Ησαΐας, κεφάλαιο 48
- 1
ΑΚΟΥΣΑΤΕ ταῦτα, οἶκος ᾿Ιακὼβ οἱ κεκλημένοι τῷ ὀνόματι ᾿Ισραὴλ καὶ ἐξ ᾿Ιούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου Θεοῦ ᾿Ισραήλ, μιμνησκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης
Ακούσατε ὅλα αὐτὰ σεῖς, οἱ ἀποτελοῦντες τὴν οἰκογένειαν τοῦ Ἰακώβ, οἱ ὁποῖοι ἔχετε ὀνομασθῇ μὲ τὸ ὄνομα τοῦ εὐλογημένου Ἰσραὴλ καὶ οἱ καταγόμενοι ἀπὸ τὸν Ἰούδαν, οἱ ὁποῖοι ὁρκίζεσθε εἰς τὸ ὄνομα τοῦ Κυρίου, οἱ ἐνθυμούμενοι καὶ ἐπικαλούμενοι τὸν Θεὸν τοῦ Ἰσραήλ, ὄχι ὅμως μὲ εἰλικρίνειαν καὶ εὐθύτητα καρδίας, οὔτε μὲ βίον ἐνάρετον δικαιοσύνης,
- 2
καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ Θεῷ ᾿Ισραὴλ ἀντιστηριζόμενοι, Κύριος σαβαὼθ ὄνομα αὐτῷ.
καὶ οἱ ὁποῖοι κρατεῖτε καλὰ ὡς ἰδικόν σας τὸ ὄνομα τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ στηρίζεσθε ἐπὶ τοῦ Θεοῦ τοῦ Ἰσραήλ, τοῦ Ὁποίου τὸ ὄνομα εἶναι ὁ Κύριος τῶν Δυνάμεων.
- 3
τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθε καὶ ἀκουστὸν ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθε.
Γεγονότα ἐκ προτέρου καὶ ἐκ χρόνων παλαιῶν ἀκόμη ἀνήγγειλα, καὶ ἀπὸ τὸ στόμα μου ἐξῆλθον αἱ προφητεῖαι των καὶ ἔγιναν ἀκουσταὶ διακηρυχθεῖσαν ἐξαίφνης δὲ καὶ χωρὶς νὰ τὸ περιμένῃς τὰ ἐπραγματοποίησα καὶ ἐπῆλθον.
- 4
γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.
Ἠξεύρω ὅτι εἶσαι σκληρὸς καὶ πείσμων καὶ ὅτι ὁ τράχηλός σου εἶναι νεῦρον σιδηροῦν καὶ δύσκαμπτον καὶ τὸ μέτωπόν σου χάλκινον, ὥστε δὲν τὸ θίγει ἐντροπὴ καὶ αἰσχύνη.
- 5
καὶ ἀνήγγειλά σοι πάλαι, πρὶν ἐλθεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα· μήποτε εἴπῃς ὅτι τὰ εἴδωλά μου ἐποίησε, καὶ εἴπῃς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι.
Καὶ σοῦ τὰ προανήγγειλα πρὸ πολλοῦ· προτοῦ νὰ ἔλθῃ κάτι σχετικὸν εἰς σὲ καὶ προτοῦ νὰ σοῦ συμβῇ, σοῦ κατέστησα ἀκουστὸν τοῦτο, διὰ νὰ μὴ εἴπῃς ὅτι τὰ εἴδωλα μοῦ τὸ ἔκαμαν, καὶ νὰ μὴ εἴπῃς ὅτι τὰ γλυπτὰ καὶ χωνευτὰ εἴδωλα τὸ διέταξαν καὶ ἔγινεν εἰς ἐμέ.
- 6
ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, ἃ μέλλει γίνεσθαι, καὶ οὐκ εἶπας.
Ἠκούσατε ὅλα, καὶ ὅμως σεῖς δὲν ἐγνωρίσατε ὅτι Ἐγὼ εἶμαι ὁ παγγνώστης Θεός, ὁ προγνωρίζων τὰ μέλλοντα.Ἀλλὰ καὶ νέα, σύγχρονα, ποὺ μέλλουν νὰ γίνουν ἐπὶ τῶν ἡμερῶν σου, σοῦ κατέστησα γνωστά, καὶ δὲν εἶπες: Ὁ Θεὸς μοῦ προανήγγειλε ταῦτα.
- 7
νῦν γίνεται καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά· μὴ εἴπῃς· ναὶ γινώσκω αὐτά.
Τώρα γίνονται αἱ προφητεῖαι καὶ τὰ νέα αὐτὰ γεγονότα καὶ οὐχὶ εἰς παλαιοτέρους χρόνους.Δὲν ἤκουσες νὰ γίνεται λόγος εἰς σὲ περὶ τούτων εἰς προτέρας ἡμέρας· ἵνα μὴ εἴπῃς: Ναί, γνωρίζω τὰ γεγονότα αὐτά.
- 8
οὔτε ἔγνως οὔτε ἠπίστω, οὔτε ἀπ᾿ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ.
Οὔτε ἐγνώρισες αὐτά, οὔτε ἤξευρες περισσότερα, οὔτε ἔκτοτέ σου ἤνοιξα τῆς ψυχῆς τὰ ὦτα, ὥστε νὰ γίνουν ἐπιδεκτικὰ πλουσιωτέρων προφητειῶν καὶ ἀποκαλύψεων.Δὲν σοῦ ἀπεκάλυψα δὲ περισσότερα, οὔτε σου ἤνοιξα τὰ ὦτα, διότι ἐγνώριζον ὅτι θὰ ἀθετοῦσες ὅσα θὰ σοῦ ἀνεκοίνωνα καὶ ὅτι θὰ ὀνομασθῇς παράνομος, ἀφ’ ὅτου ἦσο ἀκόμη εἰς τὴν Αἴγυπτον καὶ πρὶν ἢ λάβῃς ἰδίαν ἐθνικὴν ὑπόστασιν.
- 9
ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σέ, ἵνα μὴ ἐξολοθρεύσω σε.
Πρὸς δόξαν τοῦ Ὀνόματός μου θὰ δείξω εἰς σὲ τὸν θυμόν μου, τιμωρῶν τὴν σκληρότητά σου, καὶ ἔπειτα θὰ φέρω ἐπὶ σοῦ τὰ ἔνδοξα καὶ θαυμαστά μου γεγονότα, διὰ νὰ μὴ σὲ ἐξολοθρεύσω.
- 10
ἰδοὺ πέπρακά σε οὐκ ἕνεκεν ἀργυρίου, ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας·
Ἰδοὺ σὲ ἐπώλησα ὡς αἰχμάλωτον οὐχὶ ἕνεκεν χρημάτων, ἀλλὰ δωρεάν.Σὲ ἠλευθέρωσα δὲ ἀπὸ κάμινον πτωχείας, ὅταν δηλαδὴ ἐστερεῖσο τῶν πάντων καὶ δὲν εἶχες χρήματα.
- 11
ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.
Διὰ τὸν ἑαυτόν μου καὶ διὰ τὴν δόξαν μου Ἐγὼ θὰ σοῦ κάμω τὴν ἀπελευθέρωσιν αὐτήν, διότι βλασφημεῖται τὸ ὄνομά μου, ὅταν ὁ λαός μου εἶναι δοῦλος καὶ ἐξευτελίζεται, ὡσὰν να μὴ εἶχα Ἐγὼ τὴν δύναμιν νὰ τὸν προστατεύσω· καὶ τὴν δόξαν μου Ἐγὼ δὲν θὰ δώσω εἰς ἄλλον.
- 12
῎Ακουέ μου, ᾿Ιακὼβ καὶ ᾿Ισραήλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα,
Ἀκουέ μου, ὦ Ἰακὼβ καὶ Ἰσραήλ, λαέ, τὸν ὁποῖον Ἐγὼ ἐκάλεσα νὰ εἶναι ἰδιαιτέρως ἰδικός μου· Ἐγὼ εἶμαι πρῶτος καὶ πρὸ ἐμοῦ οὐδεὶς ἄλλος ὑπῆρξε, καὶ Ἐγὼ εἶμαι εἰς τὸν αἰῶνα, μὴ παύων ποτὲ νὰ ὑπάρχω.
- 13
καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. καλέσω αὐτούς, καὶ στήσονται ἅμα
Καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν ἔναστρον οὐρανόν.Θὰ τοὺς προσκαλέσω, καὶ ἀμέσως θὰ σταθοῦν ὅλοι συγχρόνως ὡσὰν δοῦλοι πρόθυμοι εἰς τὰς διαταγάς μου.
- 14
καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλε ταῦτα; ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων.
Καὶ θὰ συναχθοῦν ὅλοι καὶ θὰ ἀκούσουν.Ποῖος ἀνήγγειλεν ἐκ προτέρου εἰς αὐτοὺς ταῦτα; Ἐπειδὴ σὲ ἀγαπῶ, ὦ Ἰσραήλ, ἐποίησα εἰς τὴν Βαβυλῶνα αὐτὸ ποὺ ἤθελες, νὰ καταστρέψω δηλαδὴ τὸ γένος τῶν Χαλδαίων.
- 15
ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ.
Ἐγὼ ὡμίλησα ἐκ προτέρου διὰ τὸν Κῦρον, Ἐγὼ ἐκάλεσα καὶ ἔφερα αὐτὸν εἰς τὴν ὕπαρξιν καὶ Ἐγὼ ἔδωκα ἐπιτυχίαν εἰς τὰς ἐπιχειρήσεις του καὶ τὰ σχέδιά του.
- 16
προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ᾿ ἀρχῆς ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν Κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ.
Πλησιάσατε πρός με καὶ ἀκούσατε ταῦτα, ὦ Ἰουδαῖοι.Δὲν εἶπον ταῦτα εἰς παλαιοτέραν ἐποχὴν κρυφίως, οὔτε εἰς τόπον σκοτεινὸν καὶ ἀθέατον.Ὅταν ἐγένοντο αἱ ἐπαληθεύσεις τῶν προρρήσεών μου, ἤμην ἐκεῖ βοηθῶν τὸν Κῦρον.Καὶ τώρα, λέγει ὁ Κῦρος, μὲ ἀπέστειλεν ὁ Κύριος καὶ τὸ Πνεῦμα του.
- 17
οὕτως λέγει Κύριος ὁ ρυσάμενός σε, ὁ ἅγιος ᾿Ισραήλ· ἐγώ εἰμι ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῆ.
Οὕτω λέγει ὁ Κύριος, ὁ ὁποῖος σὲ ἠλευθέρωσεν ἐκ τῆς δουλείας τῆς Αἰγύπτου καὶ εἶναι λυτρωτής σου, ὁ ἅγιος τοῦ Ἰσραήλ: Ἐγὼ ὑπάρχω, ὁ Θεός σου.Ἔχω δείξει εἰς σὲ τὸν τρόπον, διὰ νὰ εὕρῃς τὸν δρόμον, εἰς τὸν ὁποῖον θὰ πορευθῇς, ἐὰν θέλῃς νὰ σωθῇς.
- 18
καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης·
Καὶ ἐὰν ἤκουες τὰς ἐντολάς μου, ἡ εἰρήνη σου καὶ ἡ εὐτυχία σου θὰ ἐγίνετο ἄφθονος, συνεχὴς καὶ δροσιστικὴ ὡσὰν ποταμός, ἡ δὲ δικαιοσύνη σου καὶ ἡ ἀρετὴ τῶν πολιτῶν σου ὡσὰν κῦμα θαλάσσης διαρκῶς ἀνανεούμενον.
- 19
καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ. -
Καὶ θὰ ἐγίνοντο ὡσὰν τὴν ἄμμον τῆς θαλάσσης ἀναρίθμητοι οἱ ἀπόγονοί σου, καὶ τὰ ἀπὸ τῆς κοιλίας σου γεννώμενα τέκνα ὡσὰν τὸ χῶμα τῆς γῆς.Οὔτε τώρα ὅμως θὰ καταστραφῇς, οὔτε θὰ ἐξαφανισθῇ ἀπὸ ἐμπρός μου τὸ ὄνομά σου.
- 20
῎Εξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων· φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγεται· ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ ᾿Ιακώβ·
Ἔξελθε, λαέ μου, ἀπὸ τὴν Βαβυλῶνα φεύγων ἀπὸ τοὺς Χαλδαίους.Μὲ φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἂς γίνῃ γνωστὸν τοῦτο.Διαδώσατέ το μέχρι τῶν περάτων τῆς γῆς.Λέγετε: Ὁ Κύριος ἠλευθέρωσε τὸν δοῦλον του Ἰακώβ.
- 21
καὶ ἐὰν διψήσωσι, δι᾿ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ρυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου.
Καὶ ἐὰν διψήσουν, διὰ μέσου ἀνύδρου ἐρήμου θὰ τοὺς ὁδηγήσῃ χωρὶς νὰ πάθουν τίποτε, διότι θὰ ἐξαγάγῃ δι’ αὐτοὺς ὕδωρ ἀπὸ ξηρὰν καὶ ἄγονον πέτραν θὰ σχισθῇ ἡ πέτρα καὶ θὰ τρέξῃ ὕδωρ καὶ θὰ πίῃ ὁ λαός μου.
- 22
οὐκ ἐστι χαίρειν, λέγει Κύριος, τοῖς ἀσεβέσιν.
Δὲν ὑπάρχει ὅμως χαρὰ καὶ εὐτυχία εἰς τοὺς ἀσεβεῖς, λέγει ὁ Κύριος.
