Ησαΐας, κεφάλαιο 42
- 1
ΙΑΚΩΒ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· ᾿Ισραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.
Ο δοῦλος μου Μεσσίας, ὁ κατὰ σάρκα ἐκ τοῦ Ἰακὼβ καταγόμενος, εἶναι αὐτός, τὸν ὁποῖον Ἐγὼ θὰ βοηθήσω καὶ θὰ κρατήσω ἰσχυρά· ὁ ἐκ τοῦ Ἰσραὴλ καταγόμενος ἐκλεκτός μου· τὸν ἐδέχθη λίαν εὐχαρίστως ἡ ψυχή μου· ἔδωκα τὸ Πνεῦμά μου ἐπ’ αὐτοῦ, καὶ θὰ φέρῃ οὗτος εἰς τὰ ἔθνη τὴν ἀληθῆ θρησκείαν καὶ γνῶσιν.
- 2
οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ.
Δὲν θὰ κραυγάσῃ, οὔτε θὰ ὑψώσῃ τὴν φωνήν του, οὔτε θὰ ἀκουσθῇ ἡ φωνή του ἔξω εἰς τοὺς δρόμους.
- 3
κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν.
Ψυχὰς ἁμαρτωλὰς καὶ ἀδυνάτους, αἱ ὁποῖαι ὁμοιάζουν μὲ κάλαμον σπασμένον, δὲν θὰ συντρίψῃ, οὔτε ἄλλας, αἱ ὁποῖαι εἶναι ὅμοιαι πρὸς τὸ λινάρι ποὺ καπνίζει καὶ δὲν ἔχει πλέον φλόγα, θὰ τὰς σβήσῃ· ἀλλὰ φανερὰν θὰ καταστήσῃ καὶ θὰ διακηρύξῃ τὴν ἀληθῆ θρησκείαν.
- 4
ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἄνθῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
Ὁ δοῦλος μου θὰ ἀναλάμψῃ καὶ δὲν θὰ θραυσθῇ, μέχρις ὅτου ἐγκαθιδρύσῃ ἐπὶ τῆς γῆς τὴν ἀληθῆ διδασκαλίαν καὶ θρησκείαν του.Καὶ εἰς τὸ ὄνομά του εἰδωλολατρικὰ ἔθνη θὰ ἐλπίσουν.
- 5
οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾿ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν·
Οὕτω λέγει Κύριος ὁ Θεός, Αὐτὸς ὁ ὁποῖος ἐποίησε τὸν οὐρανὸν καὶ τὸν ἀνέπτυξε καὶ τὸν ἔστησεν ὡσὰν σκηνήν, ὁ Ὁποῖος ἐστερέωσε τὴν γῆν καὶ ὅλα τὰ φυόμενα ἐν αὐτῇ καὶ ὁ Ὁποῖος δίδει ἀναπνοὴν εἰς τὸν λαὸν τὸν εὑρισκόμενον ἐπ' αὐτῆς καὶ πνεῦμα ζωῆς εἰς ὅλα, ὅσα περιπατοῦν ἐπ’ αὐτῆς.
- 6
ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν
Ἑγώ, ὁ Κύριος καὶ Θεός, σὲ ἐκάλεσα διὰ τὴν δικαιοσύνην καὶ θὰ σὲ κρατήσω ἀπὸ τὴν χεῖρα σου καὶ θὰ σὲ ἐνισχύσω· καὶ σὲ ἔδωκα διὰ νὰ εἶσαι μεσίτης διαθήκης τοῦ γένους τῶν ἀνθρώπων καὶ φῶς τῶν ἐθνῶν,
- 7
ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.
διὰ νὰ ἀνοίξῃς τοὺς ὀφθαλμοὺς τῆς διανοίας τυφλῶν, διὰ νὰ ἐξαγάγῃς ἀπὸ τὰ δεσμὰ τῆς ἁμαρτίας τοὺς δεμένους μὲ τὰς ἁλύσεις αὐτῆς καὶ ἀπὸ τὴν φυλακὴν ἐκείνους, ποὺ κάθηνται εἰς τὸ σκότος.
- 8
ἐγὼ Κύριος ὁ Θεός, τοῦτό μού ἐστι τὸ ὄνομα· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.
Ἐγὼ καὶ μόνος ὑπάρχω ἐξ ἑαυτοῦ ὡς Κύριος καὶ Θεός· αὐτὸ εἶναι τὸ ὄνομά μου.Δὲν θὰ δώσω εἰς κανένα ἄλλον τὴν δόξαν μου, οὔτε τὸν ἔπαινον τῶν ἀπειροτελείων ἰδιοτήτων μου εἰς τὰ εἴδωλα.
- 9
τὰ ἀπ᾿ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινά, ἃ ἐγὼ ἀναγγέλλω, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.
Ἰδοὺ ἔχουν πληρωθῇ αἱ παλαιαὶ προφητεῖαι καὶ ἰδοὺ νέα γεγονότα, τὰ ὁποῖα Ἐγὼ προλέγω καί, πρὶν ἢ ταῦτα διὰ τῶν πραγμάτων ἀναγγελθοῦν, κατέστησαν εἰς σᾶς προφητικῶς φανερά.
- 10
῾Υμνήσατε τῷ Κυρίῳ ὕμνον καινόν, ἡ ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ᾿ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς.
Ὑμνήσατε τὸν Κύριον διὰ τὰ νέα θαυμάσιά Του μὲ ὕμνον νέον.Σεῖς, οἱ ἀποτελοῦντες τοὺς ὑπ’ αὐτοῦ ἀρχομένους, δοξάσατε τὸ ὄνομά Του ἀπὸ τὰς ἐσχατιὰς τῆς γῆς· ὅσοι καταβαίνετε εἰς τὴν θάλασσαν καὶ ἔχετε ἔργον νὰ διαπλέετε αὐτὴν διὰ μακρινῶν ταξιδίων, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες εἰς αὐτὰς καὶ εἰς τὰ παράλια τῆς θαλάσσης ἐθνικοί.
- 11
εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδάρ· εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ᾿ ἄκρων τῶν ὀρέων βοήσουσι·
Εὐφράνθητι, ὦ ἔρημος τῆς Ἀραβίας καὶ αἱ κῶμαι αὐτῆς· εὐφράνθητε καὶ οἱ καταυλισμοὶ καὶ οἱ κατοικοῦντες τὴν Κηδάρ· θὰ εὐφρανθοῦν καὶ αὐτοὶ ποὺ κατοικοῦν εἰς τὴν Πέτραν ἀπὸ τὰ ἄκρα τῶν βουνῶν θὰ φωνάξουν δυνατά.
- 12
δώσουσι τῷ Θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσι.
Θὰ δοξάσουν τὸν Θεὸν καὶ θὰ διακηρύξουν τὰς ἀξιοϋμνήτους ἰδιότητάς Του εἰς τὰς εἰδωλολατρικὰς νήσους, ἀναπέμποντες ὕμνον σύμφωνον μὲ τοὺς φωτισμένους τώρα κατοίκους τούτων.
- 13
Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.
Ὁ Κύριος καὶ Θεός, ὁ κατεξουσιάζων τῶν Δυνάμεων, θὰ ἐξέλθῃ ὡσὰν νὰ ἐκστρατεύῃ καὶ θὰ συνάψῃ συντριπτικὸν διὰ τοὺς ἐχθρούς Του πόλεμον, καὶ θὰ ἀνάψῃ ὁ ζῆλος Του καὶ θὰ φωνάξῃ μὲ δύναμιν, καταπτοῶν καὶ κατατροπώνων τοὺς ἐχθρούς Του.
- 14
ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ὡς ἡ τίκτουσα ἐκαρτέρησα, ἐκστήσω καὶ ξηρανῶ ἅμα.
Ἐσιώπησα μακροθυμῶν, λέγει ὁ Κύριος.Μήπως καὶ πάντοτε θὰ σιωπῶ καὶ θὰ ἀνέχωμαι τὴν ἀδικίαν καὶ τὴν ἀσέβειαν; Ὡσὰν τὴν γυναῖκα, ποὺ γεννᾷ καὶ συγκρατεῖ μὲ πολλὴν καρτερίαν τοὺς πόνους της, ἐκαρτέρησα καὶ Ἐγώ.Τώρα ὅμως θὰ ξερριζώσω καὶ θὰ ξηράνω συγχρόνους.
- 15
ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ πάντα χόρτον αὐτῶν ξηρανῶ, καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ.
Θὰ ἐρημώσω ὄρη καὶ βουνὰ καὶ θὰ ξηράνω ὅλον τὸν χόρτον των· θὰ μεταβάλω δὲ ποταμοὺς διὰ τῆς ἐλαττώσεως τῶν ὑδάτων των εἰς νήσους καὶ θὰ ξηράνω ἕλη.
- 16
καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν· ταῦτα τὰ ρήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς.
Καὶ θὰ ὁδηγήσω τυφλοὺς εἰς δρόμον, τὸν ὁποῖον δὲν ἐγνώρισαν ποτέ· καὶ εἰς τρίβους, τὰς ὁποίας δὲν ἔμαθαν, θὰ κάμω νὰ πατήσουν οὗτοι.Θὰ μεταβάλω εἰς αὐτοὺς τὸ σκότος, εἰς τὸ ὁποῖον εἶναι βυθισμένοι, εἰς φῶς, καὶ τὰ ἀνώμαλα μέρη τοῦ δρόμου εἰς εὐθεῖαν καὶ ὁμαλὴν ὁδόν.Αὐτά, τὰ ὁποῖα διὰ λόγου ὑπόσχομαι, θὰ τὰ ἐκτελέσω, καὶ δὲν θὰ ἐγκαταλείψω αὐτούς.
- 17
αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω· αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· ὑμεῖς ἐστε θεοὶ ἡμῶν.
Οἱ ἐμμένοντες ὅμως εἰς τὰ εἴδωλα ἐτράπησαν εἰς φυγὴν καὶ κατενικήθησαν.Αἰσχυνθῆτε αἰσχύνην μεγάλην σεῖς, οἱ ὁποῖοι στηρίζετε τὴν πεποίθησίν σας εἰς τὰ λίθινα ἢ ξύλινα εἴδωλα, οἱ ὁποῖοι λέγετε εἰς τὰ χωνευτὰ ἀγάλματα: Σεῖς, τὰ ἄψυχα, εἶσθε οἱ θεοί μας.
- 18
Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν.
Ὅσοι εἶσθε κωφοί, ἀνοίξατε τὰ ὦτα τῆς ψυχῆς σας καὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀνακτήσατε τὴν πνευματικήν σας δρᾶσιν διὰ νὰ ἴδητε.
- 19
καὶ τίς τυφλός, ἀλλ᾿ ἢ οἱ παῖδές μου καὶ κωφοί, ἀλλ᾿ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.
Καὶ ποῖος εἶναι τυφλός, παρὰ οἱ δοῦλοι μου Ἰσραηλῖται; Καὶ κωφοὶ ποιοῖ εἶναι, παρὰ οἱ ἄρχοντες καὶ προϊστάμενοι αὐτῶν; Ἐτυφλώθησαν καὶ αὐτοὶ οἱ δοῦλοι τοῦ Θεοῦ!
- 20
εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε.
Εἴδατε πολλάκις τὰς θαυμαστὰς ἐπεμβάσεις τοῦ Θεοῦ καὶ δὲν τὰς ἐπροσέξατε· εἴχατε ἀνοιγμένα τὰ ὦτα καὶ δὲν ἠκούσατε, πεισμόνως ἀποστρέφοντες αὐτὰ ἀπὸ τὴν ἀκρόασιν τοῦ Νόμου.
- 21
Κύριος ὁ Θεὸς ἐβουλεύσατο, ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν.
Ὁ Κύριος καὶ Θεὸς ἔλαβε βουλὴν καὶ ἀπόφασιν, ἴνα ἀποδειχθῇ δίκαιος καὶ προκαλέσῃ μεγάλους αἴνους καὶ δοξολογίας εἰς Αὐτόν.
- 22
καὶ εἶδον, καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείος πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς· ἐγένοντο εἰς προνομήν, καὶ οὐκ ἦν ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων· ἀπόδος.
Καὶ εἶδον, καὶ ἔγινεν ὁ λαὸς λαφυραγωγημένος καὶ διαρπαγμένος· διότι ἡ παγίς, ἡ καθιστῶσα αὐτὸν λείαν τοῦ ἐχθροῦ, ἦτο ἀπλωμένη παντοῦ εἰς τὰ ἰδιαίτερα δωμάτια καὶ συγχρόνως εἰς τὰ σπίτια, ὅπου ἔκρυψαν τοὺς ἀνθρώπους μετὰ τῶν θησαυρῶν των.Ἦσαν ἐκτεθειμένοι εἰς λαφυραγώγησιν, καὶ δὲν ὑπῆρχεν ἐκεῖνος, ποὺ θὰ τοὺς ἠλευθέρωνε· τοὺς διήρπαζαν, καὶ δὲν ὑπῆρχεν ἐκεῖνος ποὺ θὰ ἔλεγε: Δῶσε ὀπίσω τὸ ἀρπαγέν.
- 23
τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα; εἰσακούσατε εἰς τὰ ἐπερχόμενα.
Ποῖος ὑπάρχει μεταξύ σας, ὁ ὁποῖος θὰ βάλῃ βαθιὰ εἰς τὰ αὐτιά του ταῦτα; Ἀκούσατέ τα καλά, διὰ νὰ τὰ ἔχετε ὁδηγὸν καὶ διδασκαλίαν διὰ τὸ μέλλον.
- 24
τίς ἔδωκεν εἰς διαρπαγὴν ᾿Ιακὼβ καὶ ᾿Ισραὴλ τοῖς προνομεύουσιν αὐτόν; οὐχὶ ὁ Θεός, ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἠβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ;
Ποῖος παρέδωκεν εἰς διαρπαγὴν τοὺς ἀπογόνους τοῦ Ἰακὼβ καὶ τοῦ εὐλογημένου Ἰσραὴλ εἰς τοὺς λαφυραγωγούντας αὐτούς; Δὲν παρέδωκεν αὐτοὺς ὁ Θεός, εἰς τὸν Ὁποῖον ἡμάρτησαν καὶ δὲν ἤθελαν νὰ βαδίζουν εἰς τοὺς δρόμους Του, ἤτοι νὰ συμμορφώνουν τὴν ζωήν των πρὸς τὸ θέλημά Του, οὔτε ἤθελαν νὰ ὑπακούουν εἰς τὸν Νόμον Του;
- 25
καὶ ἐπήγαγεν ἐπ᾿ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος οὐδὲ ἔθεντο ἐπὶ ψυχήν.
Καὶ ἐπέφερε κατ' αὐτῶν σφοδρὰν τὴν ὀργήν Του, καὶ κατεπλάκωσεν αὐτοὺς δεινὸς πόλεμος, καὶ οἱ ἀπὸ συμφώνου καίοντες αὐτοὺς ἐχθροὶ εὑρίσκοντο τριγύρω των καὶ ὅμως δὲν συνῃσθάνθησαν ὁ καθένας των, οὔτε ἔβαλαν βαθιὰ εἰς τὴν καρδίαν των τὸ μάθημα, ποὺ τοὺς ὡδήγει εἰς μετάνοιαν.
