Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 35

10 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΕΥΦΡΑΝΘΗΤΙ, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθήτω ὡς κρίνον,

    Εὐφράνθητι τώρα, ὦ ἔρημος, ποὺ ἐδιψοῦσες, καὶ ἂς ἀγάλλεται ἡ ἔρημος καὶ ἂς ἀνθῇ ὡσὰν κρίνον.

  2. 2

    καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ ᾿Ιορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου καὶ τὸ ὕψος τοῦ Θεοῦ.

    Καὶ θὰ γεμίσουν μὲ ἄνθη καὶ πλουσίαν βλάστησιν καὶ θὰ σκιρτήσουν τὰ ἔρημα μέρη τοῦ Ἰορδάνου.Καὶ ἡ δόξα τοῦ Λιβάνου, τοῦ φημισμένου διὰ τὰς κέδρους του, ἐδόθη εἰς τὴν ἔρημον αὐτήν, καθὼς καὶ ἡ τιμὴ τοῦ Καρμήλου, τοῦ διακρινομένου διὰ τὴν πλουσίαν βλάστησίν του· καὶ ὁ λαός μου θὰ ἴδη τὴν δόξαν τοῦ Κυρίου καὶ τὸ ὑψηλὸν καὶ ἀπρόσιτον μεγαλεῖον τοῦ Θεοῦ.

  3. 3

    ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα·

    Λάβετε δύναμιν, χεῖρες ἐξησθενημέναι καὶ γόνατα παραλελυμένα.

  4. 4

    παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀναταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς.

    Παρηγορήσατε σεῖς, οἱ ἀπεσταλμένοι μου, καὶ εἴπατε· σεῖς, ποὺ ἕνεκα σκέψεων καὶ λογισμῶν ὀλιγοπιστίας κατηντήσατε εἰς ὀλιγοψυχίαν, λάβετε δύναμιν, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεός μας ἀνταποδίδει τὸ δίκαιον καὶ θὰ ἀνταποδώσῃ τοῦτο καὶ τώρα· Αὐτὸς θὰ ἔλθῃ καὶ θὰ σώσῃ ὅλους μας.

  5. 5

    τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται.

    Τότε θὰ ἀνοιχθοῦν ὀφθαλμοὶ τυφλῶν, καὶ αὐτιὰ κωφῶν θὰ ἀκούσουν.

  6. 6

    τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, τρανὴ δὲ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ·

    Τότε θὰ πηδήσῃ ὡσὰν ἔλαφος θεραπευόμενος ὁ χωλός, καθαρὰ δὲ καὶ εὐδιάκριτος θὰ εἶναι ἡ γλῶσσα τῶν βωβῶν, διότι ἐξέσπασεν ἄφθονον νερὸν εἰς τὴν ἔρημον καὶ φάραγξ γεμάτη νερὸν εἰς γῆν ξηρὰν καὶ διψῶσαν.

  7. 7

    καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται· ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις καλάμου καὶ ἕλη.

    Καὶ θὰ μεταβληθῇ ἡ ἄνυδρος καὶ ξηρὰ γῆ εἰς ἕλη· καὶ εἰς γῆν ποὺ διψᾷ καὶ δὲν ποτίζεται, θὰ ὑπάρξῃ πηγὴ ὕδατος· ἐκεῖ θὰ εἶναι εὐφροσύνη καὶ ἀναπαυτικὴ διαμονὴ πτηνῶν, ἐκτάσεις καλάμου καὶ θάμνοι φυόμενοι εἰς ὕδατα.

  8. 8

    ἐκεῖ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾿ αὐτῆς καὶ οὐ μὴ πλανηθῶσι.

    Ἐκεῖ θὰ ὑπάρχῃ ὁδὸς καθαρὰ ἀπὸ ἐμπόδια.Καὶ ἡ ὁδὸς αὐτὴ θὰ ὀνομασθῇ ἁγία, καὶ δὲν θὰ περάσῃ ἐκεῖ ἀκάθαρτος καὶ μολυσμένος, οὐδὲ θὰ ὑπάρχῃ ἐκεῖ δρόμος ἀκάθαρτος· οἱ διεσκορπισμένοι δὲ καὶ ἐξόριστοι θὰ βαδίσουν ἐπ’ αὐτῆς καὶ κατ’ οὐδένα λόγον δὲν θὰ ἀποπλανηθοῦν.

  9. 9

    καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων οὐ μὴ ἀναβῇ ἐπ᾿ αὐτήν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι

    Καὶ δὲν θὰ εἶναι ἐκεῖ λέων, οὔτε ἄλλο τι ἀπὸ τὰ ἄγρια θηρία θὰ ἀναβῇ εἰς τὴν ὁδὸν αὐτήν, οὔτε θὰ εὑρεθῇ ἐκεῖ, ἀλλὰ θὰ πορευθοῦν διὰ τῆς ὁδοῦ ταύτης οἰ ἐλευθερωμένοι

  10. 10

    καὶ συνηγμένοι διὰ Κύριον· καὶ ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ᾿ εὐφροσύνης, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς. ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.

    καὶ συναθροισμένοι χάρις εἰς τὴν δύναμιν τοῦ Κυρίου.Καὶ θὰ φύγουν μακρὰν ἀπὸ τὸν τόπον τῆς ἐξορίας καὶ θὰ ἔλθουν εἰς τὴν Σιὼν μὲ εὐφροσύνην καὶ εὐφροσύνη αἰώνιος θὰ στεφανώνῃ τὴν κεφαλήν των διότι ἐπὶ τῆς κεφαλῆς των ὡς στέφανος θὰ καταλάβῃ αὐτοὺς αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη.Ἔφυγε γρήγορα καὶ μακρὰν ἀπ’ αὐτῶν πόνος, λύπη καὶ στεναγμός.