Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 36

22 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΚΑΙ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους, βασιλεύοντος ᾿Εζεκίου, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ τὰς πόλεις τῆς ᾿Ιουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς.

    Καὶ συνέβη κατὰ τὸ δέκατον τέταρτον ἔτος, ὅταν ἐβασίλευεν ὁ Ἐζεκίας, ἀνέβη ὁ Σενναχηρείμ, βασιλεὺς τῶν Ἀσσυρίων, ἐναντίον τῶν πόλεων τῶν ὀχυρῶν τῆς Ἰουδαίας καὶ κατέλαβεν αὐτάς.

  2. 2

    καὶ ἀπέστειλε βασιλεὺς ᾿Ασσυρίων τὸν Ραψάκην ἐκ Λαχεὶς εἰς ῾Ιερουσαλὴμ πρὸς τὸν βασιλέα ᾿Εζεκίαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.

    Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἀσσυρίων τὸν Ραψάκην ἐκ τῆς πόλεως Λαχὶς εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μὲ δύναμιν πολλήν.Καὶ ἐστρατοπέδευσεν οὗτος εἰς τὴν ἄνῳ δεξαμενὴν τοῦ ὑδραγωγείου τῆς Ἱερουσαλήμ, εἰς τὴν ὁδὸν τοῦ ἀγροῦ τοῦ λευκαντοῦ.

  3. 3

    καὶ ἐξῆλθε πρὸς αὐτὸν ῾Ελιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ ᾿Ιωὰχ ὁ τοῦ ᾿Ασὰφ ὁ ὑπομνηματογράφος.

    Καὶ ἐξῆλθεν ἐκ τοῦ τείχους πρὸς συνάντησιν αὐτοῦ καὶ διαπραγμάτευσιν μετ’ αὐτοῦ ὁ Ἐλιακείμ, ὁ υἱὸς τοῦ Χελκίου ὁ οἰκονόμος, καὶ ὁ Σομνᾶς ὁ γραμματεὺς καὶ ὁ Ἰωάχ, ὁ υἱὸς τοῦ Ἀσὰφ ὁ χρονικογράφος, ὡς πρεσβεία ἐκ μέρους τοῦ Ἐζεκίου.

  4. 4

    καὶ εἶπεν αὐτοῖς Ραψάκης· εἴπατε ᾿Εζεκίᾳ· τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, βασιλεὺς ᾿Ασσυρίων· τί πεποιθὼς εἶ;

    Καὶ εἶπεν εἰς αὐτοὺς ὁ Ραψάκης: Εἴπατε εἰς τὸν Ἐζεκίαν αὐτὰ λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ βασιλεὺς τῶν Ἀσσυρίων: Εἰς τί ἔχεις στηρίξει τὴν πεποίθησίν σου καὶ ἀνθίστασαι εἰς ἐμέ;

  5. 5

    μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνα πέποιθας, ὅτι ἀπειθεῖς μοι;

    Μήπως μὲ ἀποφάσεις ἤ μὲ λόγια χειλέων γίνεται μάχη καὶ ἀντιμετωπίζεται στρατιωτικὴ παράταξις; Καὶ τώρα εἰς ποῖον ἔχεις στηρίξει τὴν πεποίθησίν σου καὶ ἀπειθεῖς εἰς ἐμέ;

  6. 6

    ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ράβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾿ Αἴγυπτον· ὡς ἂν ἐπιστηριχθῇ ἀνὴρ ἐπ᾿ αὐτήν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.

    Ἰδοὺ ἔχεις στηρίξει τὴν πεποίθησίν σου εἰς τὴν καλαμένιαν ράβδον, αὐτὴν ποὺ τώρα εἶναι τσακισμένη, εἰς τὴν Αἴγυπτον δηλαδή.Ὥστε, ἐὰν ἄνθρωπός τις στηριχθῇ ἐπ’ αὐτῆς, θὰ εἰσέλθῃ εἰς τὴν χεῖρα του καὶ θὰ τρυπήσῃ αὐτήν.Ἔτσι εἶναι ὁ Φαραώ, ὁ βασιλεὺς τῆς Αἰγύπτου, καὶ ὅλοι, ὅσοι ἔχουν στηρίξει τὴν πεποίθησίν των εἰς αὐτόν.

  7. 7

    εἰ δὲ λέγετε· ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν,

    Ἐὰν δὲ λέγετε· ἔχομεν στηρίξει τὴν πεποίθησίν μας εἰς Κύριον τὸν Θεόν μας,

  8. 8

    νῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ ᾿Ασσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾿ αὐτούς.

    συμπλακῆτε τώρα μετὰ τοῦ κυρίου μου, τοῦ βασιλέως τῶν Ἀσσυρίων, καὶ θὰ σᾶς δώσω δύο χιλιάδας ἵππους, ἐὰν βεβαίως δυνηθῆτε νὰ δώσετε ἀναβάτας, οἱ ὁποῖοι νὰ ἰππεύσουν εἰς αὐτούς.

  9. 9

    καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τῶν τοπαρχῶν; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾿ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην.

    Καὶ πῶς ἔχετε τὴν δύναμιν νὰ ἀτενίσετε τὸ πρόσωπον ἑνὸς ἐκ τῶν τοπαρχῶν μας; Τολμᾶτε ἐν τούτοις νὰ πολεμήσετε πρὸς τὸν κύριον αὐτῶν, τὸν βασιλέα τῶν Ἀσσυρίων.Εἶναι ἤδη δοῦλοι ἐκεῖνοι, ποὺ ἔχουν στηρίξει τὴν πεποίθησίν των εἰς τοὺς Αἰγυπτίους, διὰ νὰ λάβουν παρ’ αὐτῶν ἵππους καὶ ἀναβάτας ἱππεύοντας ἐπ’ αὐτούς.

  10. 10

    καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; Κύριος εἶπε πρός με· ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην, καὶ διάφθειρον αὐτήν.

    Καὶ τώρα μήπως ἄνευ τοῦ θελήματος τοῦ Κυρίου ἀνέβημεν εἰς τὴν χώραν αὐτὴν διὰ νὰ τὴν πολεμήσωμεν; Ὁ Κύριος εἶπε πρός με: Ἀνέβα εἰς τὴν χώραν αὐτὴν καὶ κατάστρεψέ την.

  11. 11

    καὶ εἶπε πρὸς αὐτὸν ῾Ελιακεὶμ καὶ Σομνᾶς καὶ ᾿Ιωάχ· λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς ᾿Ιουδαϊστί· καὶ ἱνατί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει;

    Καὶ εἶπον πρὸς αὐτὸν ὁ Ἐλιακεὶμ καὶ ὁ Σομνᾶς καὶ ὁ Ἰωάχ: Ὁμίλησον πρὸς ἡμᾶς τοὺς δούλους σου εἰς τὴν Ἀραμαϊκὴν γλῶσσαν, διότι ἐννοοῦμεν ταύτην ἡμεῖς.Καὶ μὴ ὁμιλῇς πρὸς ἡμᾶς Ἐβραϊστί.Καὶ διατὶ ὁμιλεῖς εἰς τὰ αὐτιὰ τῶν ἀνθρώπων, οἱ ὁποῖοι εὑρίσκονται ἐπὶ τοῦ τείχους;

  12. 12

    καὶ εἶπε πρὸς αὐτοὺς Ραψάκης· μὴ πρὸς τὸν Κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσι κόπρον καὶ πίωσιν οὖρον μεθ᾿ ὑμῶν ἅμα;

    Καὶ εἶπε πρὸς αὐτοὺς ὁ Ραψάκης: Μήπως μὲ ἔχει στείλει πρὸς τὸν κύριόν σας ἢ πρὸς σᾶς ὁ κύριός μου νὰ λαλήσω τοὺς λόγους αὐτούς; Δὲν μὲ ἀπέστειλε νὰ τοὺς εἴπω πρὸς τοὺς ἀνθρώπους, οἱ ὁποῖοι κάθηνται ἐπὶ τοῦ τείχους, καταδικασμένοι νὰ φάγουν κόπρον καὶ νὰ πίουν οὖρα μαζί σας καὶ συγχρόνως;

  13. 13

    καὶ ἔστη Ραψάκης καὶ ἀνεβόησε φωνῇ μεγάλῃ ᾿Ιουδαϊστὶ καὶ εἶπεν· ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου, βασιλέως ᾿Ασσυρίων.

    Καὶ ἐστάθη εἰς κατάλληλον θέσιν ὁ Ραψάκης καὶ ἐφώναξε μὲ φωνὴν μεγάλην Ἑβραϊστὶ καὶ εἶπεν: Ἀκούσατε, ὦ Ἱεροσολυμῖται, τοὺς λόγους τὸν βασιλέως τοῦ μεγάλου, τοῦ βασιλέως τῶν Ἀσσυρίων.

  14. 14

    τάδε λέγει ὁ βασιλεύς· μὴ ἀπατάτω ὑμᾶς ᾿Εζεκίας λόγοις, οἳ οὐ δυνήσονται ρύσασθαι ὑμᾶς·

    Αὐτὰ λέγει ὁ βασιλεὺς τῶν Ἀσσυρίων: Ἂς μὴ σᾶς ἐξαπατᾷ ὁ Ἐζεκίας μὲ λόγους, οἱ ὁποῖοι δὲν θὰ ἔχουν τὴν δύναμιν νὰ σᾶς γλυτώσουν, ὅταν σᾶς ἐπιτεθῶ.

  15. 15

    καὶ μὴ λεγέτω ὑμῖν ᾿Εζεκίας, ὅτι ρύσεται ὑμᾶς ὁ Θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως ᾿Ασσυρίων·

    Καὶ ἂς μὴ λέγῃ εἰς σᾶς ὁ Ἐζεκίας, ὅτι θὰ σᾶς γλυτώσῃ ὁ Θεὸς καὶ ὅτι κατ' οὐδένα λόγον θὰ παραδοθῇ ἡ πόλις αὐτὴ εἰς τὴν χεῖρα τοῦ βασιλέως τῶν Ἀσσυρίων.

  16. 16

    μὴ ἀκούετε ᾿Εζεκίου. τάδε λέγει ὁ βασιλεὺς ᾿Ασσυρίων· εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς καὶ πίεσθε ὕδωρ ἐκ τοῦ λάκκου ὑμῶν,

    Μὴ ἀκούετε τὸν Ἐζεκίαν.Αὐτά, ποὺ θὰ σᾶς εἶπω, λέγει ὁ βασιλεὺς τῶν Ἀσσυρίων: Ἐὰν θέλετε νὰ ἀπολαμβάνετε τὴν εὔνοιάν μου καὶ τὴν φιλίαν μου, ἐξέρχεσθε ἀπὸ τὰ τείχη τῆς πόλεως παραδιδόμενοι εἰς ἐμέ· καὶ τότε ἕκαστος θὰ φάγετε τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς του καὶ θὰ πίετε ὕδωρ ἀπὸ τὴν στέρναν σας.

  17. 17

    ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων.

    Θὰ τρώγετε δὲ τοὺς καρποὺς τῶν ἀμπέλων καὶ τῶν συκῶν σας, ἕως ὅτου ἔλθω καὶ σᾶς παραλάβω εἰς χώραν, ἡ ὁποία θὰ εἶναι ὅπως ἡ χώρα σας, χώρα δηλαδὴ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπέλων.

  18. 18

    μὴ ἀπατάτω ὑμᾶς ᾿Εζεκίας λέγων· ὁ Θεὸς ὑμῶν ρύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως ᾿Ασσυρίων;

    Ἂς μὴ σᾶς ἐξαπατᾷ ὁ Ἐζεκίας λέγων: Ὁ Θεός σας θὰ σᾶς γλυτώσῃ.Μήπως ἐγλύτωσαν οἱ θεοὶ τῶν ἄλλων ἐθνῶν ἕκαστος τὴν χώραν του ἀπὸ τὴν χεῖρα τοῦ βασιλέως τῶν Ἀσσυρίων;

  19. 19

    ποῦ ἐστιν ὁ θεὸς Αἰμὰθ καὶ ᾿Αρφάθ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεπφαρείμ; μὴ ἐδύναντο ρύσασθαι Σαμάρειαν ἐκ χειρός μου;

    Ποὺ εἶναι ὁ θεὸς Αἰμὰθ καὶ Ἀρφάθ; Καὶ ποὺ εἶναι ὁ θεὸς τῆς πόλεως Σεπφαρείμ; Μήπως εἶχαν τὴν δύναμιν νὰ γλυτώσουν τὴν Σαμάρειαν οἱ θεοί της ἀπὸ τὴν χεῖρα μου;

  20. 20

    τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων, ὅστις ἐρρύσατο τὴ γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ρύσεται ὁ Θεὸς ῾Ιερουσαλὴμ ἐκ χειρός μου;

    Τίς ἀπὸ τοὺς θεοὺς αὐτοὺς ὑπάρχει, ὁ ὁποῖος ἐγλύτωσε τὴν χώραν του ἀπὸ τὴν χεῖρα μου, ὥστε νὰ ὑποθέσωμεν ὅτι θὰ γλυτώσῃ ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἀπὸ τὴν χεῖρα μου;

  21. 21

    καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι.

    Καὶ ἐσιώπησαν ὅλοι, καὶ κανεὶς δὲν ἀπεκρίθη εἰς αὐτὸν λόγον, διότι ὁ βασιλεὺς Ἐζεκίας εἶχε διατάξει κανεὶς νὰ μὴ ἀποκριθῇ.

  22. 22

    Καὶ εἰσῆλθεν ῾Ελιακεὶμ ὁ τοῦ Χελκίου οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς τῆς δυνάμεως καὶ ᾿Ιωὰχ ὁ τοῦ ᾿Ασὰφ ὁ ὑπομνηματογράφος πρὸς ᾿Εζεκίαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψάκου.

    Καὶ εἰσῆλθον ὁ Ἐλιακείμ, ὁ υἱὸς τοῦ Χελκίου ὁ οἰκονόμος, καὶ ὁ Σομνάς, ὁ γραμματεὺς τοῦ στρατοῦ, καὶ ὁ Ἰωάχ, ὁ υἱὸς τοῦ Ἀσὰφ ὁ συγγραφεὺς τῶν Χρονικῶν, πρὸς τὸν βασιλέα Ἐζεκίαν μὲ σχισμένους τοὺς χιτῶνας καὶ ἀνήγγειλαν εἰς αὐτὸν τοὺς λόγους τοῦ Ραψάκου.