇ καὶ δὲν θὰ πάθη τίποτε.Ἐγὼ δὲ θὰ κρίνω τὴν δικαίαν ὑπόθεσίν σου καὶ θὰ σοῦ ἀποδώσω τὸ δίκαιον καὶ Ἐγὼ θὰ ἐλευθερώσω ἀπὸ πᾶσαν αἰχμαλωσίαν τοὺς υἱούς σου.
- 26
καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σάρξ ὅτι ἐγὼ Κύριος ὁ ρυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος ᾿Ιακώβ.
Καὶ θὰ φάγουν αὐτοί, οἱ ὁποῖοι σὲ ἔθλιψαν, τὰς σάρκας τῶν ἀλληλοεξοντούμενοι καὶ θὰ πιοῦν τὸ αἷμα των ὡς νέον οἶνον· καὶ θὰ μεθυσθοῦν, καταλαμβανόμενοι ὑπὸ λυσσώδους μίσους κατ’ ἀλλήλων· καὶ θὰ αἰσθανθῇ πᾶς ἄνθρωπος ὅτι Ἐγὼ ὁ Κύριος εἶμαι ὁ λυτρωτής σου καὶ ὁ παρέχων βοήθειαν εἰς τὴν ἰσχὺν τοῦ Ἰακώβ.
