Ησαΐας, κεφάλαιο 43
- 1
ΚΑΙ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, ᾿Ιακώβ, ὁ πλάσας σε, ᾿Ισραήλ· μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ.
Καὶ τώρα οὕτω λέγει Κύριος ὁ Θεός, ὁ Ὁποῖος σὲ ἐποίησεν ἔθνος ἐκλεκτόν, ὦ Ἰακώβ, ὁ Ὁποῖος σὲ ἔπλασε καὶ σοῦ ἔδωκεν ὕπαρξιν, ὦ Ἰσραήλ: Μὴ φοβῆσαι, διότι σὲ ἠλευθέρωσα· σὲ ἐκάλεσα μὲ τὸ ὄνομά σου· εἶσαι ἰδικός μου σύ.
- 2
καὶ ἐὰν διαβαίνῃς δι᾿ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε.
Καὶ ἐὰν συμβῇ νὰ διαβαίνῃς διὰ μέσου ὕδατος, εἶμαι μαζί σου, καὶ χάρις εἰς τὴν προστασίαν μου οἱ ποταμοὶ δὲν θὰ σὲ καταποντίσουν.Καὶ ἐὰν περᾴσῃς μέσα ἀπὸ φωτιάν, δὲν θὰ κατακαῇς, ἡ φλόγα δὲν θὰ σὲ κατακαύσῃ.
- 3
ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἅγιος ᾿Ισραὴλ ὁ σῴζων σε· ἐποίησα ἄλλαγμά σου Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ.
Καὶ δὲν διατρέχεις κάποιον κίνδυνον ἀπὸ ὅλα αὐτά, διότι ἐγώ, ὁ Κύριος καὶ Θεός σου, ὁ ἅγιος τοῦ Ἰσραήλ, εἶμαι αὐτὸς ποὺ σὲ σώζει.Ἔκαμα ἀντάλλαγμα ἀντὶ σοῦ τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν καὶ τὴν Σοήνην ἢ Σαβά, τὰς ὁποίας ἀπεδοκίμασα, διὰ νὰ σὲ κάμω λαὸν ἰδικόν μου.
- 4
ἀφ᾿ οὗ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης, καὶ ἐγὼ σὲ ἠγάπησα· καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου.
Ἀφ’ ὅτου ἔγινες ἐνώπιόν μου ἀκριβὸς καὶ πολύτιμος λόγῳ τῆς ἐκλογῆς μου ταύτης, ἀπὸ τότε καὶ ἐδοξάσθης, καὶ ἐγὼ σοῦ ἔδειξα ἰδιαιτέρως τὴν ἀγάπην μου.Καὶ εἰς τὸ μέλλον προστατεύων σὲ θὰ δώσω ἀνθρώπους πολλοὺς χάριν σου καὶ ἄρχοντας, διὰ νὰ ζήσῃς σὺ καὶ νὰ μὴ χαθῇς ὡς ἔθνος.
- 5
μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε.
Μὴ φοβῆσαι, διότι εἶμαι μαζί σου φύλαξ καὶ προστάτης σου· ἀπὸ τὰς χώρας τῆς Ἀνατολῆς θὰ φέρω τοὺς ἀπογόνους σου καὶ ἀπὸ τὰ μέρη τῆς Δύσεως θὰ σᾶς συναθροίσω.
- 6
ἐρῶ τῷ Βορρᾷ· ἄγε, καὶ τῷ Λιβί· μὴ κώλυε, ἅγιε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ᾿ ἄκρων τῆς γῆς,
Θὰ εἴπω εἰς τὸν Βορρᾶν: Φέρε τοὺς υἱούς μου, ὅσους εἶναι εἰς τὰς βορείους χώρας.Καὶ εἰς τὸν Νότον θὰ εἴπω: Μὴ ἐμποδίζῃς· φέρε τοὺς υἱούς μου ἀπὸ τὴν χώραν, ὅσους εὑρίσκονται μακρὰν εἰς τὰς νοτίους περιοχάς, καὶ τὰς θυγατέρας μου ἀπὸ τὰ ἄκρα τῆς γῆς.
- 7
πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν·
Φέρετε ὅλους ἐν γένει, ὅσοι ἔχουν ἐπονομασθῇ μὲ τὸ ὄνομά μου· διότι πρὸς δόξαν μου κατεσκεύασα τὸν λαὸν τοῦτον καὶ ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν.
- 8
καὶ ἐξήγαγον λαὸν τυφλόν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί, καὶ κωφοὶ τὰ ὦτα ἔχοντες.
Καὶ ἐξήγαγον ὡς μάρτυρα τῆς ἀξιοπιστίας μου καὶ τῆς μακροθυμίας μου λαὸν τυφλόν, ἔχοντα ὀφθαλμούς, καὶ οἱ ὀφθαλμοὶ αὐτοὶ εἶναι ὡσαύτως τυφλοί· λαὸν κωφόν, καίτοι ἔχουν αὐτιά.
- 9
πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ.
Ὅλα τὰ ἔθνη συνήχθησαν συγχρόνως μὲ τὸν μάρτυρά μου τοῦτον, καὶ μετ’ ὀλίγον θὰ συναχθοῦν καὶ ἄρχοντες ἀπὸ αὐτά.Ποῖος ἐκ τῶν ψευδοθεῶν θὰ ἀναγγείλῃ αὐτὰ τὰ θαυμαστὰ ἢ ποῖος θὰ προφητεύσῃ εἰς σᾶς, ὦ εἰδωλολάτραι, τὰ πρὸ τῆς ἐκβάσεως τῶν εἰς χρόνους παρελθόντος προλεχθέντα; Ἂς φέρουν οἱ θεοί σας τοὺς μάρτυράς των καὶ ἂς δικαιωθοῦν διὰ τῆς μαρτυρίας των καὶ ἂς ἀκούσουν ὅλοι τὴν μαρτυρίαν ταύτην καὶ ἂς εἴπουν: Εἶναι ἀληθινὰ τὰ ὅσα λέγουν.
- 10
γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται.
Γίνετε μάρτυρές μου σεῖς, οἱ Προφῆταί μου.Καὶ Ἐγώ, τοῦ ὁποίου τὸ στόμα εἶναι ἀψευδές, εἶμαι μάρτυς, λέγει Κύριος ὁ Θεός.Καὶ ὁ δοῦλός μου, ὁ Ἰσραήλ, τὸν ὁποῖον ἀπὸ ὅλα τὰ ἔθνη ἐξέλεξα, εἶναι μάρτυς, διὰ νὰ μαρτυρῇ περὶ Ἐμοῦ καὶ διὰ νὰ γνωρίσετε καὶ πιστεύσετε καὶ ἐννοήσετε ὅτι Ἐγὼ ἐξ ἑαυτοῦ ὑπάρχω.Πρὸ ἐμοῦ δὲν ἔγινεν ἀπὸ κανένα ἄλλος θεός, διότι δὲν ὑπῆρχε κανεὶς διὰ νὰ τὸν κατασκευάσῃ, καὶ ἔπειτα ἀπὸ Ἐμὲ δὲν πρόκειται νὰ ὑπάρξῃ ἄλλος, διότι θὰ ὑπάρχω Ἐγὼ αἰωνίως καὶ δεν πρόκειται νὰ ἀντικατασταθῶ ποτέ.
- 11
ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων.
Ἐγὼ καὶ μόνος εἶμαι ὁ Θεός, καὶ δὲν ὑπάρχει ἐκτὸς ἐμοῦ ἄλλος, ὁ ὁποῖος νὰ σώζῃ.
- 12
ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός.
Ἐγὼ ἀνήγγειλα καὶ προεφήτευσα τὴν ἀπελευθέρωσίν σας καὶ σᾶς ἔσωσα.Σᾶς ὠνείδισα, διότι μὲ ἐπεκαλεῖσθε μόνον ὅταν ἐκινδυνεύατε· καὶ ἦτο τότε ἐποχή, ὅτε δὲν ὑπῆρχε μεταξύ σας θεὸς ξένος.Σεῖς λοιπὸν εἶσθε μάρτυρές μου καὶ ἐγὼ ὁ Κύριος καὶ Θεός σας.
- 13
ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;
Ἀκόμη ἀπ’ αὐτῆς τῆς ἀρχῆς τοῦ χρόνου καὶ τῆς δημιουργίας, αἰωνίως καὶ ἀϊδιως ὑπάρχω, καὶ δὲν ὑπάρχει κανείς, ὁ ὁποῖος νὰ δύναται νὰ ἐλευθερώσῃ ἀπὸ τὰς χεῖρας μου ἐκεῖνον, ποὺ ἐνέπεσεν εἰς αὐτάς.Θὰ κάμω ὅ,τι ἀπεφάσισα· καὶ ποῖος θὰ ἀνακαλέσῃ καὶ θὰ ματαιώσῃ αὐτό;
- 14
Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ῾υμᾶς, ὁ ἅγιος τοῦ ᾿Ισραήλ· ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται.
Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ Ὁποῖος πάντοτε σᾶς λυτρώνει, ὁ μόνος καὶ ἐξ ὁλοκλήρου ἅγιος τοῦ Ἰσραήλ: Πρὸς ἐκδίκησιν τῆς εἰς βάρος σας ἀδικίας θὰ ἀποστείλω εἰς τὴν Βαβυλῶνα τὸ ὄργανον τῆς τιμωρίας μου καὶ θὰ ξεσηκώσω ὅλους εἰς φυγήν, καὶ οἱ Χαλδαῖοι θὰ δεθοῦν εἰς πλοῖα καὶ θὰ ἐξορισθοῦν.
- 15
ἐγὼ Κύριος ὁ Θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας ᾿Ισραὴλ βασιλέα ὑμῶν.
Ἐγὼ εἶμαι ὁ Κύριος καὶ Θεός, ὁ ἅγιος ὑμῶν, ὁ ἐνεργῶν ταῦτα, ὁ Ὁποῖος κατέδειξα διὰ τῆς προστασίας μου τὸν εὐλογημένον πρόγονόν σας Ἰσραὴλ πατριάρχην ἔνδοξον, ἀπολαύοντα τιμῶν βασιλικῶν.
- 16
οὕτως λέγει Κύριος, ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν ἐν ὕδατι ἰσχυρῷ τρίβον,
Οὕτω λέγει ὁ Κύριος, ὁ Ὁποῖος δίδει δρόμον διὰ νὰ περάσῃ τις ἐντὸς τῆς θαλάσσης, ὅπως ἔσχισε διὰ σᾶς τὴν Ἐρυθρὰν θάλασσαν, καὶ ὁ Ὁποῖος διανοίγει δίοδον εἰς ὕδωρ ὁρμητικὸν καὶ πολύ,
- 17
ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν· ἀλλ᾿ ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον.
ὁ Ὁποῖος ἐξήγαγε πολεμικὰ ἅρματα καὶ ἱππικὸν καὶ πλῆθος στρατοῦ ἰσχυρόν· ἀλλ’ ἀπέθανον πνιγέντες καὶ δὲν θὰ ἀναστηθοῦν διὰ νὰ κάμουν χρῆσιν τῶν ὅπλων των· ἔσβησαν, ὅπως τὸ φυτίλιον τὸ ἐκ λίνου τὸ σβησμένον.
- 18
μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε.
Μὴ ἐνθυμεῖσθε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε.Ὠχριοῦν ταῦτα καὶ ἔρχονται εἰς δευτέραν μοῖραν.
- 19
ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά· καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ τῇ ἀνύδρῳ ποταμούς.
Ἰδοὺ ἐγὼ κάμνω μετ’ ὀλίγον νέα, τὰ ὁποῖα τώρα θὰ ἀναφανοῦν λαμπρῶς καὶ θὰ γνωρίσετε αὐτά· καὶ θὰ κάμω δρόμον βατὸν εἰς τὴν ἔρημον καὶ εἰς τὴν ἄνυδρον χώραν θὰ ἐμφανίσω ποταμούς.
- 20
εὐλογήσουσί με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν,
Θὰ μὲ δοξολογήσουν δὲ τὰ ἄγρια θηρία, ποὺ ζοῦν εἰς τὸν ἀγρὸν μακρὰν τῶν ἀνθρώπων, αἱ γλαῦκες καὶ αἱ στρουθοκάμηλον θὰ ἐξημερωθῇ δηλαδὴ καὶ αὐτὴ ἡ ἄγρια φύσις, διότι ἔδωκα εἰς τὴν ἔρημον ὕδωρ καὶ εἰς τὴν ἄνυδρον καὶ ζηρὰν γῆν ποταμούς, διὰ νὰ ποτίσω τὸ γένος μου τὸ ἐκλεκτόν,
- 21
λαόν μου, ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι.
τὸν λαόν μου, τὸν ὁποῖον ὡς ἰδιαίτερόν μου κτῆμα ἐξεχώρισα καὶ ἀπέκτησα, διὰ νὰ διηγῆται καὶ διακηρύττῃ τὰς ἐξόχους καὶ ἀπείρους ἰδιότητάς μου.
- 22
οὐ νῦν ἐκάλεσά σε, ᾿Ιακώβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, ᾿Ισραήλ.
Δὲν σὲ ἐκάλεσα τώρα, ὦ Ἰακώβ.Οὔτε σὲ ἔκαμα νὰ ὑποβληθῇς εἰς κόπους δι’ ἐμέ, ὦ Ἰσραήλ.
- 23
οὐκ ἐμοὶ ἤνεγκας πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλωσά σε ἐν θυσίαις, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ,
Δὲν ἔφερες εἰς Ἐμὲ πρόβατα ἐξ ὁλοκλήρου κατακαιόμενα ἐπί τοῦ Θυσιαστηρίου ὑπὸ σοῦ, οὔτε μὲ ἐδόξασες μὲ τὰς θυσίας σου, ἀφοῦ συγχρόνως ἡ καρδία σου ἦτο ξένη πρὸς Ἐμέ.Δὲν σὲ κατέστησα δοῦλον εἰς θυσίας, οὔτε σὲ ὑπέβαλα εἰς βαρεῖς κόπους διὰ νὰ μοῦ προσφέρῃς λιβάνι,
- 24
οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου.
οὔτε ἀπέκτησες δι’ Ἐμὲ ἀντὶ ἀργυρίου θυμίαμα, οὔτε ἐπεθύμησα τὸ πάχος τῶν θυσιῶν σου, τὸ ὁποῖον κατακαίεται ὁλόκληρον ἐπί τοῦ Θυσιαστηρίου· ἀλλ’ ὑπῆρξα προστάτης σου, καθ’ ὃν χρόνον σὺ ἐνέμενες εἰς τὰς ἁμαρτίας σου καὶ εἰς τὰς ἀδικίας σου.
- 25
ἐγώ εἰμι, ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ καὶ τὰς ἁμαρτίας σου καὶ οὐ μὴ μνησθήσομαι.
Ἐγὼ εἶμαι, Ἐγὼ καὶ μόνος Ἐγὼ εἶμαι, ὁ Ὁποῖος σβήνω καὶ ἐξαλείφω τελείως τὰς ἀνομίας σου ἕνεκεν τῆς ἀγαθότητός μου καὶ τὰς ἁμαρτίας σου καὶ δὲν θὰ ἐνθυμηθῶ ποτὲ ταύτας.
- 26
σὺ δὲ μνήσθητι καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.
Σὺ ὅμως ἐνθυμήσου τὰς ἀνομίας σου καὶ ἐνθυμούμενος ταύτας ἔλα νὰ δικασθῶμεν μαζί.Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἀναγνωρίζων αὐτάς, διὰ νὰ δικαιωθῇς καὶ συγχωρηθῇς.
- 27
οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ,
Οἱ προπάτοράς σας πρῶτοι καὶ οἱ ἄρχοντές σας ἡμάρτησαν εἰς Ἐμέ·
- 28
καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου, καὶ ἔδωκα ἀπολέσαι ᾿Ιακὼβ καὶ ᾿Ισραὴλ εἰς ὀνειδισμόν.
καὶ ἐβεβήλωσαν οἱ ἄρχοντές σας τὸν ἅγιόν μου Ναόν.Δι’ αὐτὸ καὶ παρεχώρησα νὰ παραδώσουν εἰς ἀπώλειαν τοὺς ἀπογόνους τοῦ Ἰακὼβ καὶ εἰς καταφρόνησιν καὶ ἐξευτελισμὸν τοὺς ἀπογόνους τοῦ Ἰσραήλ.
